Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
427.1.1
) Ἰστέον δὲ ὅτι σαφέστερον ἄλλως τὸ ὠμοθετεῖτο πάντοθεν ἀρχόμενος ἐς δημὸν, ἔστι νοῆσαι ὡς ἑρμηνείαν τοῦ ὠμοθετεῖν. δῆλον γὰρ ὡς τὰ ὠμὰ ἐτίθεντο ἐς δημὸν, ἵνα ῥᾷον ἐκκαίοιντο. (ῃερς. 429.) Τὸ δὲ ἐν πυρὶ βάλλε παλύνας, τουτέστι λευκάνας καὶ καταπάσας, ἀλφίτου ἀκτῇ, τουτέστι δώρῳ ἢ κλάσματι, ὡς πολλαχοῦ δεδήλωται, δηλοῖ μὲν, ὡς τῶν ἀρτοποιουμένων ἀπήρχοντο ἐν τῷ θύειν. ἀναμιμνήσκει δὲ καὶ ὡς πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως εἰς μνήμην τῆς πάλαι διαίτης ἐθυμίων τότε ἀλφίτοις, ἢ καθ' αὑτὰ ἢ μετὰ τῶν ἄλλων ἀπαρχῶν, ἃς ἀπάργματα ἐρεῖ ὁ ποιητής. ἕτεροι δὲ τὸ παλύνας ἀλφίτοις εἶπον ἀντὶ τοῦ μαζοποιήσας καὶ συναναδεύσας τὰ ἄλευρα. (ῃερς. 432.) Ἐλεοῖς δὲ ταῖς μαγειρικαῖς λέγει τραπέζαις κατὰ γενὸς ἢ ἀρσενικὸν ἢ καὶ οὐδέτερον, ὡς δηλοῖ παρὰ τῷ κωμικῷ τὸ, κάθελε τοὐλεόν. ἐκ τούτου δὲ, ἐλέατρος παρὰ τοῖς ὕστερον ὁ δαιτρός. ἐδέατρος μέντοι διὰ τοῦ δέλτα ὁ προγεύστης. δῆλον δ' ὅτι ὁ ἐλεὸς καὶ εἰλεὸς λέγεται ἐπενθέσει τοῦ ἰῶτα. (ῃερς. 434.) Ἐν δὲ τῷ, ἕπταχα, ὃ γίνεται ἀπὸ τοῦ ἑπταχῇ ὁμοίως τῷ, διχῇ δίχα καὶ τοῖς ἑξῆς, τέτραχα πένταχα ἕξαχα, δηλοῖ τὴν πολλὴν διαφορὰν τοῦ πενταετήρου μάλα πίονος ὑὸς πρὸς τοὺς πρὸ βραχέων σφαγέντας δύο χοίρους. οἱ μὲν γὰρ ὀπτηθέντες παρετέθησαν τῷ Ὀδυσσεῖ, ἀρκέσοντες ἢ μόνῳ αὐτῷ ἢ ἀλλὰ καὶ τῷ Εὐμαίῳ. οὗτος δὲ ὁ πενταέτηρος ἕπταχα μεμοιραμένος ἀρκέσει τῇ μὲν μιᾷ μοίρᾳ πρὸς θυσίαν, ταῖς δὲ λοιπαῖς Ὀδυσσεῖ τε καὶ Εὐμαίῳ καὶ λοιποῖς τέσσαρσιν. (ῃερς. 433.) Ὅτι δὲ προϋπάρχει ὥς περ τῆς κοινότερον λεγομένης μοίρας, ἀφ' ἧς τὸ μοιρᾶσθαι, οὕτω καὶ τῆς κατὰ τὴν πεπρωμένην ῥῆμα τὸ μείρω, οὐκ ἔστιν ἀμφιβαλεῖν. ὁμοίως δὲ καὶ τῆς ὁμωνύμου αἴσης προϋπόκειται τὸ δαίω, ἔτι δὲ καὶ τοῦ αἰσίμου. διὸ μετὰ τὸ συβώτης δαιτρεύσων, ὅ περ ἀπὸ τοῦ δαίω γίνεται, ἐπῆκται τὸ, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, ταυτὸν δὲ εἰπεῖν, αἴσια καὶ ἐναίσιμα, ἤγουν κατ' αἶσαν, ἧς θέμα τὸ δαίω ἤτοι μερίζω, ὃ δὴ μερίζω ἐκ τοῦ μείρω μερῶ γέγονε κατὰ παραγωγήν. (ῃερς. 434.) Ὅτι δὲ τὸ μείρω καὶ ἀμείρω λέγεται πλεονασμῷ ἐθίμῳ τοῦ ἄλφα, Ἡσίοδος ἔδειξεν ἐν τῷ, τρίτην ἀπαμείρεται αἶσαν. ἔνθα φαίνεται καὶ ὅτι συγγενῆ, ὥς περ τὸ ἀπαμείρειν καὶ ἡ αἶσα, οὕτω καὶ τὸ δαίειν καὶ ἡ μοῖρα. χρῆσις δὲ κατὰ τὴν τοῦ Ἡσιόδου καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἥμισυ γάρ τ' ἀρετῆς ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ καὶ ἑξῆς, ὅ περ σημαίνει ὅτι παρά τισιν ἄλλοις εὕρηται κατ' ἑτεροίαν γραφὴν, ἥμισυ γάρ τε νόου ἀπαμείρεται, ἤγουν τὸ ἥμισυ τῆς φρονήσεως. ὅτι δὲ καθὰ ἐν τῷ ἀμείρεται, οὕτω καὶ ἐν τῷ ἄσταχυς καὶ ἀσταφὶς πλεονασμός ἐστι τοῦ ἄλφα, πολλαχοῦ δεδήλωται. (ῃερς.

Intertext edge

Open linked passage

Note