Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
446.1.1
) Ὅτι τὴν πρὸ βραχέων φρασθεῖσαν σύντομον θυτικὴν διασκευὴν, ἣ τῇ σμικρότητι συνεξομοιοῦτο τῆς θυσίας, εἷς γὰρ ὗς ἱερεύθη, γοργότατα νῦν ἐπιτέμνων ὁ ποιητής φησι περὶ Εὐμαίου οὕτως· ἔφη δή· καὶ ἄργματα, τουτέστιν ὡς ἐῤῥέθη ἀπαρχὰς, ἔθυσε θεοῖς, ἤγουν κατὰ τοὺς παλαιοὺς, ἐθυμίασεν. οὐδέ ποτε γάρ, φασι, παρὰ τῷ ποιητῇ τὸ θῦσαι ἀντὶ τοῦ σφάξαι ἱερεῖον λέγεται. συλλαλεῖ δὲ τούτοις καὶ ὁ γράψας, ὅτι σφάξαι μὲν τὸ ἱερουργῆσαι ζῷον, θῦσαι δὲ τὸ θυμιάσαι. θύη γὰρ τὰ θυμιάματα, ὅθεν καὶ νέφος θυόεν, καὶ κόλπος θυώδης. φέρει δ' ἐκεῖνος καὶ χρῆσιν τοῦ πρώτου μὲν τὸ, ἔσφαξαν καὶ ἔδειραν, τοῦ δευτέρου δὲ τὸ, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον. ὅτι δὲ τὸ θύειν καὶ ἐπὶ τοῦ θυμιᾶν κεῖται, Θεόκριτος ἐν ταῖς φαρμακευτρίαις δηλοῖ σαφέστατα. (ῃερς. 448.) εἶτα εἰπὼν καὶ ὡς ἔσπεισεν αἴθοπα οἶνον, ὅ περ ἐν τῇ πρὸ τούτων διασκευῇ ἐσίγησε, λέγει ὅτι ἕζετο ᾗ παρὰ μοίρῃ ὁ Εὔμαιος ἤγουν παρὰ τῇ ἑαυτοῦ μερίδι. (ῃερς. 449.) πλάττει δὲ καὶ Μεσαύλιόν τινα δοῦλον τοῦ Εὐμαίου, ὃν συβώτης φησὶν αὐτὸς ἐκτήσατο πριάμενος ἐκ Ταφίων, οἶος, τουτέστι μόνος καθ' ἑαυτὸν ἀποιχομένοιο ἄνακτος. καὶ ἦν μὲν καὶ τοῦτο ἑρμηνευτικὸν τοῦ οἶος. (ῃερς. 451.) ὁ δὲ καὶ σαφέστερον ἐφερμηνεύων ἐπάγει· νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος. (ῃερς. 449.) οἰκεῖον δὲ ὄνομα δούλῳ ἀγροίκῳ ἤγουν ἀγροτικῷ τὸ Μεσαύλιος, ἀπὸ τοῦ μέσαυλον, ὅ πέρ ἐστιν ἀγροτικὴ ποιμενικὴ κατοικία, ὡς δηλοῖ καὶ ἡ Ἰλιὰς ἐν τῷ, ὅτε οἱ μέσαυλον ἵκοντο. εἰ δὲ μὴ μόνον δεσποτικοὶ οἰκέται ὑπὸ τῷ Εὐμαίῳ εἰσὶν, ἀλλὰ καὶ δοῦλον αὐτὸς ἰδιόκτητον ἔχει, καλῶς ἄρα ὄρχαμος ἀνδρῶν λέγεται. (ῃερς. 452.) οἰκονομικὴ δ' ἐνταῦθα ἡ ἱστορία ὡς τῶν εὐνουστάτων δούλων καὶ πεκουλιαζομένων ἀκωλύτως ὡς ταπολλά. Ληϊστὰς δὲ τοὺς προεγνωσμένους Ταφίους καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορεῖ, τυχὸν δὲ καὶ ἄλλως ἐμπορικούς. ἐξ ὧν Εὔμαιος τὸν Μεσαύλιον πρίατο κτεάτεσσιν ἑοῖσιν, ὡς ὁ ποιητής φησι. (ῃερς. 456.) λέγει δὲ τοὺς τοιούτους ἀγρότας καὶ μέχρι κόρου νῦν φαγεῖν, εἰπών· οἱ δ' ἐπὶ κοῖτον, ὅ ἐστιν ἐπὶ κοίτην σίτου καὶ κρειῶν, κεκορημένοι ἐσσεύοντο. (ῃερς. 457.) Ὅτι καινοποιὸς ὢν Ὅμηρος, ὡς ταπολλὰ, προτίθεται κἀνταῦθα εἰπεῖν τι πλασματικῶς γλαφυρὸν καὶ ἀνέλπιστον. ὑποτίθεται γὰρ νύκτα τυχαίως οὕτω γενέσθαι ψυχρὰν, καὶ οἵαν ἀναγκάσαι τὸν ψευδοπλάνητα τοῦτον ῥιγοῦν. (ῃερς. 469.) εἶτα πλάττει καὶ αὐτὸν δεξιῶς ἀναμιμνησκόμενον ἐν τῷ ψύχεσθαι, ὅπως ἐν ὁμοίῳ καιρῷ αὐτὸν ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καταπεπονημένον ὑπὸ ῥίγους εὐμεθόδως ᾠκτίσατο καὶ ἐσκέπασε καὶ ζητοῦντα καὶ νῦν ὅμοιόν τι γενέσθαι εἰς αὐτόν. (ῃερς. 460.) ὅ περ ἔσται, εἴ περ αἰδεσθέντες τοῦτον οἱ περὶ τὸν Εὔμαιον δοῖεν παχεῖαν χλαῖναν κατὰ τοῦ χειμῶνος, ὁποία τις ἡ μὴ μόνον ἀλεξήνεμος λεγομένη, ἀλλὰ καὶ χειμάμυνα ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ· ἐκεῖνο μὲν διὰ τὸ ἀλέγειν, ὅ ἐστιν ἀποσοβεῖν τὸν ἄνεμον, τοῦτο δὲ διὰ τὸ ἀμύνειν τὸ χεῖμα, ἃ δὴ τῆς αὐτῆς ἐννοίας εἰσίν. (ῃερς. 457.) ἔστι δὲ ἡ Ὁμηρικὴ ἐν τῷ τοιούτῳ πλάσματι φράσις τοιαύτη· νὺξ δ' ἂρ ἐπῆλθε κακὴ σκοτομήνοις. ὗε δ' ἄρα Ζεὺς πάννυχος. (ῃερς.
446.1.2
) Τὸ δὲ φρίσσειν ὅτι κυρίως τριχῶν δηλοῖ ὄρθωσιν, πολλαχοῦ δεδήλωται. διὸ πάνυ κυριολεκτεῖται ἐνταῦθα τὸ, φρίξας λοφιάν. Λοφιὰ δὲ ἐπὶ συὸς κυριολεκτεῖται, καθά περ ἡ χαίτη ἐπὶ ἵππου καὶ λέοντος. ἴσως δὲ ἡ λοφιὰ καὶ ἐπὶ τοιούτων λέγεται, ὡς δηλοῖ ὁ γράφων, ζῷα λόφουρα τὰ, ὥς φασί τινες, ἔχοντα λόφους καὶ οὐράς. πρὸς ὃ ἔστιν εἰπεῖν, ὡς διαφέρει λόφος καὶ λοφιά. λέγεται δὲ λοφιὰ ὡς ἐν τῷ λόφῳ οὖσα ἤγουν τῷ περὶ τὸν αὐχένα τόπῳ, περὶ οὗ εἰς τὸ καταλοφάδια προγέγραπται. Τὸ δὲ, πῦρ ὀφθαλμοῖσι δεδορκὼς, ἀντὶ τοῦ, ὡς πῦρ βλέπων. καὶ ἔστιν ὅμοιον τῷ, ὄσσε δέ οἱ πυρὶ ἐΐκτην. (ῃερς. 448.) Τὸ δὲ, πρώτιστος ἔσσυτο ἀνασχόμενος, τουτέστιν ἀνατείνας δόρυ, πιθανὸν ποιεῖ καὶ τὸν παρὰ Φαίαξι λόγον αὐτοῦ τὸ, πρῶτος ἂν ἄνδρα βάλοιμι, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι παρασταῖεν. ἔοικε δὲ νῦν δι' ἀπειρίαν τὴν ἐκ νεότητος ἀτέχνως θρασύνασθαι ὁ Ὀδυσσεύς. διὸ καὶ φθάμενος ἔλασεν αὐτὸν σῦς. (ῃερς. 450.) Τὸ δὲ διήφυσε βάθος δηλοῖ τῆς πληγῆς ἕως ἐγγὺς τοῦ ὀστέου. διὸ καὶ τὴν οὐλὴν εἰκὸς βαθεῖαν οὖσαν ῥᾷον γνωσθῆναι ἂν ὑπὸ τῆς Εὐρυκλείας καὶ ἐν σκότῳ. ἄλλως γὰρ ἐπίπεδος οὖσα καὶ ὁμαλὴ οὐκ ἂν ἔγνωστο. ἀστείως δὲ ἐῤῥέθη τὸ διήφυσε καὶ ἀσφαλῶς, ὡς πολλῆς ἐκεῖθεν ὑγρᾶς σαρκὸς οἷον ἐξαντληθείσης. διάφορον δὲ τὸ διήφυσε πρὸς τὸ ἐπήφυσε τὸ πρὸ βραχέων ῥηθέν. Ῥᾳδία δὲ πάντως ἡ δι' ὀδόντος πληγὴ τῷ συΐ. χαυλιόδων γάρ ἐστι, τουτέστι κεχαλασμένον τὸν ὀδόνταἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δ' ὅτι ὁ χαυλιόδων καὶ προόδων ἂν λέγοιτο κατὰ τοὺς παλαιοὺς, οἵ φασιν, ὅτι προόδων ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. (ῃερς. 451.) Τὸ δὲ λικριφὶς ἀΐξας, ὅ ἐστι πλαγίως, ὡς ἡ Ἰλιὰς δηλοῖ, συὸς ἴδιον. οὕτω γὰρ σχηματισθεὶς ἐπέρχεται πλήξων. Τὸ δὲ, οὐδ' ὀστέον ἵκετο φωτὸς, ἀσφαλίζεται τὴν ὠκύτητα τοῦ Ὀδυσσέως, ἣν ἡ Ἰλιὰς ἐν τῷ ἐπιταφίῳ ἱστορεῖ ἀγῶνι. οὐ γὰρ ἂν ἦν ἴσως ὠκύπους ὁ καὶ τὸ ὀστέον τηνικαῦτα θραυσθεὶς ὑπὸ τοῦ συός. (ῃερς. 453.) Τὸ δὲ ἀντικρὺ διῆλθε καὶ ὡς ἄν τις εἴπῃ διαμπερὲς, γενναῖον δηλοῖ τὸ τοῦ Ὀδυσσέως οὔτασμα. γέγονε δὲ τὸ οὕτως ἀντικρὺ διὰ τὸν ὠθισμὸν τοῦ συός. ὅτι δὲ ἐκ τοῦ οὐτῆσαι ἡ ὠτειλὴ, δῆλον ἐκ τῶν τῆς Ἰλιάδος. καὶ ὡς ταυτὸν οὐτῆσαι καὶ πλῆξαι καὶ τύψαι, καὶ ὡς διαφέρουσι τοῦ βάλλειν. οὕτω δὲ δῆλον καὶ ὅτι προηγησαμένης που ὠτειλῆς ὡς ἐπὶ Ὀδυσσέως ἢ καὶ ἄλλως ἁπλῶς εἰπεῖν πληγῆς, ὕστερον μετὰ θεραπείαν τοῦ τραύματος ἐπιγίνεται ἡ οὐλή· ὥς τε ἀκυρολογεῖν, ὥς φασιν οἱ παλαιοὶ, τὸν λέγοντα οὐλὴν ἀντὶ ὠτειλῆς. (ῃερς. 457.) Ἐν δὲ τῷ, ἐπαοιδῇ δ' αἷμα ἔσχεθον, ἔστι νοεῖν ὅτι, καθά περ τὰ περίαπτα· τοιοῦτον γάρ τι ὁ κεστὸς ὁ ἐν Ἰλιάδι· οὕτω καὶ τὴν δι' ἐπαοιδῶν θεραπείαν οἶδεν ὁ ποιητής. πρωτότυπον δὲ τῆς ἐπῳδῆς ἡ ἐπαοιδή. (ῃερς. 460.) ἐκ δὲ τοῦ ἰησάμενοι Ἰωνικοῦ γίνεται ἰητρὸς, ὥς περ ἐκ τοῦ κοινῶς ἰάσασθαι ὁ ἰατρός. (ῃερς. 465.) Τοῦ δὲ θηρεύοντα προϋπάρχειν δοκεῖ ἢ τὸ θηράω, θηρῶ, ἢ μᾶλλον ἄῤῥητόν τι τὸ θηρέω. ἐξ οὗ τὸ θηρεύω κατὰ τὸ χέω, χεύω, ζητέω, ζητεύω παρ' Ἡσιόδῳ, καὶ τὰ ὅμοια. προϋπάρχει δὲ τούτων ὁ θὴρ ὁ καὶ φὴρ Αἰολικῶς, καθὰ ἐδήλωσεν ἡ Ἰλιάς· ἔτι δὲ καὶ ἡ θήρα, ᾗ ὁμώνυμος νῆσος Θήρα ἡ παρὰ Πινδάρῳ, ἧς οἱ νησιῶται Θηραῖοι, ὧν τῆς γλώσσης ἴδιον τὸ λέγεις λέγει καὶ τὰ λοιπὰ τοιαῦτα ῥήματα δίχα τοῦ ἰῶτα προφέρειν· λέγες γάρ φασι καὶ λέγε, ἀκολούθως δὲ καὶ τύπτες τύπτε καὶ τὰ ἄλλα ὁμοίως· καὶ δοκοῦσι καὶ οἱ τοιοῦτοι δωρίζειν. ἐπεὶ οἱ Δωριεῖς τὸ τύπτειν καὶ λέγειν ἐκ τοῦ, ὡς εἴρηται, τύπτε καὶ λέγε, τύπτεν καὶ λέγεν φασὶ προσθέσει τοῦ ˉν· ὅθεν τὸ τυπτέμεν καὶ λεγέμεν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Τοῦ δὲ ἔλασε σῦς, ὅ πέρ ἐστιν ἔπληξεν, ἐνεργέστερον τὸ διήλασε. τὸ μέντοι κατήλασε κωμικὸν σκῶμμα ἐστίν. (ῃερς. 466.) Ὁ δὲ Παρνησὸς, ὃν ἡ κοινὴ χρῆσις διὰ τοῦ ˉα λέγει Παρνασὸν, πολὺς ἐν ταῖς ἱστορίαις, φυλάσσων μέχρι καὶ νῦν παρὰ Βοιωτοῖς ὑποβάρβαρον τὸ ἀρχαῖον ὄνομα. Τερνεσὸν γὰρ αὐτὸν παραλαλοῦντες φασὶν οἱ ἐγχώριοι. ἡ δὲ διὰ τῶν δύο ˉςˉσ γραφὴ τοῦ Παρνησσοῦ κατήργηται παρὰ τοῖς ὕστερον. καὶ τοιαῦτα μὲν τὰ τοῦ εἰρημένου Ὁμηρικοῦ χωρίου λεπτά. Ὅτι δὲ τοῖς παλαιοῖς περισπούδαστον ἦν τὸ κυνηγετεῖν, αἱ παλαιαὶ πράξεις δηλοῦσιν. ἐν αἷς μυρία πρόσωπα λαμπρὰ περιᾴδονται, χαίροντα τῇ θηρατικῇ τέχνῃ καὶ εὐδοκιμοῦντα περὶ αὐτήν. ὅτι μηδὲ ἔστιν εἰκαῖον ἔργον αὕτη, ἀλλὰ γυμνάσιον πολεμικὸν, δίχα γε τοῦ καὶ βίον προσπορίζειν ἐνιαχοῦ ὅλοις ἔθνεσιν. ἦσαν δὲ καὶ γέρα θήρας παρά τισι. Μακεδονικὸν οὖν ἔθος ἱστόρηται, γέρας εἶναι τῷ ἔξω λίνων ὗν κεντήσαντι μὴ καθῆσθαι ἐν δείπνοις, ἀλλὰ κατακλίνεσθαι. ἕως δὲ τότε καθήμενοί, φασιν, ἐδείπνουν. Κάσανδρος οὖν ἀνδρεῖός τε ὢν καὶ κυνηγὸς ἀγαθὸς πέντε καὶ τριάκοντα ἐτῶν γεγονὼς, ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸ ἆθλον ἐκτελέσαι. ἄλλως δὲ ὅτι ἐκαθέζοντο ἐν τοῖς δείπνοις οἱ ἥρωες, οὐ μὴν κατεκέκλιντο, δῆλον ἐστί. λέγεται γοῦν, ὡς καὶ Ἀλέξανδρός ποτε εἰς ἑξακισχιλίους ἡγεμόνας ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων ἁλουργοῖς περιστρώσας ἱματίοις. καὶ Ἀθήνῃσι δέ, φασι, καθήμενοι ἐδείπνουν ἐν πρυτανείῳ. (ῃερς. 467.) Ὅτι τὴν ῥηθεῖσαν οὐλὴν γραῦς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ἐπιμασσαμένη, τουτέστιν ἐφαψαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός· ἂψ δ' ἑτέρωσ' ἐκλίθη ἢ ὁ λέβης ἢ αὐτή. τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ· τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα· τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν· ὅθεν λαβών, φασι, Σοφοκλῆς ἔφη, ὡς χάρμα ὑφέρπει δάκρυον ἐκκαλούμενον. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου εἶπεν· ἦ μάλ' Ὀδυσσεύς ἐσσι φίλον τέκος, οὐδέ σ' ἔγωγε πρὶν ἔγνων, πρὶν πάντα ἤγουν ὅλον ἄνακτα ἐμὸν ἀμφαφάασθαι. ἔφη καὶ Πηνελόπην ἐσέδρακεν πεφραδέειν ἐθέλουσα, φίλον πόσιν ἔνδον ἐόντα. ἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη, οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπε, τουτέστιν ἡ τοῦ Ὀδυσσέως φρόνησις, ὃς οἷα εἰκὸς, λαβόμενος τῆς γραὸς ἐκ τῆς φάρυγγος, οὐκ ἀφίει λαλεῖν, καὶ οὐ μόνον, ἀλλ' οὐδὲ νοεῖν, ὡς ἀγωνιῶσαν ἐφ' ἑαυτῇ. διὸ οὐδὲ ἀθρῆσαι εἶχεν, ὅτι μηδὲ νοῆσαι. νοῦς γὰρ ὁρᾷ, ὥς περ καὶ ἀκούει. φησὶ γοῦν ὅτι Ὀδυσσεὺς χειρὶ ἐπιμασάμενος, φάρυγος λάβε δεξιτερῇ χειρί. τῇ δ' ἑτέρῃἐγγὺς ἐρυσάμενος ἔφη ἱκετευτικῶς· μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ. νῦν δ' ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τις ἄλλος πύθηται. (ῃερς.

Intertext edge

Open linked passage

Note