Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
436.1.1
) αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ' ἂρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ˉε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ (ῃερς. 440.) οὔτε ἄνεμοι δι' αὐτῆς πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή. (ῃερς. 444.) καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ τοιαύτης λόχμης ἤρχοντο· τὸν δὲ σῦν ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, (ῃερς. 445.) ὡς ἐπάγοντες ἐπῇσαν, ἢ οὓς ἐπάγοντες ἐπῇσαν. ὁ δ' ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιὴν, πῦρ δ' ὀφθαλμοῖσι δεδορκὼς, στῆ αὐτῶν σχεδόθεν. ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ οὐτάμεναι μεμαώς. ὁ δέ μιν φθάμενος ἔλασε σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδ' ὀστέον ἵκετο φωτός. τὸν δ' Ὀδυσσεὺς οὔτησε τυχὸν κατὰ δεξιὸν ὦμον. (ῃερς. 453.) ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ τὸ, ἀπὸ δ' ἔπτατο θυμός. (ῃερς. 455.) τὸν μὲν Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, τουτέστι περὶ αὐτὸν ἐπονοῦντο, ἤτοι περὶ τὸν Ὀδυσσέα, ἴσως δὲ καὶ περὶ τὸν σῦν, ὥς περ καὶ τὸν πενταέτηρον βοῦν ἄμφεπον. (ῃερς. 456.) ὠτειλὴν δ' Ὀδυσσέως δῆσαν ἐπισταμένως· τέχνης γὰρ δέονται καὶ οἱ κατάδεσμοι· ἐπαοιδῇ δ' αἷμα κελαινὸν ἔσχον. εἶτα εὖ ἰασάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες χαίροντα φίλως χαίροντες ἔπεμπον εἰς Ἰθάκην, χαίρουσι δηλαδὴ τοῖς ἐκείνου. φησὶ γάρ· (ῃερς. 462.) τῷ μὲν πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα. ποῖα ἕκαστα; οὐλὴν ὅττι πάθοι, ἤγουν διατί ἔπαθεν αὐτήν. ὁ δ' ἄρα σφιν εὖ κατέλεξεν, ὥς μιν θηρεύοντ' ἔλασε σῦς λευκῷ ὀδόντι Παρνησσόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Καὶ σημείωσαι τὴν προσεχῶς ἐπενεχθεῖσαν ὡς ἐν ἀνακεφαλαιώσει τεχνικὴν ἐπιτομὴν τοῦ μακροῦ διηγήματος. συνελὼν γὰρ ἐν δυσὶν ἔπεσιν ἐκεῖνα τὰ πολλὰ ἔφη τὸ, ὥς μιν θηρεύοντα ἤλασε σῦς καὶ ἑξῆς. οὕτω καὶ λάλος ὁ ἄνθρωπος οὕτως ὡσεὶ καὶ δωδωναΐζων χαλκεῖον· καὶ αὖ πάλιν ἐν δέοντι σιγηλὸς, ὡς εἰ καὶ Πυθαγόρᾳ ἐφοίτησεν ἢ καὶ τῶν τινὶ ἑτέρῳ ἀποφθεγματικῶς λαλούντων ἢ ἀφοριστικῶς. οἱ δ' αὐτοὶ στίχοι σχεδόν τι καὶ πρὸ τοῦ διηγήματος κατά τινα παράφρασιν κεῖνται οὕτως· τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνασσόν δ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας, ὅ περ οἷα τινὰ πρότασιν ἐκεῖ θεὶς ὁ ποιητὴς ἀνάγκην ἔσχε διὰ σαφήνειαν λόγου τὴν ῥηθεῖσαν ἱστορίαν ἐπαγαγεῖν μετὰ τὸ ἐκ παρέργου χάριν πολυμαθείας προϊστορῆσαι, (ῃερς. 395.) οἷος ἦν ὁ Αὐτόλυκος, ὅτι δηλαδὴ κατ' ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃθ' ὅρκῳ τε. θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας, ὁ τοῦ κλέπτειν ἔφορος. (ῃερς. 397.) τῷ γάρ, φησι, κεχαρισμένα ἔθυσεν· οὐ μὴν Ἄρεϊ, ὡς οἱ πολεμικοὶ, οὐδὲ Ποσειδῶνι, ὡς οἱ ναυτικοὶ, οὐδὲ Ἡφαίστῳ κατὰ τοὺς χαλκευτάς. διό φησι· (ῃερς. 398.) καὶ Ἑρμῆς αὐτῷ πρόφρων ἅμ' ὀπήδει, τουτέστιν ἠκολούθει τῷ Αὐτολύκῳ ὡς ἐλλόγως κλέπτοντι. (ῃερς. 395.) Ἐνταῦθα δὲ ἔστι μὲν μαθεῖν κλεπτοσύνην οὐ κακὴν, καὶ ὅρκον δὲ οὐ φαῦλον, εἴ γε καὶ ἐσθλὸς λέγεται ὁ ταῦτα διαχειριζόμενος, ὡς δηλοῖ τὸ, μητρὸς πατέρα ἐσθλόν. καὶ ἐναβρύνεται δὲ αὐτοῖς· τοιοῦτον γάρ τι τὸ κεκάσθαι, ὅ ἐστι κεκοσμῆσθαι. καὶ θεόθεν δὲ αὐτὰ ἔχει δοθέντα ὡς οἷα δῶρα θεόσδοτα. (ῃερς. 397.) ἔστι δὲ γνῶναι καὶ Ἑρμῆν κλεπτικῆς, ὡς ἐῤῥέθη, ἐπιστάτην, καὶ ὅρκων δὲ τῶν ἐπ' αὐτῇ, μάλιστα μὲν τῶν ἐπὶ καλῷ, ἤδη δέ που καὶ τῶν ἀνάπαλιν, ᾧ λόγος ἐστὶ καὶ ἐκ γενετῆς συγκεκληρῶσθαι τὴν κλεπτοσύνην. ὃς τῆς μητρὸς Μαίας συλλουομένης, αἷς ἤθελεν ἐκείνη, αὐτὸς ὑφελόμενος τὰ ἐκδυθέντα ἔκρυψε. καὶ οὕτω μὲν ἔχει ταῦτα. (ῃερς. 396.) Τῶν δ' ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον. καὶ ὡς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται, καὶ τῷ δρηστοσύνη, βριθοσύνη, καὶ τοῖς τοιούτοις. Ὅρκος δὲ νῦν οὐχὶ ὁ κατ' ἐπιορκίαν· τοῦτο γὰρ οὔτε ἐσθλοῦ ἀνδρὸς, οὔτε κοσμεῖ ἄνθρωπον, καὶ οὐδὲ θεὸς δίδωσιν· ἀλλὰ ὁ ἐν καιρῷ σοφιζόμενος, ὅτε δηλαδὴ αὐτὸς μέν τις εὐορκῶν ἐστὶ, τοὺς δὲ ἐπικλόπῳ αὐτῷ ἐγκαλοῦντας παραλογίζεται οἷα μὴ ἔχοντας νοεῖν τὸ σόφισμα. οὕτω πως καὶ Ὀδυσσεὺς ἀνόπιν ἐσοφίσατο τὴν Πηνελόπην ὅρκῳ ἐν τῷ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσσέως, ὡς δῆθεν ἀληθεύων ἐπὶ πᾶσιν οἷς λέγει. τὸ δ' ἦν οὐχ' οὕτως ἔχον, ἀλλὰ μόνους ἐβεβαίου τοὺς μετὰ τὸν ὅρκον δύο στίχους, τὸ, τοῦδε τοῦ λυκάβαντος ἐλεύσεσθαι τὸν Ὀδυσσέα καὶ τὸ ἑξῆς. τοιοῦτος δέ τις ὅρκος πρὸς ἄλλοις μυρίοις, ἤγουν σοφιστικὸς, καὶ ὁ τῶν ὀμοσάντων τόσας ἡμέρας ἄγειν σπονδὰς, ἐν δὲ τῷ μέσῳ νύκτωρ ἐπιθεμένων τοῖς ἐχθροῖς, ὡς δῆθεν τῆς συμβάσεως τῶν σπονδῶν ἡμερῶν μεμνημένης, οὐ μὴν καὶ νυκτῶν. ὅμοιος δέ τις καὶ ὁ τοῦ παρὰ τῷ δειπνοσοφιστῇ τὸν ἰχθὺν ὑφελομένου· ὃς τὸ ὑποκλαπὲν ὀψάριον ἑτέρῳ δοὺς, εἶτα ἀπαιτούμενος, αὐτὸς μὲν ὤμνυε μήτε ἔχειν τὸν ἰχθὺν, μήτ' ἄλλον εἰδέναι ὑφελόμενον· τὸν δὲ φύλακα τοῦ κλέμματος ἐδίδαξεν ὀμνύειν, ὡς οὔτε αὐτὸς ὑφείλετο οὔτε ἄλλον οἶδεν ἔχοντα τὸν ἰχθύν. καὶ οὕτω τὸν ἰχθυέμπορον ἐσοφίσατο. καὶ οὗτοι μὲν ὅρκοι σοφισματώδεις, ὁποίοις φαίνεται χαίρειν καὶ Σίσυφος. Ῥαδάμανθυς δέ, φασιν, ὑπὲρ τοῦ μὴ θεὸν ὀνομάζειν ἐπὶ πᾶσιν ἐκέλευσέ, φασι, κατὰ χηνὸς καὶ κυνὸς καὶ κριοῦ ὀμνύναι. ὤμνυε δέ, φασι, χῆνα καὶ Σωκράτης· ἄλλος δέ τις κράμβην· ὃν ζηλώσας ὕστερον ὁ χυδαΐζων ὄχλος διόμνυται κατὰ λαχάνων. Ὅτι δὲ καὶ γυναῖκες ὤμνυον ἐπὶ οἴνῳ, Ξέναρχος παίζων δηλοῖ ἐν τῷ, ὅρκον δ' ἐγὼ γυναικὸς εἰς οἶνον γράψω. λάμπει δ' ἐν τοῖς τοιούτοις ἠθικοῖς ὅρκοις ὁ Ὁμηρικὸς, ἐν ᾧ τὰ τοῦ πατρὸς ἄλγεα ὁ παῖς ὀμνύει Τηλέμαχος. φέρεται δὲ περὶ Αὐτολύκου καὶ ὅτι οὕτω σοφὸς ἦν τὴν κλεπτικὴν, ὡς καὶ τὰ χρώματα τῶν κλεπτομένων ζῴων μεταχρωνύειν, ὃ καὶ νῦν παρὰ πολλοῖς γίνεται. Σίσυφον μέντοι οὐ κατεσοφίσατο, καθὰ ἐν ἄλλοις εἴρηται. ἦν γὰρ κατὰ τὴν παροιμίαν καὶ πυρὸς ἕτερα θερμότερα, καὶ δόλων τῶν κλεπτικῶν ἕτεροι κλεπτίστεροι. Ἐν δὲ τῷ κεχαρισμένα τῷ Ἑρμῇ θῦσαι τὸν Αὐτόλυκον καὶ οὕτω λαχεῖν τὴν κλεπτοσύνην ἔστι τις πίστις παροιμίας Ἑλληνικῆς, λεγούσης, δῶρα καὶ θεοὺς πείθειν. (ῃερς. 402.) Τὸ δὲ, παυομένῳ δόρποιο, δηλοῖ μηδὲ τὸν τοιοῦτον καιρὸν ἀνεπιτήδειον εἶναι σπουδαῖα σκέπτεσθαι. (ῃερς. 403.) Ἐν δὲ τῷ, ὄνομα εὕρεο, δῆλον ὡς Ὅμηρος κατῆρξε τοῦ εὑρέσεις λέγεσθαι τὰς ἐπὶ τοῖς ἀδήλοις μεθόδους, παθητικῶς δὲ τὸ εὕρεο, κατ' ἀκολουθίαν τοῦ εὑρέσθαι καὶ τοῦ εὑρόμην· κοινῶς μέντοι εὑρὲ καὶ εὑρεῖν, καὶ τοιαῦτα τινά. (ῃερς. 404.) Ἐν δὲ τῷ, πολυάρητος δέ τοί ἐστιν, ἔοικεν ἡ δούλη Εὐρύκλεια ἐθέλειν τοιοῦτόν τι ὄνομα τῷ παιδὶ τεθῆναι, οἷον Δημάρητον κατὰ τὸν παρὰ Ἡροδότῳ, ἢ Ἄρητον, ὁποῖός τις ἐν Ἰλιάδι κεῖται, ἢ Εὐχήνορα, ἢ τοιοῦτόν τι ἐφετὸν τοῖς πολλοῖς· ὅπου γε καὶ ὁ γελοῖος πτωχὸς Ἀρναῖος παρὰ τὴν ἀρὰν, ὡς δεδήλωται, εἰρῆσθαι δοκεῖ. (ῃερς. 407.) Αὐτόλυκος δὲ τῇ δούλῃ μὴ προσεσχηκὼς ἐξ ἐκείνων, οἷς ἐκέκαστο, ἐθέλει ὀνομάσαι τὸν παῖδα, ἐκ τοῦ μίσους δηλαδὴ, ὃ εἶχεν ἐκ πολλῶν διὰ τὴν κλεπτοσύνην. δῆλον γὰρ ὡς ὠδύσσοντο αὐτῷ ἐκεῖνοι· ὃ δὴ τίθησιν ὄνομα τῷ ἐγγόνῳ, βιβλιογραφήσας οἷον τὰ κατ' αὐτὸν ἐν ἐκείνῳ κληρονομήσαντι μνήμης τῆς ἐπὶ τῷ πάππῳ οὐ πάνυ εὐκλεῶς· ἐκ τοῦ κατ' ἐκεῖνον γὰρ ὀδύσσω ὁ Ὀδυσσεύς. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ἐν δυσὶ ˉςˉσ γράφεται ὡς ἐπιπολύ. Σιληνὸς μέντοι ὁ Χῖος κατὰ τὴν ἱστορίαν ἐν δευτέρῳ βιβλίῳ τῶν αὐτῶν μυθικῶν δασύνει παρὰ τὴν ὁδὸν, λέγων ὡς Ἀντικλείας ὁδευούσης παρὰ τὸ Νήριτον, ὗσεν ὁ Ζεύς. τὴν δὲ ὑπὸ ἀγωνίας ἐκεῖ πεσοῦσαν τεκεῖν. καὶ τὸ γεννηθὲν κληθῆναι Ὀδυσσέα παρὰ τὸ ἐν τῇ ὁδῷ ὗσαι. (ῃερς. 406.) Τὸ δὲ, γαμβρὸς ἐμὸς, ἀντὶ τοῦ, ὦ γαμβρέ μοι, ὡς δηλοῖ καὶ τὸ θύγατερ ἐπαχθέν. κωλύει δὲ τὸ εἰπεῖν γαμβρὲ κατὰ κλητικὴν ἡ ἐμὸς ἀντωνυμία, ἧς οὐκ ἔστι κλητικὴ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς ἑτέραν ἀντωνυμίαν αἰτιατικὴν τὴν ἐμέ. (ῃερς. 407.) Τὸ δὲ, πολλοῖσι γὰρ ἔγωγε ὀδυσσάμενος, λέγει μὲν τὸ, πολλοῖς μισηθεὶς καὶ δι' ὀργῆς ἐλθὼν παθητικῶς, οὐ μὴν κατ' ἐνέργειαν, ὁποῖον τὸ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ; ἔχει δὲ τὸν γˉαρ σύνδεσμον προτεθειμένον κατὰ συνήθειαν Ὁμηρικὴν ἐμπερίβολον. τὸ μέντοι σαφὲς καὶ ὀρθότερον οὕτω· τῷ δ' Ὀδυσσεὺς ὄνομα ἔστω· πολλοῖς γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω, ἀντὶ τοῦ ἐνταῦθα, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. (ῃερς. 408.) Τὸ δὲ, ἀνδράσιν ἠδὲ γυναιξὶν, ἐπισημότατον ἐν κλεπτοσύνῃ τὸν Αὐτόλυκον ἐνδείκνυται, εἴ γε μὴ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν ἀπεχθὴς ἦν. οὕτω καὶ ἐν Ἰλιάδι ἐπίσημός τις ἀνὴρ, ὂν ἄνδρες τε καὶ γυναῖκες κορυνήτην ἐκάλουν. (ῃερς. 409.) Ἐπώνυμον δὲ καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς. (ῃερς. 411.) Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. (ῃερς. 415.) Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. (ῃερς. 416.) Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ. (ῃερς. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ' οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ˉρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ ˉυ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ ˉα στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. (ῃερς. 433.) Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε. (ῃερς. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺςὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. (ῃερς. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ ˉςˉσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτωςκυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δ' ἂρ αὐτῶν κύνες ἤϊσαν. (ῃερς. 445.) ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν μετ' ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος καὶ ἐπακτροκέλης κατὰ Αἴλιον Διονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται. (ῃερς.
436.1.2
) Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνι' ἐρευνῶντες, κάλλιον ἐκείνου πέφρασται. Ὅρα δ' ἐνταῦθα τὸ, ἴχνι' ἐρευνῶντες, ὑποδύσκολον ὂν τῇ φράσει καὶ λαβυρινθῶδες κατὰ τὰ νῦν σχεδικά. ἦν μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ ˉη, εἵλετο δὲ ἡ ποίησις τὸ ἴχνια. καὶ ἐσημειώθη ἐν ἄλλοις καὶ ἕτερα τοιαῦτα. (ῃερς. 438.) Τοῦ δὲ κραδάων τὸ θέμα πρωτότυπον τοῦ κραδαίνω ἐστί. Λόχμην δὲ καὶ ξύλοχον εἰπεῖν ταυτὸν ἐν τοῖς ῥηθεῖσι φαίνεται. (ῃερς. 439.) Ὁ δὲ σῦς, ὡς καὶ αὐτὸ ἐν ῥητορικῷ κεῖται λεξικῷ, καὶ ἀσχέδωρος λέγεται. φησὶ γάρ· ἀσχέδωρος, ὁ σύαγρος παρὰ Ἰταλιώταις. ἠγνόησαν δέ, φησιν, οἱ ἀποδόντες τὸν ἄσχετα δωρούμενον, ἤγουν οἱ ἑρμηνεύσαντες, ὅτι ἀσχέδωρός ἐστιν ὁ ἄσχετα δωρούμενος, ὡς οἷά τις μεγαλόδωρος. χρῆσις δέ, φασιν, ἀσχεδώρου, παρ' Αἰσχύλῳ, διατρίψαντι ἐν Σικελίᾳ καὶ εἰδότι. φησὶ γάρ· ἔδυ δ' ἐς ἄντρον ἀσχέδωρος ὥς. λέγει δὲ καὶ ἡ κωμῳδία· ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ, οὔτ' ἀσχέδωρος νεμόμενος καπρώζεται. ἔνθα καὶ ὅρα τὸ καπρώζεται, οὗ, ὥς που καὶ ἐν Ἰλιάδι παρεσημάνθη, θέμα παρ' ἄλλοις πρωτότυπον τὸ καπρῶ. ἐξ οὗ καὶ γυνὴ καπρῶσα ἡ μάχλος. ἐτυμώτερον δὲ κατὰ τὸν Ἀθήναιον τὸ σῦς ἐν τρισὶ γράμμασιν ὡς ἀπὸ τοῦ σεύεσθαι καὶ ὁρμητικῶς ἔχειν τὸ τοιοῦτον ζῷον. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς δίχα τοῦ πρώτου σίγμα. οἱ δέ φασιν εἰρῆσθαι σῦν ὡς οἱονεὶ θῦν τὸν εἰς θυσίαν εὐθετοῦντα. Δῆλον δὲ ὅτι καὶ ὄνομα ἰχθύων ὕες, οἷον, ἐν δ' αἴνῳ καὶ τῷ πόντῳ, τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμίτην ὀρυκτήν. Ἔτι ἰστέον καὶ ὅτι σύαγρος οὐ παρὰ πᾶσιν ὁ ἀπὸ συὸς ἀγρίου σύνθετος, ἀλλὰ καὶ κύων ὁ σύας ἀγρεύων. Σοφοκλῆς σὺ δ', ὦ σύαγρε, Πηλιωτικὸν βρέφος. παρὰ δὲ Ἡροδότῳ ἔστι καὶ κύριον ὄνομα Σύαγρος. καὶ ὅτι σῦς ἀσχέδωρος εἰρῆσθαι δοκεῖ οὐχ' ὁ ἁπλῶς, οἷον ὁ σίαλος ἢ ἡ ἀγελαῖος, ἀλλ' ὁ μονιὸς, ἤδη δὲ καὶ ὁ χλούνης, ὁ καὶ χαλεπὸς καὶ ἄλκιμος, ὃν δὴ χλούνην οἱ ἐκτομίαν, φασὶ, λέγοντες τελείως ἀπήρτηνται τοῦ ὑποκειμένου, ἤγουν αἰωροῦνται, ἠερέθονται, οὐδὲν ἔμπεδον καὶ βέβαιον λέγουσιν, ἀλλὰ δηλαδὴ ἀνεμώλια λαλοῦσι καὶ οὐδέν τι τοῦ ὑποκειμένου ἅπτονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸν μονιὸν σῦν, οὗ διενήνοχεν ὁ μονίας, καθὰ καὶ ὁ μονώτης, λεγόμενα ἐπὶ ἀνθρώπου ἐρημάζοντος. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι, καθὰ καὶ ὗς θαλάσσιος, οὕτω καὶ κάπρος, ὡς δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, κάπρον ἂν ἐσίδῃς θαλάττιον, ὠνοῦ καὶ μὴ καταλίπῃς κἂν ἰσόχρυσος ἔνι, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ' ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος· ὃ παραποίησίς ἐστι τοῦ, νέκταρος ἀποῤῥὼξ, ὡς καὶ προεγράφη. (ῃερς. 444.) Ἐν δὲ τῷ, κτύπος ποδοῖϊν, ὅρα ὡς ἀπὸ μέρους τοῦ κατ' ἄνδρας ἔφρασε τὸ ποδοῖϊν, οὐ προσλογισάμενος καὶ τοὺς τετράποδας κύνας. (ῃερς.

Intertext edge

Open linked passage

Note