Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
431.1.1
) Ὅτι ἐπεὶ οὐκέτι ἀναβολῆς ὥρα, ἔνευσε μὲν ἐπ' ὀφρύσιν Ὀδυσσεὺς, Τηλέμαχος δὲ ἀμφέθετο ξίφος ὀξὺ, τῷ ὤμῳ δηλαδὴ, εἰ καὶ ἐλλέλειπται νῦν, προσφυῶς τῇ σπουδῇ τοῦ καιροῦ συνεπιτρέχοντος καὶ τοῦ λόγου. (ῃερς. 433.) ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ὃ περίφρασίς ἐστι τοῦ, ἕλεν ἔγχος. ἄγχι δ' ἂρ αὐτοῦ πὰρ θρόνον εἱστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. καὶ ὁ Ὀδυσσεὺς εὐθὺς ἐνεργεῖ. οὐ γάρ ἔστι ἔτι λόγων καιρὸς, ὡς καὶ ἡ ἐφεξῆς αὐτίκα ῥαψῳδία δηλοῖ. Τὸ δὲ, χεῖρα φίλην, ὅμοιον τῷ, φίλας ὅτι χείρας ἵκοιτο. ἀφελῶς γὰρ καὶ εἰς οὐδὲν ἀναγκαῖον κεῖται καὶ ἐκεῖ τὸ φίλας καὶ ἐνταῦθα τὸ φίλην. ἴσως δὲ νῦν ἐστί τις ἔμφασις τοῦ, φίλην αὐτῷ δὴ τῷ ποιητῇ τὴν τοιαύτην εἰρῆσθαι χεῖρα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς παρούσης Ἀθηνᾶς ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας διὰ Τηλεμάχου καὶ τῶν οἰκείων κολάζει ἅμα Μελανθίῳ. Ἄλλως· τὴν μνηστηροφονίαν περιέχει καὶ τὴν τῶν σωμάτων συγκομιδὴν, καὶ ὡς καθαίρει τοῦ φόνου τὸν οἶκον ὁ Ὀδυσσεύς. ΟΔΥΣΣΕΙΑΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι μνηστηροφονίαν ἐπιγράφουσιν οἱ παλαιοὶ τὸ παρὸν γράμμα. οὗ περ ἡ ἀρχὴ πρέπει ἀνδρὶ ἑτοίμῳ εἰς ἔλεγχον ἢ λοιπήν τινα δραστηριότητα ὡς ἐν λόγῳ παροιμίας τινός. φησὶ γάρ· αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς. νοητέον δ' ἐνταῦθα ὅτι ζωσάμενος Ὀδυσσεὺς ἐγυμνώθη τὰ σκέλη μόνα ὡς μηδὲ τὴν ῥηθεῖσαν οὐλὴν παραφαίνεσθαι. οὐ γὰρ δή που τὸ ὅλον ἐγύμνου σῶμα εἰς πόλεμον παραταττόμενος. δηλοῖ δὲ τὸ ἐνδεδύσθαι αὐτὸν καὶ ἡ μαῖα ἐν τοῖς ἑξῆς, εἰποῦσα· μηδ' οὕτω ῥάκεσσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθι. (ῃερς. 2.) ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὸ, ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν, ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ὃ ταυτόν πώς ἐστι τῷ ἰοδόκον. ταχέας δ' ἐξεχεύατ' ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται. νῦν αὖ σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν (ῃερς.

Intertext edge

Open linked passage

Note