Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1.1
) τῷ δ' οὔτι γυνὴ καὶ νήπια τέκνα οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται. ὃ δὴ περίφρασίς ἐστι τοῦ, οὐκ ἐπάνεισιν οἴκαδε. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ, ἥμεναι ἐν λειμῶνι, πολὺς δ' ἀμφ' ὀστέοφιν θὶς ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν. ἀλλὰ παρὲξ ἐλάαν. ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων, κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ τῶν ἄλλων. αὐτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα, δησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ. ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὄφρα κε τερπόμενος ὄπ' ἀκούῃς Σειρήνοιϊν. αἴ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότ' ἐν δεσμοῖσι δεόντων. (ῃερς. 155.) καὶ οὕτω μὲν ἡ Κίρκη. Ἐπεὶ δὲ χρὴ καὶ αὐτὸ συνεχῶς ἐνταῦθα τὸ πρᾶγμα γραφῆναι τὸ κατὰ τὸν Ὀδυσσέα ὅτε τὰς Σειρῆνας εὗρεν, ἵνα τῇ παραθέσει ἑνὸς τούτου γενομένου ὕφους ἡ κατὰ τὰς Σειρῆνας ἀλληγορία ἐντελῶς δι' ὅλου ὡς ἐκ διεῤῥωγότων συῤῥαφείη, ἔχει καὶ ἡ ἐν ἐκείνοις Ὁμηρικὴ φράσις οὕτως, Ὀδυσσέως ἀφηγουμένου τοῖς ἑταίροις ἃ εἶπεν αὐτῷ ἡ Κίρκη, εἶτα ἐπισυνείροντος καὶ τὰ ἐφεξῆς. (ῃερς. 158.) Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων φθόγγον ἀλεύσασθαι, καὶ λειμῶν' ἀνθεμόεντα, οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν ἀλλά με δεσμῷ δήσατ' ἐν ἀργαλέῳ ὄφρ' ἔμπεδον αὐτόθι μίμνω, ὀρθὸν ἐν ἱστοπέδῃ· ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω. Αἴ δέ κε λίσσομαι ὑμέας λῦσαί τε κελεύω, (ῃερς. 164.) ὑμεῖς δὲ πλεόνεσσι τότε δεσμοῖσι πιέζειν. ταῦτα δέ μου λέγοντος, καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς νῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων. αὐτίκ' ἔπειτ' 2. 3 ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. κοίμησε δὲ κύματα δαίμων. ἀνστάντες δ' ἕταροι νεὼς ἱστία μηρύσαντο. καὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ θέσαν. οἱ δ' ἐπ' ἐρετμὰ ἑζόμενοι λεύκαινον (ῃερς. 172.) ὕδωρ ξεστῇς ἐλάτῃσι, δεύτερον τοῦτον, ὅ φασι, στελλόμενοι πλοῦν. πρῶτος γὰρ, ὁ διὰ οὔρου ἀπήμονος. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ τυτθὰ διατμήξας, χερσὶ στιβαρῇσι πιέζευν. (ῃερς. 175.) αἶψα δ' ἰαίνετο κηρὸς, τουτέστιν ἐθερμαίνετο, καθὰ κεῖται πολλαχοῦ. ἐπεί φησι κέλετο μεγάλη ἴς, ἡ τῶν ἐμῶν δηλαδὴ στιβαρῶν χειρῶν, ἡ κατὰ τὸ πιέζειν. Ἠελίου τ' αὐγὴ Ὑπεριονίδαο ἄνακτος. ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα. οἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον. αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα (ῃερς. 180.) τύπτον ἐρετμοῖς, τουτέστιν ἐκωπηλάτουν. ὡς ἐκ τοῦ παρακολουθοῦντος δὲ τοῦτο φησὶ, καθὰ καὶ τὸ, ἐλεύκαινον ὕδωρ ἐλάταις. καὶ γὰρ καὶ τύπτεται καὶ λευκαίνεται ἡ θάλασσα κώπαις ὑπὸ τῶν ἐρεσσόντων, ὡς δῆλον μάλιστα ἐν νυκτί. ἀλλ' ὅτε, φησὶ, τόσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, ῥίμφα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν· δεῦρ' ἄγ' ἰὼν πολύαιν' Ὀδυσσεῦ μέγα κῦδος Ἀχαιῶν (ῃερς. 185.) νῆα κατάστησον, ἤγουν στῆσον ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρήλασσε νηῒ μελαίνῃ, πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκούσει. ἀλλ' ὅγε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. Ἴδμεν γάρ τοι πάνθ' ὅσσ' ἐν Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πολυβοτείρῃ. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον. (ῃερς. 193.) αὐτὰρ ἐμὸν κῆρ ἤθελ' ἀκουέμεναι. εἰκὸς γὰρ καὶ ἐμπλατύνεσθαι αὐτὰς ἐπὶ πλέον τῇ τοιαύτῃ ᾠδῇ. λῦσαι δ' ἐκέλευον ἑταίρους, (ῃερς. 194.) ὀφρύσι νευστάζων, οὐδὲ γὰρ ἦν ἄλλως ἀκούεσθαι διὰ τὸ ἄλειμμα τοῦ κηροῦ. οἱ δὲ ὡς παρηγγέλθησαν, προπεσόντες ἔρεσσον. αὐτίκα δ' ἀναστάντες Περιμήδης Εὐρύλοχός τε οἱ καὶ ἐν Ἅιδου ὑπουργοῦντες τῷ Ὀδυσσεῖ καὶ τὰ ἱερεῖα σχόντες, πλείοσί με ἐν δεσμοῖσι δέον, μᾶλλόν τε πιέζευν. αὐτὰρ ἐπειδὴ τάς γε παρήλασαν, οὐδ' ἔτ' ἔπειτα φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδῆς, αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, ὅν σφιν πᾶσιν ἄλειψα, (ῃερς. 200.) ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν, ἐγκρατέστεροι δηλαδὴ αὐτοὶ φανέντες Ὀδυσσέως. ὁ μὲν γὰρ ἥττητο τῆς ἡδονῆς, ὃ δὴ μαρτύριόν ἐστιν ὅσον ἰσχύει ἡδονὴ, οἱ δὲ, πρὸς ἰσχύος ἔχοντες ἀπαγαγεῖν τὸν κηρὸν καὶ ἀκοῦσαι τῶν Σειρήνων, οὐκ ἐποίησαν οὕτως. αἴτιον δὲ ἡ κατ' ἀλληγορίαν διδασκαλία, καθ' ἣν ὁ φιλόσοφος μὲν Ὀδυσσεὺς τὰς τῶν φίλων ἀκοὰς κηρῷ ἀλείψας, τουτέστιν ἀλείπτης ἐκείνων διὰ σπουδαίας ἀκροάσεως εἰς φιλοσοφίαν γενόμενος, αὐτὸς μὲν ἐπιστημόνως ἤκουσεν, ὡς ἂν πειραθείη. τῶν δ' ἄλλων οὐκ ἀφῆκε τινὰ εἰς ἀκοὴν ἐλθεῖν τῶν Σειρήνων, ἃς ἡ ἀλληγορία εἰς τὸ ἐν μέλεσιν ἡδονὰς μεταλαμβάνειν οἶδεν. ᾔδει γὰρ οἷα φιλόσοφος, ὅτι ἀκούσαντες παραμενοῦσι, καὶ τὸν θῖνα τῶν ὀστέων προσεπαυξήσουσι κατακληθέντες τῇ ἡδονῇ. ἅ περ ὀστᾶ ὁ μὲν γραμματικὸς Ἀριστοφάνης νοεῖ ἐπεστοιβάσθαι σωρηδὸν, ὡς τῶν ἀκροᾶσθαι παρατυχόντων, τηκομένων τῇ ἐκ τῆς ἀοιδῆς ἡδονῇ, καὶ οὕτω θνησκόντων. ὁ δὲ Ἀρίσταρχος, ὡς ἐκλειπόντων διὰ τὴν τῶν ἀναγκαίων σπάνιν ἣν πάσχουσι προστετηκότες ἐπὶ μακρὸν τῇ ᾠδῇ. τέως γε μὴν οὐδ' αὐτὸς ἄνετος ἀκούει τῶν Σειρήνων, ἀλλ' ὀρθὸς χεῖράς τε πόδας τε δεδεμένος ἐν ἱστοπέδῃ· ὀρθὸς μὲν, διότι οὐ κατακαμφθεὶς ὑπέκυψε πρὸς τὰ θέλγητρα, ἔμπεδον δὲ ἦν αὐτόθι μίμνων· δεδεμένος δὲ, ὅτι μὴ ἀνέτως ἔχων ἑαυτὸν ἐκείνοις ἐκδέδωκεν, ἀλλὰ δεσμῷ φιλοσοφίας εἴχετο. παρ' αὐτῷ μέντοι ἦν ἀκοῦσαί τε καὶ μή. ἑκούσιον γὰρ ἡ ἀρετὴ καὶ αἱρετὸν κατὰ θέλησιν. διὸ καὶ ἡ Κίρκη ἔφη· αὐτὸς δὲ ἀκούειν αἴ κ' ἐθέλῃσθα. ὅθεν καὶ αὐτοῦ πείρατα, τοῦ δεσμοῦ δηλαδὴ, ἀνῆπτο, ὡς τοῦ φιλοσόφου ἔχοντος ἑαυτοῦ ἐξημμένον τὸν τοιοῦτον δεσμὸν καὶ μὴ ἄλλοθεν. οὗ δὴ δεσμοῦ καὶ τῆς ὡς ἐῤῥέθη κατ' ὀρθὸν στάσεως σύμβολον ἐπιτμητικὸν ἡ ἱστοπέδη φαίνεται, στάσιν καὶ πέδην ἀλληγορικῶς ἐμφαίνουσα. (ῃερς.
42.1.2
) Τιμῆς δὲ ἔνδειξις τὸ, τῷ δ' ἕδρης ἐπιόντι ὑπόειξεν ὁ δεῖνα, ἤγουν ἐξεχώρησε τῆς ἕδρας ἀναστὰς διὰ τιμὴν τοῦ ἐπιόντος. (ῃερς. 44.) ἐκεῖνος δὲ αὖθις, εἴ περ ἂν τιμᾷ τὸν τοιοῦτον, εἴποι ἂν, ἧσο, ὦ ξεῖνε, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην. ποιεῖ δὲ τὸ μὲν πρῶτον ὁ πτωχὸς Ὀδυσσεὺς, τὸ δὲἐφεξῆς λέγει ὁ υἱὸς Τηλέμαχος, τιμῶν ἐκεῖνον ὡς ἁπλῶς ξένον, προσθεὶς καὶ ὡς εὑρήσομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ, πάρα δ' ἀνὴρ ὃς καταθήσει, τουτέστιν ὁ Εὔμαιος. (ῃερς. 45.) Ἰστέον δὲ ὡς χαίροι ἂν, ὥς πέρ που ἡ Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕτω καὶ νῦν Ὀδυσσεὺς τῷ υἱῷ ποιοῦντι τὸ καθῆκον, καὶ μᾶλλον ὅτι ἑτέρωθεν ἐρήτυεν αὐτὸν ὅτε ὑπεῖκεν αὐτῷ τῆς ἕδρας. σταθμὸς δὲ καὶ ἐνταῦθα ἡ ἀγροτικὴ οἴκησις. σύστοιχον δὲ τούτῳ καὶ τὸ κλίσιον. τὸ μέντοι δῶμα καὶ τὸ μέγαρον ἀστικώτερα. (ῃερς. 47.) Ὅτι ὁ συβώτης τῷ Τηλεμάχῳ χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν. καὶ τοῦτο μόνον πλεονεκτεῖ αὐτὸς τοῦ πλανήτου πατρὸς, τὸ χλωρὰς ῥῶπας ὑποτεθῆναι αὐτῷ ἀγροικώτερον. οὐ γὰρ ἀπηξίου τὰ τοιαῦτα ὁ ἡρωϊκὸς βίος. Τὸ δὲ ὑποχεῦε ῥῶπας καὶ κῶας τὸ ἁπαλὸν καὶ ὑγρὸν τοῦ στρώματος δηλοῖ. (ῃερς. 49.) Ὅτι ἐν τῷ, τοῖσι δὲ κρειῶν πίνακας παρέθηκεν ὀπταλέων, ἃ δὴ τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, πίνακας μὲν τὰ κάνεα λέγει κατὰ λόγον πολυωνυμίας, ὧν καὶ εὐθὺς μέμνηται ἐν τῷ, σῖτον παρενήνεεν ἐν κανέοισι, προτέραν δὲ τὴν χθὲς, ἣν καὶ προτεραίαν φαμέν. Τὸ δὲ ἃ ὑπέλειπον ἔδοντες, δηλοῖ μὲν τὰ ἕωλα, σύστοιχον δέ ἐστι τῷ, χαριζομένη παρεόντων. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι οὐ μόνοις μνηστῆρσι τοῖς τρυφῶσιν οἰκεῖον τὸ, σῖτον παρενήνεεν ἐν κανέοις, ἀλλ' ἰδοὺ καὶ νῦν ἔνθα σώφρων ἡ δίαιτα. καὶ τὰ μὲν κρέα ἕωλα, ἐν δὲ κισσυβίῳ τὸ κέρασμα. σῖτον δὲ παρενήνεεν Εὔμαιος, ὅ ἐστι παρετίθει συνάγων ἐν τῷ κανῷ. Σημείωσαι δὲ ὅτι τὸ, κρειῶν πίνακας πρὸς διαστολὴν κεῖται τοῦ, πίνακας σίτου καὶ τῶν τοιούτων, ἐν οἷς καὶ οἴνου πίνακες λέγοιντο ἄν. καὶ μᾶλλον τοῦτο κυρίως. δοκεῖ γὰρ ἐκ τοῦ πίνειν παρῆκται ὁ πίναξ, συνδηλουμένου καὶ τοῦ ἐσθίειν τρόπῳ συλληπτικῷ· διὸ ἡ παρὰ τοῖς ὕστερον χρῆσις τῶν πινάκων εἰς ἄμφω ὑπουργεῖ. ὅτι δὲ πίνακες καὶ αἱ σανίδες, δηλοῦσι σὺν ἄλλοις καὶ χρήσεις Ὁμηρικαί. (ῃερς. 62.) Ὅτι Τηλεμάχου εἰπόντος πρὸς Εὔμαιον ἄττα πόθεν τοι ξεῖνος ὅδ' ἵκετο καὶ ἑξῆς, ὁ Εὔμαιος τὸν πλατὺν λῆρον τῆς δεσποτικῆς ψευδολογίας ἐπιτεμὼν στενοχωρεῖ ἐν οὐδὲ ὅλοις πέντε στίχοις, ἀνακεφαλαιούμενος οὕτως· ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, ὃ καὶ Ὀδυσσεὺς φθάσας ἔφη. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσε τά γε δαίμων. νῦν δ' αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθ' ἐμὸν πρὸς σταθμόν. (ῃερς. 66.) εἶτα ἐνιστῶν τὴν ὑπὲρ τοῦ δῆθεν ξένου ἀξίωσιν φησίν· ἐγὼ δέ τοι ἐγγυαλίξω, τουτέστιν ἐν γύοις, ὅ ἐστι χερσὶ θήσω, καὶ ὡς εἰπεῖν ἐγχειρίσω, ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι, ἐπεὶ δηλαδὴ καὶ ἐμός. κοινὰ γὰρ τὰ τῶν φιλούντων, καθὰ καὶ ὁ σταθμὸς οὗτος κοινός. δηλοῦται δ' αὐτὸ διὰ τοῦ, νῦν μὲν τὸν Εὔμαιον εἰπεῖν, ἤλυθ' ἐμὸν πρὸς σταθμόν. πρὸ δὲ αὐτοῦ τὸν Τηλέμαχον, δήομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ. τοῦτο δὲ καὶ αὐτόθεν κοινοποιεῖται τὸν σταθμὸν διὰ τῆς ἡμέτερος ἀντωνυμίας. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ὁ ποιητὴς τὴν μακρὰν τοῦ Ὀδυσσέως διήγησιν ἐν βραχεῖ παρεδήλωσε· μυθολογεύειν γὰρ ἐν διττολογίᾳ τὸ ἀριδήλως φρασθὲν οὐκ ἐθέλει, μὴ καὶ ἀποκναίσῃ τοὺς ἀκροατὰς, ὅς γε, εἰ καὶ τὸν Ὀδυσσέα ἔπλασεν ἐρωτηθέντα παρὰ τοῦ Τηλεμάχου, οὐκ ἂν ἄλλως εἰ μὴ οὕτως ἀπολογούμενον πεποίηκεν, οἷα φειδόμενος ὀλιγάκις ψεύδεσιν ἐναδολεσχεῖν. εἰκὸς δὲ καὶ εὐλαβηθῆναι τὸν δοῦλον Εὔμαιον, μή ποτε οὐκ ἐξισχύσῃ πλατέως καὶ καλῶς φράσαι κατὰ τὸν σοφὸν ξένον καὶ μᾶλλον ἀκροωμένου αὐτοῦ. (ῃερς. 69.) Ὅτι βαρυνθεὶς ὁ Τηλέμαχος ἐφ' οἷς ὁ Εὔμαιος ἐγγυαλίξειν εἶπεν αὐτῷ τὸν ξένον ἱκέτην, φησίν· ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; ἐρεῖ δὲ αὐτὸ καὶ ἕτερός τις ἀδυνατῶν ξενίσαι τινά. (ῃερς. 71.) εἶτα ἐπάγει καὶ αἴτιον τὸ, αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, ὅ περ ὁμολογία ἐστὶν ἀδυναμίας. Ἔνθα σημείωσαι ὅτι τῶν τις παλαιῶν ἐρωτηθεὶς τί ἐστι τὸ δικανικὸν τῆς ῥητορικῆς εἶδος, τὸν στίχον εἶπε, δηλαδὴ τὸ, ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, οὐκ ἀκριβῶς μὲν, εὐφυῶς δὲ ὅμως ἐκεῖνος εἰπών. ὁ δὲ Τηλέμαχος καὶ ἕτερον αἴτιον λέγει τὸ, μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν, περὶ ἧς προεγράφη, ἢ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἀνὴρ, καὶ πλεῖστα πόρῃσιν, ἕδνα δηλαδή· ἃ δὴ ἀκούων Ὀδυσσεὺς ἐρεθίζεται πάντως. ὅθεν καὶ ταχὺ σπεύσει τελεσθῆναι τὴν μνηστηροφονίαν. (ῃερς. 80.) ἐπὶ δὲ τούτοις προνοούμενος ἄλλως τοῦ ξένου ἐνδύσειν αὐτὸν ἔφη καὶ πέμψειν ὅπῃ κραδίη κελεύει. εἰ δ' ἐθέλεις, φησὶ, σὺ κόμισσον αὐτὸν ἐνὶ σταθμοῖσιν ἐρύξας, εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχοι καὶ ἑταίρους. κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι, τουτέστι συγχωροίην ἔρχεσθαι. διατί; λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι, μή μιν κερτομέωσιν, ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν. πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπειὴ πολὺ φέρτεροί εἰσιν, οἱ πλέονες δηλαδή. τοῦτο δὲ καὶ γνωμικῶς δοκεῖ λέγεσθαι. (ῃερς. 89.) Καὶ σημείωσαι ὅτι τὸ τῆς μνηστηροκτονίας δυσχερὲς καὶ ἄπορον τοῦτο ἐστὶν, ὃ νῦν διὰ τοῦ Τηλεμάχου λαλεῖται, τὸ μὴ αὐτὸν ἕνα Ὀδυσσέα δυνατὸν εἶναι τῶν τοσούτων περιγενήσεσθαι. Ὁμήρου δὲ εἰς τοῦτο λύσεις πολλαὶ, ὧν μία καὶ τὸ τὸν Ὀδυσσέα καὶ τριηκοσίοις ἂν ἔχειν ἀντιστῆναι. τέως μέντοι Ὀδυσσεὺς γνοὺς ἐνταῦθα μὴ ἂν παραδεχθῆναι τοῦτον εἰπόντα τῷ υἱῷ περιγενήσεσθαι τῶν τῆς γυναικὸς μνηστήρων, εὐθὺς ἐρεῖ τι πρὸς τὸν τοιοῦτον λόγον τοῦ παιδός. ἐν τοῖς ἐφεξῆς δὲ καὶ πάνυ πείσει αὐτὸν ὡς ἐχέγγυος ὁ πατὴρ εἷς ὢν τίσεσθαι τοὺς μνηστῆρας. (ῃερς. 75.) Ἰστέον δὲ καὶ ὅτι αἰδὼς καὶ νέμεσις κωλύει τὴν Πηνελόπην λαβεῖν ἄνδρα. ὧν τὸ μὲν δηλοῦται διὰ τοῦ, εὐνήν τ' αἰδομένη πόσιος, τὸ δὲ ἐν τῷ, δήμοιό τε φῆμιν. ὑποπτεύει γὰρ τὴν ἐκ τοῦ δήμου νέμεσιν. ὡς δὲ τὸ αἰδομένη διφορεῖται, ἔστι γὰρ καὶ αἰδουμένη, καὶ ὅτι ἐκ τοῦ φημίζω φημίσω ἡ κατ' ἀνθρώπου φῆμις, πολλαχοῦ δηλοῦται. (ῃερς. 83.) Ἐν δὲ τῷ, καὶ σῖτον ἅπαντα, δυσχερὲς ἀρσενικοῦ γένους νοῆσαι τὴν λέξιν. σῖτος μὲν γὰρ ὁ ἀκατέργαστος, ἐπὶ δὲ βρώματος οὐδετέρως τὸ σῖτον λέγεται. ἔστιν οὖν ἴσως θεραπεία ἢ τὸ εἰπεῖν, εἵματα ἅπαντα πέμψω καὶ τὸ σῖτον, ἢ καὶ τὸ στίξαι εἰς τὸ σῖτον, εἶτα ἐπαγαγεῖν τὸ ἅπαντα οὐδετέρως ὡς ἐπὶ ὄψων. (ῃερς. 87.) Τὸ δὲ, ἐμοὶ δ' ἄχος ἔσσεται, καὶ τὸ, πρῆξαι δ' ἀργαλέον τι, ὡς πρὸς τὸ, ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ, εἴρηνται. ἄχος μὲν γὰρ παθεῖν τὸ χαλεπανθῆναι πρός τινος, πρῆξαι δὲ τὸ ἀπαμύνασθαι. (ῃερς.

Intertext edge

Open linked passage

Note