Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
428.1.1
) Τὸ δὲ ἀναμετρήσαιμι ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς διὰ τὸ σημαντικώτατον τῆς φωνῆς μηδὲ δυνάμενον μεθερμηνευθῆναι. δύναται δὲ καὶ ἀντὶ τοῦ δὶς μετρῆσαι ληφθῆναι ἡ λέξις. ἐμέτρησε μὲν γὰρ αὐτὴν Ὀδυσσεὺς τὸ πρῶτον, ὅτε οἶδεν ἀναῤῥοιβδήσασαν, ὅ ἐστιν ἀναῤῥοφήσασαν. νῦν δὲ ἀναμετρεῖ αὐτὴν ἐξεμέσασαν, ὅ περ ἀντίκειται πραγματικῶς πρὸς τὸ ἀναῤῥοιβδήσασαν καὶ ἀναβρόξασαν, ἤγουν ἀναπιοῦσαν. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν τὸ ἀναμετρήσαιμι ὡς ἐπί τινος ἔφη μιλιασμοῦ, οἷα τοῦ μετρεῖν λαμβανομένου καὶ ἐπὶ ἐννοίας τοιαύτης. Ἡσίοδος δὲ ἄλλως ἐχρήσατο τῇ λέξει ἐν τῷ, εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ' ἀποδοῦναι αὐτῷ τῷ μετρῷ, μέτρον μὲν εἰπὼν τὸ σκεῦος ᾧ λαμβάνομεν πυρόν, φασιν, ἤ τι τοιοῦτον δάνους λόγῳ ἵνα πάλιν ἀποδῶμεν, μετρεῖσθαι δὲ τὸ οὕτω λαμβάνειν δάνειον καί που καὶ δωρεάν. οὔ πω γάρ, φασιν, ἐπενοήθη νόμισμα ἵστασθαι. ὃ δηλοῖ, φασὶν, Ὅμηρος ἐν τῷ, τὸ χθιζὸν Ἀχαιοὶ χρεῖος ἀποστήσωνται, ἤγουν τὸ γενόμενον αὐτοῖς ἐν τῇ μάχῃ ἐλάττωμα χρεολυτήσωσιν ὥς περ ὀφειλόμενον δάνειον. καὶ τοιοῦτον μὲν τὸ μετρεῖν καὶ μετρεῖσθαι τὸ ἐπὶ δάνους καθ' Ἡσίοδον. χρήσασθαι δέ, φασι, λέγεταί τις ἱμάτιον ἢ σκεῦος. εἰ δὲ τοῦτο ἀληθὲς, ὅμως χρήστης ἐν τῷ καθόλου ὁ ἁπλῶς δανείζων εὕρηται, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων διόλλυμαι. (ῃερς. 433.) Τὸ δὲ προσφὺς πλεῖόν τι πίεσμα δηλοῖ τοῦ ἐμφύς. ὡς νυκτερὶς δὲ προσπέφυκεν Ὀδυσσεὺς τῷ ἐρινεῷ, τυχὸν μὲν πρὸς ἔνδειξιν τοῦ στερεμνίου τῶν κλάδων ὧν οὐχ' ὡς βαρὺς ἥρως ἐξεκρέματο ἀλλ' ὡς κουφοτάτη νυκτερίς, ἴσως δὲ, καὶ διό τι καὶ ἡ νυκτερὶς οὐκ εἴωθεν ἐπιβαίνειν κλάδων ἀλλ' ἐκκρέμαται, ὡς καὶ ἐν τῷ τέλει τῆς Ὀδυσσείας φανεῖται. (ῃερς. 434.) οὐκ ἔχει δὲ Ὀδυσσεὺς οὔτε στηρίξαι ἔμπεδον οὔτε ἐπιβῆναι, τὸ μὲν διὰ τὸ βάθος τῆς Χαρύβδεως, τὸ δὲ ὅτι μακρὰν ἄνω τοῦ κρημνοῦ αἱ τοῦ ἐρινεοῦ ῥίζαι καὶ τὸ ἐπ' αὐταῖς πρέμνον. διὸ κρέμαται. ὅ περ μέσον τι ὂν ἐπιβάσεως καὶ στηριγμοῦ πιθανολογεῖ τὸ ῥᾳδίως οὕτως ἰσχύσαι τὸν Ὀδυσσέα ἐπιῤῥίψαι τοˉις ξύλοις τοῦ ναυαγίου ἑαυτόν. ὑψόθεν γὰρ καταπηδήσας ἐβλάβη ἂν κατὰ τὴν τῆς τρόπεως ἐπίβασιν. (ῃερς. 435.) Ἀπήωροι δὲ ὄζοι οἱ ἀπῃωρημένοι. διατοῦτο γὰρ καὶ ἐκτείνεται ἡ παραλήγουσα. οὗτοι δὲ ὡς μὲν μεγάλοι ἀνέχουσι τὸν Ὀδυσσέα, ὡς δὲ μακροὶ σκιάζουσί τε τὴν Χάρυβδιν καὶ χθαμαλοὶ γίνονται, ὡς οὕτω πιθανῶς τὸν Ὀδυσσέα σχεῖν δράξασθαι τοῦ ἐρινεοῦ ἐν τῷ τὴν Χάρυβδιν ἀναῤῥοιβδεῖν. (ῃερς. 436.) εἰ δὲ σκιάζεται ἡ Χάρυβδις τῷ ἐρινεῷ, τόπος ἄρα ἐστὶ καὶ οὐ θηρίον κατά τινας. Ὅτι δὲ παρατετηρημένως ὁ ποιητὴς οὐκ ἄλλο τι δένδρον παρέφυσε τοῖς περὶ Χάρυβδιν κρημνοῖς ἀλλὰ ἐρινεὸν, ὃς καὶ ἐν κρημνοῖς καὶ οἰκοδομήμασι καὶ ὅπῃ τύχοι φύεται, προδεδήλωται. (ῃερς. 437.) Τὸ δὲ ἐξεμέσειεν ἱστὸν καὶ τρόπιν ἐντελῶς πέφρασται, ὥστε πρὸ ὀλίγων ἐν τῷ, ὅτ' ἐξεμέσειεν ὡς λέβης, λείπει τὸ, ὕδωρ ἁλμυρὸν, ἤ τι τοιοῦτον. οὕτω δὲ καὶ 2. 35 τὸ μὲν τρὶς ἀναῤῥοιβδεῖ ἐλλιπῶς ἔχει, τὸ δὲ ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ, ἐντελῶς. σαφέστερον δὲ τοῦ ἐξεμεῖν τὸ ἐκφαίνεσθαι, ὡς δηλοῖ τὸ, δοῦρα (ῃερς. 441.) Χαρύβδεως ἐξεφαάνθη, τὰ πρὸ τούτου δηλαδὴ κρυπτόμενα. (ῃερς. 439.) τὸ δὲ εἰρημένον ὀψὲ, οὐ τὸ πρὸς ἑσπέραν δηλοῖ, ἀλλὰ τὸ μετὰ παραῤῥοὴν χρόνου. φασὶ γὰρ οἱ παλαιοὶ ὅτι ἑσπέρα μὲν τὸ μετὰ δύσιν Ἡλίου κατάστημα, ὀψὲ δὲ οὐχ' ἁπλῶς τὸ μετὰ πολὺ τῆς δύσεως, ἀλλὰ τὸ μετὰ πολὺν χρόνον. (ῃερς. 440.) Ἡ δὲ ῥηθεῖσα τοῦ κριτοῦ παρένθεσις παράγγελμά τί, φασιν, ἠθικὸν ἔχει τὸ, δεῖν τὸν κρίνοντα ὀψὲ εἰς οἶκον ἀπιέναι διημερεύοντα καὶ λύοντα φιλονεικίας, ὃ δὴ καὶ τὸν Δηόκην ἱστοροῦσι ποιεῖν, τῶν μὲν οἰκείων ἀμελοῦντα, δι' ἡμέρας δὲ τὰς τῶν φυλετῶν δίκας λύοντα. Τὸ δὲ κρίνων νείκεα δηλοῖ μὲν τὸ διαχωρίζειν. ἐπεὶ καὶ διχαστὴς οἷόν τίς ἐστιν ὁ δικαστὴς κατὰ τοὺς σοφούς. πέφρασται δὲ καὶ αὐτὸ κατὰ ἐντέλειαν. τὸ δέ γε κρίνειν ἁπλῶς οὕτω ῥηθὲν λείπεται τοῦ, νείκεα ἢ στάσεις ἢ φιλονεικίας ἢ τοιούτου τινός. (ῃερς. 443.) Τὸ δὲ ἐνδούπησα, ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἔπεσον· παρακολουθεῖ γὰρ τῇ τοιαύτῃ πτώσει καὶ δοῦπος, τοιοῦτον δέ τι καὶ τὸ, δεδουπότος Οἰδιπόδαο. ἐκεῖνο δὲ θανάσιμον δοῦπον δηλοῖ. Τὸ δὲ παρὲξ φανερὰν ἑρμηνείαν ἔχει κἀνταῦθα ἐγγύτητός τε καί τινος ἀπώσεως. παρὰ μὲν γὰρ τοῖς ξύλοις ἐγγὺς ἐδούπησεν Ὀδυσσεὺς, ἔξω μέντοι αὐτῶν καὶ οὐκ ἐπ' αὐτοῖς ἤγουν ἄνω αὐτῶν, ἵνα μὴ προσαραχθεὶς αὐτοῖς βλαβῇ. (ῃερς. 444.) Τὸ δὲ διήρεσα χερσὶν, ἀστείως ἅμα καὶ περιφραστικῶς ἀντὶ τοῦ ἐνηχόμην εἴρηται. (ῃερς. 445.) Ὅτι παρασημειοῦται Ὀδυσσεὺς εὐτυχῶς αὐτῷ συμπεσεῖν τὸ μὴ ἐντρανίσαι αὐτῷ τὴν Σκύλλαν. φησὶ γάρ· Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε εἰσιδέειν. οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. δῆλον δὲ ὡς καὶ ἡ κατὰ κρημνῶν ἐκεῖ ἔκφυσις τοῦ ἐρινεοῦ πρὸς εὐτυχίας αὐτῷ ἦν, καθὰ καὶ ἡ συνάραξις τοῦ ἱστοῦ πρὸς τὴν τρόπιν. παραμέμικται γοῦν τι καὶ εὐτυχίας οὕτω τῇ πολλῇ δυσπραγίᾳ τοῦ ἥρωος. (ῃερς. 447.) Ὅτι ἐννῆμαρ ἐκεῖθεν φερόμενος Ὀδυσσεὺς νῆσον ἐς Ὠγυγίην πέλασε περιτρόπιος βεβαὼς, ὡς καὶ ἡ Κωλυψώ που ἔφη. ἔνθα μέ φησιν ἐκείνη φίλει τ' ἐκόμει τε. Τὸ δ' ἐντεῦθεν παύων ὁ ποιητὴς τὴν ἐπὶ τὰ ἑξῆς πρόοδον τοῦ λόγου φησί· (ῃερς. 450.) τί τοι τάδε μυθολογεύω; ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ὑμῖν, ἐχθρὸν δέ μοί ἐστιν (ῃερς. 453.) αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν, τουτέστι διττολογεῖν τὰ ἀριδήλως ῥηθέντα. ἐξ οὗ δῆλον, ὅτι οὐδεμία τῶν παρ' Ὁμήρῳ δισσολογιῶν ἀχρεία οὐδὲ μάτην ἐπ' ἀδολεσχίᾳ παρέῤῥιπται. ὁ δὲ τοιοῦτος τοῦ Ὀδυσσέως λόγος χρήσιμός ἐστι παντὶ μὴ ἐθέλοντι παλιλλογεῖν τὰ εἰρημένα σαφῶς. ὃ δὲ Ὀδυσσεὺς παραιτεῖται, Ὁμήρου πάντως ἐστὶ λόγος πρὸς τὸν ἀκροατὴν, ἀναμιμνήσκων ὡς τὰ ἐφεξῆς τῶν ἄρτι ῥηθέντων προϊστόρηται. διὸ εἰς καινὸν διττολογηθήσονται. Ὅρα δὲ ἐν τῷ μυθολογεύειν μνείαν λόγου, εἰ καὶ οἱ παλαιοὶ μὴ γινώσκεσθαι Ὁμήρῳ λόγου λέξιν φασίν. ἐν δὲ τῷ, ἀριζήλως, ἡ τοῦ ˉδ καὶ τοῦ ˉζ συγγένεια δείκνυται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ Ποσειδῶν. Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι τῷ Ὀδυσσεῖ συμβουλεύει περὶ τῆς μνηστηροφονείας, καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει. καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. ΟΔΥΣΣΕΙΑΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ παυσάμενος Ὀδυσσεὺς τοῦ τῆς πλάνης κακοῦ οἴκαδε τοῦ λοιποῦ καταπαύει ἀεθλεύσων καὶ ἐκεῖ τὰ λειπόμενα. διὸ καὶ ἐπιγράφουσι ταύτην οἱ παλαιοὶ οὕτως· Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. (ῃερς. 1.) λέγει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀκὴν γενομένους σιωπῇ τοὺς Φαίακας κηληθμῷ σχεθῆναι ἐφ' οἷς Ὀδυσσεὺς ἀφηγεῖτο. ποιεῖ δὲ καὶ τὸν βασιλέα ὑπισχνούμενον διαταῦτα καὶ ἕτερα δῶρα τῷ Ὀδυσσεῖ ἐπέκεινα ὧν ἔχει λαβών. (ῃερς. 4.) Ὅτι εἴ πέρ 2. 36 που ἀλλαχοῦ, ἐνταῦθα μάλιστα κυρίως κεῖται τὸ χαλκοβατὲς ἐπὶ δώματος. φησὶ γὰρ Ἀλκίνοος· Ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ καὶ ἑξῆς. τὰ γὰρ Ἀλκινόου δώματα πολλῷ χαλκῷσυγκεκρότηται, ὡς προδεδήλωται. Ὅτι ὑποσχετικὸν ἐπ' ἀγαθοῖς τὸ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ δῶ, οὔτι παλιμπλαγχθέντα σε ὀΐω ἂψ ἀπονοστήσειν εἰ καὶ μάλα πολλὰ πέπονθας. (ῃερς. 7.) Ὅτι προοιμίῳ ἐπιστρεπτικῷ εἰς προσοχὴν Ἀλκίνοος χρᾶται τούτῳ, ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ. (ῃερς. 8.) δύο ταῦτα λέγων ἐξαίρετα δοκοῦντα τοῖς Φαίαξι, (ῃερς. 9.) τὸ αἰεὶ πίνειν, καὶ τὸ ἀκούειν ἀοιδοῦ, τοῦ Δημοδόκου δηλαδή. ἔστι δὲ τὸ μὲν ἐφιέμενος (ῃερς. 7.) ἀντὶ τοῦ ἐντελλόμενος· ὅθεν καὶ ἐφημοσύνη καὶ ἐφετμὴ ἡ ἐντολή. (ῃερς. 8.) Γερούσιος δὲ οἶνος, ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἐν τῷ τῶν γερόντων ἤτοι τῶν ἐντίμων συμποσίῳ πινόμενος. (ῃερς. 9.) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα τῷ πίνειν καὶ τὸ ἐσθίειν συνεξακούεται. νικᾷ δὲ ὅμως ἐκφωνεῖσθαι τὸ πίνειν, ἐπεὶ καὶ συμπόσιον ἡ τοιαύτη σύνταξις καλεῖται καὶ εἰλαπίνη ὡς ἐπὶ πολύ. καλεῖται μέντοι ἔστιν ὅτε καὶ δαὶς, ὡς τὸ, τίς δαὶς τίς δ' ὅμιλος. τὸ δὲ ἀκουάζεσθε δῆλον ὅτι τοῦ ἀκούειν ἐστὶ παραγωγή. (ῃερς. 11.) Ὅτι χρυσὸν πολυδαίδαλον Ἀλκίνοος ἐνταῦθα λέγει τὸν ἀργὸν καὶ ἀκατέργαστον καὶ εἰς πολλὰ δαιδάλλεσθαι ἐπιτήδειον. τοιοῦτος δὲ ὁ τῶν ταλάντων ἃ φθάσας ἔλαβεν ἐκ τῶν Φαιάκων Ὀδυσσεύς. δῆλον δὲ ὅτι ἐκ τοῦ πολυδαιδάλεος ἑξασυλλάβου συγκέκοπται ὁ πολυδαίδαλος, καὶ ὅτι ἐκ τοῦ Κρητικοῦ Δαιδάλου καὶ ἡ τοιαύτη λέξις, ὡς πολλαχοῦ φαίνεται. (ῃερς. 13.) Ὅτι πρὸς τοῖς ἤδη δοθεῖσι δώροις τῷ Ὀδυσσεῖ καὶ ἕτερα παρέλκων ἐκ τῶν βουληφόρων Ἀλκίνοος χάριν ὧν ἐῤῥητόρευσεν Ὀδυσσεὺς, φησίν· ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠὲ λέβητα ἀνδρακάς. ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον τισόμεθα. ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. Ἰστέον δὲ ὅτι ἐν ἀσαφεῖ παραῤῥίψας τὸ, τρίποδα ἠὲ λέβητα, οὐ διήρθρωσε νῦν εἴτε τοῦτο εἴτε ἐκεῖνο γέγονεν ἀλλὰ σιγᾷ τὸ μὴ ὂν ἀναγκαῖον ἱστορηθῆναι, χαλκὸν εὐήνορα εἰπὼν αὐτὰ μετ' ὀλίγα, ὃς ὕλη τοῖς τοιούτοις ἐστίν. ἐν δέ γε τοῖς ἑξῆς εἰπὼν περὶ Ὀδυσσέως, ὅτι τρίποδας περικαλλέας ἠδὲ λέβητας ἠρίθμει, ἐμφαίνει μὲν ὡς καὶ τρίποδες καὶ λέβητες ἐδόθησαν τῷ Ὀδυσσεῖ, οὐ διευκρινεῖ δὲ τὸ ποσόν. εἰ δέ τις εἴπῃ, ἀνδρακὰς λαβεῖν τὸν Ὀδυσσέα καὶ τρίποδας καὶ λέβητας, κωλύεται εἰς τὸν νοῦν διὰ τοῦ, τρίποδα μέγαν ἠὲ λέβητα. εἰ μὴ ἄρα γράψοι τις καὶ ἐνταῦθα τρίποδα μέγαν ἠδὲ λέβητα. τότε γὰρ ἔσονται ἀνδρακὰς τρίποδες δεκατρεῖς καὶ λέβητες δεκατρεῖς, ὃ κρεῖττον. φέρεται γὰρ καὶ τοιαύτη γραφὴ ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Τιμιώτερον δὲ λέβητος ὁ περικαλλὴς τρίπους. διὸ καὶ Ἥφαιστος ἐν Ἰλιάδι ἀσχολεῖται εἴκοσι τρίποδας τεύχων. Διαφορὰ δὲ τρίποδος καὶ λέβητος φανήσεται ἐν τοῖς ἑξῆς. (ῃερς. 12.) Βουληφόρους δὲ Ἀλκίνοος τοὺς τῶν Φαιάκων προὔχοντας λέγει, ἑαυτῷ ὑποκρατήσας, ὡς καὶ προεδηλώθη, τὸ, ἐξ αὐτοῦ ἔχεσθαι ἔργον τε ἔπος τε. ὃ ἐπιβεβαιώσας ἐκεῖ ἔφη ἐν ἐπηκόῳ πάντων, ὡς τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω. ὥστε αὐτὸς μὲν ἄναξ, οἱ δὲ λοιποὶ οὐ μόνον βουληφόροι, ἀλλὰ καὶ ἄριστοι, ἤδη δέ γε καὶ βασιλεῖς διὰ τὸ πάνυ ἔντιμον, ὃ καὶ ἐπ' ἄλλων ἐφάνη. (ῃερς. 14.) Τὸ δὲ ἀνδρακὰς ὀξύνεται μὲν κατὰ τὸ ἑκὰς καὶ ἀγκὰς καὶ ἐντυπάς. δηλοῖ δὲ τὸ κατ' ἄνδρα, ἵνα μὴ τὸ τρίποδα μέγαν ἠδὲ λέβητα ἐπὶ ἑνὸς μόνου τρίποδος καὶ ἑνὸς λέβητος νοηθείη, ἀλλὰ ἑνὸς κατὰ ἕκαστον ἄνδρα ἡμῶν δηλαδὴ τῶν δεκατριῶν βασιλέων, ἵνα καὶ οἱ τρίποδες καὶ οἱ λέβητες τρεῖς εἶεν καὶ δέκα. (ῃερς. 15.) οὐ γὰρ ἂν εἷς ἢ ἐξ ἡμῶν τῶν προεχόντων ἢ ἐκ τῶν δημοτῶν δυνηθείη ἂν τοσαῦτα προικὸς χαρίσασθαι, ἤγουν προῖκα καὶ δωρεάν. Φρύνιχος δέ, φασιν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακὰς, ἵνα ᾖ τὸ ἀνδρακὰς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας, ὅ περ ἐνταῦθα οὐκ εὐσυμβίβαστον. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσιν ἄνδρα κάθ' ἡμεῖς δὲ καὶ ἑξῆς, ἵνα ἐξ ὀρθοῦ λέγῃ κοινῶς, ὅτι δῶμεν κατὰ ἄνδρα. τοῦτο γὰρ δηλοῖ τὸ, ἄνδρα κάτα. ἐκ δὲ τοῦ ῥηθέντος ἀγείρειν εἴτουν ἀγυρτάζειν καὶ ὁ ἀγύρτης γίνεται καὶ ἀγυρμός. Τὸ δὲ τισόμεθα οἱ μὲν παλαιοί φασιν εἰσπραξόμεθα. ἔστι δὲ καὶ συνήθως εἰπεῖν ἀποτίσομεν. τὸ γὰρ ἐκ τοῦ δήμου ἀγερθὲν τοῖς βουληφόροις ἀποδοθήσεται ὑπὲρ ᾧ ἄρτι δεδώκασι τῷ Ὀδυσσεῖ. Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀγείρειν ἐκ τοῦ δήμου τὰ δωρηθέντα σμικροπρεπὲς μὲν, ἔθος δὲ ὅμως παλαιὸν κατὰ τὰς λεγομένας συνδοσίας καὶ διανομάς. (ῃερς. 15.) Ὅτι δὲ προῖκα οἱ παλαιοὶ τὴν δωρεὰν ἔλεγον, καὶ ὅτι ἐκ τοῦ καταπροΐξασθαι αὐτὴν παρῆγον, δηλοῦται καὶ ἀλλαχοῦ. εἴη δὲ ἂν τὸ καταροΐξασθαι ὅμοιόν τι τῷ καταπροήσεσθαι, ὅ ἐστι προδοῦναι. ἑρμη 2. 37 νευθείη δ' ἂν καὶ χάρις ἡ προῖξ. ὡς δηλοῖ τὸ, προικὸς χαρίσασθαι. Ἀττικὸς δὲ ἀνὴρ οὕτω φράζει. τὸ γὰρ κοινότερον προῖκα χαρίσασθαι. ἐλλειπτικῶς δὲ καὶ ἄμφω ἔχει. ἔστι γὰρ τὸ μὲν διὰ προικὸς, τὸ δὲ κατὰ προῖκα. τὸ μέντοι ἐπὶ γαμηλίου δώρου τὴν προῖκα νοεῖσθαι τῶν
428.2.1
Ὅμηρόν ἐστιν. ἡ δὲ τοιαύτη προῖξ ὅτι καὶ φερνὴ λέγεται, δηλοῖ, φασὶν, ἐν Φαέθοντι Εὐριπίδης, εἰπών· ἐλεύθερος δ' ὢν δοῦλος ἐστὶ τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων. ἔστι δὲ φερνὴ μὲν παρὰ τὸ φέρειν, ἡ προσφερομένη δηλαδή. προῖξ δὲ παρὰ τὸ προΐκω προΐξω. οὗ δύο σημαινόμενα· προΐξασθαι γὰρ οὐ μόνον τὸ δωρεὰν δοῦναι, ἀλλὰ καὶ τὸ καταπροδοῦναι. ὃ καὶ προέσθαι καὶ καταπροέσθαι λέγεται Ἀττικώτερον. (ῃερς. 19.) Ὅτι χαλκὸν εὐήνορα κἀνταῦθα λέγει τὸν εἰς ἀνδρίαν πάλαι ποτὲ συντελοῦντα ὅτε εἰς ὁπλοποιΐαν χρήσιμος ἦν. οὐκ ἐνεργείᾳ δὲ τοιοῦτος ἀλλὰ δυνάμει ὁ τῶν ἐνταῦθα τριπόδων καὶ λεβήτων χαλκός. χαλκὸς γὰρ αὐτόχρημά ἐστι, δυνάμενός ποτε καὶ ὁπλοποιηθῆναι καὶ οὕτως εὐήνωρ γενέσθαι. (ῃερς. 20.) Ὅτι Ἀλκίνοος τιμῶν τὸν σοφὸν Ὀδυσσέα οὐ μόνον κατεπλούτισε δώροις, ἀλλὰ καὶ διακονεῖν οὐκ αἰσχύνεται. αὐτὸς γὰρ ἰὼν διὰ νηὸς ὑπὸ ζυγὰ κατέθηκε τὰ δῶρα, μή τινα ἑταίρων βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατο ἐρετμοῖς. οὕτω καὶ Αἰόλος αὐτὸς κατέδησε τὸν ἀσκὸν ἐν ᾧ οἱ ἄνεμοι. (ῃερς. 21.) Ζυγὰ δὲ τὰς ναυτικὰς λέγει καθέδρας. ἀφ' ὧν καὶ τὸ ἐζεῦχθαι ἐπὶ νηῶν. ἄμφω γὰρ ταῦτα συμβαίνει περὶ τὰ ζυγὰ, ἤγουν καὶ τὸ τοὺς τοίχους τῆς νηὸς ζευγνύναι καὶ εἰς καθέδραν χρήσιμα εἶναι. (ῃερς. 24.) Ὅτι συνεπισπεύδων ὁ Ὁμηρικὸς ἐνταῦθα λόγος τῷ Ὀδυσσεῖ τήν τε γενομένην θυσίαν βραχυλογεῖ, καὶ τὴν τοῦ Δημοδόκου δὲ ἀοιδὴν οἵα τις ἦν σιωπᾷ. ἐνδεικνύμενος δὲ καὶ τὴν τοῦ Ὀδυσσέως πολλὴν σπουδὴν εἰς τὸ ἀποπλεῦσαι συχνὰ βλέπειν ἐκεῖνον λέγει πρὸς Ἥλιον πότε ἂν δύνῃ. φράζει δὲ οὕτω πως· τοῖς δὲ βοῦν ἱέρευσεν ἱερὸν μένος Ἀλκινόοιο, Διῒ ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κείαντες δαίνυντ' ἐρικυδέα δαῖτα, τερπόμενοι. μετὰ δέ σφισιν ἐμέλπετο θεῖος ἀοιδὸς Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς Ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. τοῦτο δὲ παντὶ ἁρμόζει σπεύδοντι, εἰς νυκτὸς ὁδόν. (ῃερς. 31.) εἶτα καὶ διὰ παραβολῆς δεικνὺς τὴν πολλὴν τοῦ Ὀδυσσέως ἔπειξιν ἐπιφέρει· ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ νειὸν ἀνέλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον, ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος Ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἔδυ φάος Ἠελίοιο. ἐπισπεύδει δὲ τὸν ἀπόπλουν Ὅμηρος, ἵνα καὶ τῆς ἐπισοδιώδους ἱστορίας ὀψέ ποτε ἀπαλλαγῇ, καὶ τὸν Τηλέμαχον ἐπαναγάγῃ ἐκ τῆς Σπάρτης. καὶ μὴ ἐπιπλέον ἀπιθάνως ἐκεῖ βραδύνοντος τοῦ παιδὸς ἀργοίη τὰ κατὰ τὸν πατέρα σπουδαῖα ἔργα. (ῃερς. 30. σθθ.) Ὅρα δὲ τὸ ἔδυ καὶ κατέδυ καὶ δῦναι, ὧν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ ὑπὸ γῆν ἐλθεῖν τὸν Ἥλιον. (ῃερς. 31.) φιλότιμον δὲ εἰς ἔργον ἄνδρα ἡ ῥηθεῖσα παραβολὴ δηλοῖ καὶ καματηρὸν, εἴ γε καὶ πανημέριος πονεῖται ἄσιτος, καὶ ἐπανιὼν ὀκλάζει τοῖς γόνασι διὰ τὸ πολὺ τοῦ καμάτου. καὶ οὕτως ἐπιτείνεται τῷ τοιούτῳ ἡ σπουδὴ τοῦ ἐλθεῖν οἴκαδε καθὰ καὶ τῷ Ὀδυσσεῖ ἡ τοῦ νόστου. (ῃερς. 32.) Οἴνοπες δὲ βόες ἢ μέλανες διὰ τὸ, μέλας οἶνος, ἢ πυῤῥοὶ διὰ τὸ, οἶνος ἐρυθρός. Πηκτὸν δὲ ἄροτρον ἢ τὸ εὐπαγὲς κατὰ συνήθη ἔλλειψιν τοῦ εὖ, χρὴ γὰρ εὐπαγὲς αὐτὸ εἶναι, ἢ καὶ διότι πρῶτον ἐπενοήθη ὡς εἰκὸς τὸ πηκτὸν, εἶθ' ὕστερον ἐξευρέθη τὸ παρ' Ἡσιόδῳ αὐτόγυον, οὗ περ οὐδαμοῦ μέμνηται Ὅμηρος. (ῃερς. 34.) Ἀπὸ δὲ τοῦ βλάβεται ἡ βλάβη γίνεται, ὡς καὶ ἡ ἀποκρυβὴ ἀπὸ ἀῤῥήτου θέματος τοῦ κρύβω, καὶ ἡ καλύβη ἐξ ὁμοίου τοῦ καλύβω. ἐφ' ὧν, ἴσως ἐκ τοῦ βέβλαφα καὶ κέκρυφα καὶ κεκάλυφα, οἱ εἰρημένοι ἐνεστῶτες παρήχθησαν ἀναγωγῇ συνήθει, Μακεδόνων ἔθει, μεταβαλλόντων τὸ ˉφ εἰς ˉβ, ὡς ἐν τῷ Φίλιππος καὶ τοῖς ὁμοίοις, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 39.) Ὅτι καὶ ἀπιόντες οἱ παλαιοὶ ἀπὸ ξενοδόχων προσεφώνουν τὸ χαίρειν, ἐπευχόμενοι καὶ τὰ εἰκότα. ὃ καὶ Ὀδυσσεὺς ἐνταῦθα ποιεῖ εἰπών· πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεὸς ὄλβια ποιήσειεν. ἀμύμονα δ' οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. ὑμεῖς δ' αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα, θεὸς δ' ἀρετὴν ὀπάσειε παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. (ῃερς. 59.) καὶ ταῦτα μὲν πρὸς τοὺς ἄνδρας ὁ Ὀδυσσεύς. ἰδίᾳ δὲ τῇ Ἀρήτῃ προπιὼν, ὡς ἐφεξῆς εἰρήσεταί, φησι· χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι πέλονται. αὐτὰρ ἐγὼ νέομαι. σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ, παισί τε καὶ λαοῖσι (ῃερς.