Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
444.1.1
) Τὸ δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, γοργῶς μὲν παρισοῦται πρὸς κάλλος. δηλοῖ δὲ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν κεκραμένην ἐξ ὧν τε θέλομεν καὶ ἐκ τῶν μὴ τοιούτων, κατὰ τὴν Ὁμηρικὴν δόξαν ἣν ἐν τῇ Ἰλιάδι δεδήλωκε. (ῃερς. 445.) Τὸ δὲ, ὃ ἂν ἐθέλει, κατάβασίς ἐστιν ἐκ πληθυντικοῦ εἰς ἑνικὸν συνήθης τῷ ποιητῇ. (ῃερς.
444.1.2
) τάδε μήσατο ἔργα, ὡς ταυτὸν ὂν μέγα ἔργον εἰπεῖν καὶ τάδε ἔργα. οὕτω δὲ καὶ ὁ Ἁλιθέρσης μετ' ὀλίγα ἔφη. (ῃερς. 427.) Τὸ δὲ, ἐν νήεσσιν ἄγων, νῦν μὲν κυριολεκτεῖται· ζῶντας γὰρ Ὀδυσσεὺς ἐπὶ νηῶν ἄγει· πρὸ δέ γε βραχέων (ῃερς. 419.) οὐχ' οὕτως οἱ ἁλιεῖς ἦγον ἐπὶ νηυσὶ νέκυας. Εὐπορίας δὲ αὐξητικῆς τὸ τοὺς μὲν εἰς Τροίαν πλεύσαντας πολέας τε εἰπεῖν καὶ ἐσθλοὺς, τοὺς δὲ μνηστῆρας (ῃερς. 429.) Κεφαλλήνων ὄχ' ἀρίστους. δοκεῖ δὲ πλέον τούτους σεμνύνειν διὰ τοῦ μὴ μόνον ἀρίστους ἀλλὰ καὶ ὄχ' ἀρίστους εἰπεῖν. (ῃερς. 432. 437. 462.) Ἐν δὲ τῷ ἴομεν καὶ ἀλλ' ἴομεν καὶ μὴ ἴομεν ἀδιαφορία διχρόνων συνήθης φαίνεται· τὸ μὲν γὰρ ἴομεν ἐκτείνει τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν. (ῃερς. 432.) Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν. (ῃερς. 439.) Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ, (ῃερς. 502.) ἀγχίμολον ἦλθεν Ἀθήνη. (ῃερς. 442.) Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφ' αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν. (ῃερς. 445.) Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ. (ῃερς. 452.) Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα. (ῃερς. 456.) Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες. (ῃερς. 465.) Τὸ δὲ, ἀλλ' Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατ' οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ Δείρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸςδὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ τεκτονικὸν σκεῦος· καὶ σπάθη μὲν ξίφος, σπαθὴ δὲ ναυτικὸν ξυλόν· καὶ Σίγηλος μὲν κύριον ὄνομα ναρκίσσου, σιγηλὸς δὲ ὁ σιωπηλός· καὶ Τεῦκρος μὲν κύριον, Τευκρὸς δὲ ἐθνικόν· καὶ φιλήτης μὲν κλέπτης, φιλητὴς δὲ ὁ ἐραστής· καὶ Χρῆστος μὲν κύριον, χρηστὸς δὲ ὁ ἐπιεικής· καὶ ψυχρὸς μὲν ὁ ἐψυγμένος, Ψύχρος δὲ ποταμὸς Σαρματίας. (ῃερς. 469.) Ὅτι νηπιέας καὶ ἐνταῦθα τὰς ἀφροσύνας λέγει ἐλλειπτικῶς, φησὶ γάρ· Εὐπείθης ἡγήσατο νηπιέῃσιν, ἤτοι νηπιείαις φρεσίν. (ῃερς. 470.) Ὅτι προαναφωνητικὸν ἤτοι προεκθετικὸν σχῆμα καὶ νῦν περὶ Εὐπείθους τὸ, φῆ μὲν παιδὸς τίσεσθαι φόνον, ἤγουν ἐκδικήσειν τὸν τοῦ παιδὸς Ἀντινόου θάνατον, οὐδ' ἂρ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐφέψειν, ὅ ἐστι καταλαβεῖν, ἀπὸ τοῦ ἕπω ἕψω· τὸ δὲ ἐφέψειν καὶ σπέσθαι λέγεται καὶ σπεῖν, ὅθεν τὸ, πότμον ἐπισπεῖν. (ῃερς. 474. σθθ.) Ὅτι ἐρώτησις πρός τινα δυνατὸν καὶ τίμιον περὶ μάχης εἰ ἔσται ἢ μὴ τὸ, εἰπέ μοι τί δή τοι νόος ἔνδοθι κεύθει, ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησθα; ὁ δὲ οὕτως ἐρωτηθεὶς ὑπό τινος δυναμένου καὶ αὐτοῦ τι ἐν τοῖς τοιούτοις εἴποι ἂν τὸ, τέκνον ἐμὸν, τί με δὴ ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον ἐβούλευσας νόον αὐτή; ἔρξον ὅπως ἐθέλεις. Ζεὺς δὲ ὁ τοῦ μύθου ταῦτα λαλοῦσι καὶ Ἀθηνᾶ προεκθετικῶς ἐπὶ τοῖς ἐφεξῆς γενησομένοις, ἔνθα τυποῦται ὡς ἐπέοικε, τουτέστιν ὡς εἰκὸς, ὅρκια πιστὰ γενέσθαι, δι' ὧν λήθη μὲν ἔσται τῶν γενομένων φόνων, φιλία δ' ἐπὶ τοῖς ἑξῆς. καὶ καταπράττεται τοῦτο ἡ Ἀθηνᾶ, ἡ ἡρωϊκὴ δηλαδὴ φρόνησις. καὶ πεσόντων Εὐπείθεός τε καί τινων ἑτέρων, καὶ τῆς Ἀθηνᾶς τὰ μὲν χλωρὸν δέος τοῖς πολίταις ἐμβαλούσης, τὰ δὲ ἐπισχούσης τοῦ μάχεσθαι διὰ συμβουλῆς ὁμοίως τῷ Ἁλιθέρσῃ καὶ τῷ Μέδοντι, ῥιπτοῦνται τὰ ὅπλα εἰς γῆν· καὶ Ὀδυσσεὺς ἐπισχεθεὶς καὶ αὐτὸς τῆς ἄγαν ὁρμῆς σπένδεται. καὶ οὕτω λύεται τὸ πᾶν δρᾶμα τῆς ποιήσεως ἀναγκαίως διὰ τὸ ἄλλως κινδυνῶδες τοῦ ἔργου καὶ οὐδὲ εὔπλαστον. Ὀδυσσεὺς μὲν γὰρ οὐ πεσεῖται, ὅτι μηδὲ παρείληφεν ὁ ποιητὴς αὐτὸ ἐξ ἱστορίας· πεσοῦνται ἄρα τούτῳ οἱ πολῖται, καὶ οὕτω ζημιοῦται αὐτὸς τοῖς καιριωτάτοις· μικροβασιλεὺς γὰρ τοῦ λοιποῦ ἔσται καὶ εἰς πανωλεθρίαν αὐτῷ ἐγγράψεται ἡ βασιλεία, ἐκκενώσαντι τὴν Ἰθάκην μικροῦ κατά τε τὸν εἰς Τροίαν πλοῦν καὶ νῦν δὲ ἐν τῷ ἐπανελθεῖν. (ῃερς. 482. σθθ.) ἔστι δὲ ὁ τοῦ Διὸς πρὸς τὴν Ἀθηνᾶν λόγος τοιοῦτος· ἐπειδὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεὺς, ὅρκια πιστὰ ταμόντες, τουτέστι διὰ θυσιῶν ποιήσαντες ὡς πολλαχοῦ καὶ τῆς Ἰλιάδος φράζεται, ὁ μὲν βασιλευέτω αἰεί· ἡμεῖς δὲ φόνοιο ἔκλησιν, τουτέστι λήθην, θέωμεν· τοὶ δ' ἀλλήλους φιλεόντων ἤτοι φιλείτωσαν ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ἀγάπης δὲ τῆς κατὰ σπουδὴν ταῦτα φραστικά. (ῃερς. 483.) καινὸν δέ τι σχῆμα τὸ, ὅρκια πιστὰ ταμόντες, ὁ μὲν βασιλευέτω αἰεὶ, ἡμεῖς δὲ ποιήσομεν τόδε καὶ ἑξῆς· καὶ ἔστι πως ὅμοιον καὶ αὐτὸ τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε ὁ δὲ τοιόσδε. καὶ ἔστι μὲν τοιαῦτα πολλὰ παρὰ τῷ ποιητῇ· τοῦτο δὲ τῶν ἄλλων εἶναι δοκεῖ καινότερον. τὸ μὲν γὰρ, ὅρκια πιστὰ ταμόντες, περὶ Ὀδυσσέως εἴρηται καὶ περὶ Ἰθακησίων, ἡ δὲ ἀπόδοσις αὐτοῦ ἄλλως ἔχει· Ὀδυσσέως γὰρ αὐτὴ μέμνηται καὶ θεῶν, οὐ μὴν Ἰθακησίων· ἔφη γὰρ, ὅρκια πιστὰ ταμόντες ἐκεῖνοι, ὁ μὲν βασιλευέτω, ἡμεῖς δὲ θήσομεν φόνου ἔκλησιν. καινοτάτη γοῦν ἡ ἀπόδοσις τοῦ ὁ μὲν καὶ τοῦ ἡμεῖς· ὤφειλε γὰρ εἰπεῖν οὕτω πως· ὅρκια πιστὰ ταμόντες, ὁ μὲν Ὀδυσσεὺς βασιλευέτω, οἱ δὲ Ἰθακήσιοι βασιλευέσθωσαν εὐπειθῶς. ἔστιν οὖν εἰπεῖν, ὅτι κἀνταῦθα οὕτω γίνεται, πλὴν οὐ κατ' ὀρθὴν φράσιν, ἀλλ' ἐν ὑπερβατῷ σχήματι. φησὶ γὰρ οὕτως· ὁ μὲν βασιλευέτω αἰεὶ, οἱ δ' ἀλλήλους φιλείτωσαν. μέσον δέ γε τῶν δύο τούτων ἐννοιῶν κεῖται περιττῶς κατὰ σχῆμα περιβλητικὸν τὸ, ἡμεῖς δὲ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θήσομεν. ὃ δὴ μάλιστα εἰρήνης αἴτιον, θεῖον ὂν ἀγαθὸν κατὰ τὸ, ὦ πότνια λήθη τῶν κακῶν ὡς εἶ σοφή. (ῃερς. 485.) Ἔκλησις δὲ ἡ ἄγαν λήθη κατ' ἐπίτασιν προθέσεως, καθὰ καὶ ἐκσίγησις Πυθαγορικῶς ἡ ἄρκα σιγή. Τὸ δὲ θέωμεν ἀντὶ τοῦ θῶμεν πλεονασμῷ τοῦ ˉε, ὡς καὶ πρὸ ὀλίγων ὅμοιος πλεονασμὸς ἦν ἐν τῷ, μὴ φθέωσιν ἤτοι φθῶσι περαιωθέντες. δύναται δὲ καὶ ἐνεργητικὸς ἐνεστὼς διὰ τοῦ ˉο μικροῦ εἶναι τὸ θέομεν, ἐξ οὗ τὸ θείομεν. (ῃερς.