Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
440.1.1
) Ὅτι εὐχή τινος τιμωμένου πρὸς τὸν τιμῶντα τὸ, αἴθ' οὕτως φίλος θεῷ πατρὶ γένοιο ὡς ἐμοὶ, ὅττι με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις. Ὀδυσσέως δὲ τοῦτο ὑπὲρ Εὐμαίου εὐχὴ, ὃς τὸν δεσπότην νώτοις ὑὸς διηνεκέεσσι γέραιρε. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι κεῖται τὸ, αἴθε οὕτω φίλος Διῒ πατρὶ γένοιτο ὡς ἐμοί· ἀπὸ ἐναντίας μέντοι διαθέσεως. ἄχθεται γὰρ ἐκεῖ κατὰ τοῦ Ἀχιλλέως ὁ τοῦτο λέγων καὶ οὐχ' ὡς ἐνταῦθα εἰς ἀγαθὸν ἐπεύχεται. (ῃερς. 443.) Ὅτι εὐνοοῦντος ξενοδόχου λόγος τὸ, ἔσθιε δαιμόνιε ξείνων καὶ τέρπεο τοῖσδε, οἷα πάρεστιν. (ῃερς. 444.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ τοῦτο παρὰ τῷ ποιητῇ εἰπὼν Εὔμαιος· θεὸς δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, ὅττι κεν ᾧ θυμῷ ἐθέλει, δύναται γὰρ ἅπαντα. 2. 82 (ῃερς. 443.) καὶ ὅρα τὸ, δαιμόνιε ξένων, συνταχθὲν ὡς οἷον ὑπερθετικὸν, καθὰ καὶ πρὸ ὀλίγων ἐσημειώθη. (ῃερς.