Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
458.1.1
) αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. καὶ τοῦτο μὲν ἔκφρασις κακῆς νυκτός. (ῃερς. 459.) τὰ δὲ ἑξῆς ἐν οἷς πειρητίζει τοῦ συβώτου εἴ πως χλαῖναν ποθὲν λάβοι, ἐπεὶ αὐτοῦ κήδετο λίην, τοιαῦτα εἰσί· κέκλυτε νῦν, εὐξάμενός τοι ἔπος ἐρέω. οἶνος γὰρ ἀνώγει ἠλεὸς, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι, καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ πέρ τ' ἄῤῥητον ἄμεινον. (ῃερς. 467.) εἶτα ἐπεί περ εἰκὸς εἰπεῖν τινὰ ὡς ἐπειδὴ οἶδας μέθης ἀπόβλησιν εἶναι τὸ ῥηθησόμενον σίγησον φησίν· ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω, τουτέστιν ἐπεὶ τὸ μεῖζον ὡμολόγησα τὸ, οἴνῳ κάτοχος εἶναι κἀκεῖθεν κελεύεσθαι εἰπεῖν, οὐκ ἂν ὀκνήσω οὐδὲ τὸ ἔλαττον. (ῃερς. 468.) καὶ εὐθὺς ἐπιφέρει κατὰ ἀσύνδετον σχῆμα, ὁποῖα τινὰ καὶ ἐν Ἰλιάδι κεῖνται, οὕτως· εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δ' Ὀδυσσεύς τε καὶ Μενέλαος. τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγὼν, αὐτοὶ γὰρ ἄνωγον. ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνὰ ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δ' ἂρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, (ῃερς. 476.) 2. 83 πηγυλὶς, ἤγουν παγετὸς κατὰ τοὺς παλαιοὺς, ἢ παγετώδης. αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη ψυχρὴ καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δ' εὔκηλοι σάκεσι σκεπόμενοι. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἔλιπον ἀφραδίαις. ἃς ἑρμηνεύων ἐπάγει· ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ τότ' ἐγὼν Ὀδυσσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας, (ῃερς. 485.) ὁ δ' ἂρ ἐμμαπέως, ἤγουν ταχὺ καὶ ἅμα ἔπει, ὑπάκουσεν, ἤγουν ἁπλῶς ἤκουσε· Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, οὔ τι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαφε δαίμων οἰοχίτωνα ἔμμεναι. νῦν δ' οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην. ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ, οἷος ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι. φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν μή τις ἄλλος ἀκούσῃ. (ῃερς. 494.) ἦ, τουτέστιν ἔφη, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε φίλοι, θεῖος ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι εἰ πλέονας (ῃερς. 498.) παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς (ῃερς. 500.) ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείμην ἀσπασίως. (ῃερς. 502.) φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ περιφράσει τοῦ, Ἠὼς δ' ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον, ἐπὶ ζητήσει ἐπιβλήματος, δι' οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι, ὡς χρὴ καὶ νῦν ὑφ' ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος δεσπότης ἐπ' αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφ' ἑαυτοῦ νοοίη τὸ λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι περιβλήματος. (ῃερς. 503.) ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος. (ῃερς. 506.) νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα, ὡς δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς. (ῃερς. 508.) ἀλλ' οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχ' ἧττον δὲ αὐτοῦ εἰς δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες. διὸ οὔτ' ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου. (ῃερς. 511.) ὧν ἐπέοικεν οὐ δέεσθαι δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. (ῃερς. 512.) λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλ' ἕωθεν ἀπέδωκας αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό. (ῃερς. 516.) καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν ἐκείνου ὁ Εὔμαιος. (ῃερς. 508.) Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ παρ' αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. Δῆλον δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος τὸν περὶ τῆς ἀηδόνος παρ' αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δ' ὡς ἄρ' ἀλώπηξ ἠδ' ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ καθ' ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ 2. 84 ξυνὸν, ὅθεν τὸ παρ' Ὁμήρῳ ξυνήϊον, ἵνα ᾖ ξυνωνία ἡ κοινωνία. οὐ δή που γὰρ ὥς περ ἰσωνία ἡ ἴση πράσις παρὰ τοῖς τεχνικοῖς, οὕτω καὶ ξυνωνία ἐνταῦθα ἡ ξύμπρασις. ὁ δὲ τὴν εἰρημένην Ἀρχιλόχειον χρῆσιν παραγαγὼν ἐπαγαγὼν καὶ ἑτέραν ὁμοίαν ἐν ᾗ κεῖται ἡ ἀχνυμένη σκυτάλη τὸ περιᾳδόμενον σκῶμμα ἐπιφέρει· πίθηκος ᾔει θηρίων ἀποκριθεὶς, μοῦνος ἀν' ἐσχατιήν. τῷ δ' ἄρ' ἀλώπηξ κερδαλέη συνήντετο πυκινὸν ἔχουσα νοῦν. καὶ ταῦτα μὲν ἀπὸ ἀλόγων. εἰς δὲ τὸ ἀπὸ φυτῶν συντελεῖ Καλλιμάχου τὸ, ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε μάλῳ ἢ Δάλῳ, τουτέστι Δήλῳ τῇ νήσῳ, δάφνη ἐλαίην καὶ ἑξῆς. καὶ ἔστι, φησὶν, ὁ αἶνος ἡπλωμένη παροιμία, ἥ τις καὶ αὐτὴ ἀποκεφαλαιοῦται μὲν εἴς τινα παραίνεσιν, ἐκδέχεται δέ τι ἔξωθεν ἐπέκεινα τοῦ κειμένου. ὅτι δὲ καὶ γρίφῳ ἔοικεν ὁ τοιοῦτος αἶνος, δῆλον ἐστί. γριφεύεται γάρ πως ὁ αἰνισσόμενος. πρὸς διάφορον δὲ σημασίαν βαρύνεται ὁ τοιοῦτος αἶνος, πρὸς διαστολὴν δηλονότι τοῦ κατ' εὐθεῖαν ὀξυνομένου αἰνοῦ, ἀφ' οὗ ἐπαινὴ Περσεφόνεια. γίνεται γὰρ ὁ μὲν εὐλογητικὸς αἶνος παρὰ τὸ ἰαίνειν ὡς οἷον ἴαινος, ὁ δὲ ῥηθεὶς συμβολικὸς παρὰ τὸ αἰνὸν, ὑποδύσκολος γάρ ἐστιν, ἢ καὶ παρὰ τὸ αἰανόν. σκοτεινὸς γὰρ λόγος ὁ τοιοῦτος αἶνος ἐστὶ καθὰ καὶ πᾶν αἴνιγμα. καὶ ἴσως διὰ τοῦτο Θηβαῖοι τὸν λόχον αἴνιγμα ἔλεγον, ὡς δηλοῖ Παλαίφατος ἐν τῷ περὶ Σφιγγός. βούλονται γὰρ οἱ λοχῶντες κρύπτεσθαι καὶ λανθάνειν, ὡς εἰ καὶ ὑπὸ σκότῳ αἰανῷ ἦσαν. φέρεται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Ἀθηνοκλῆς ἀθετεῖ ἐν τοῖς ῥηθεῖσι τὰ ἔπη, διότι ὁ αἶνος οὐκ ἔχει προσκειμένην καὶ τὴν ἀξίωσιν. καὶ ὅμως ἐγράφη τι ἀνωτέρω εἰς τοῦτο εὔλογον. ἡ γὰρ τῶν ἀκροατῶν ἀγροικία ἠνάγκασεν ἑρμηνευθῆναι τὸν αἶνον τῇ τῆς ἀξιώσεως ἐπιφορᾷ. καὶ οὕτω μὲν ταῦτα. οἷς προσθετέον καὶ ὅτι τετραχῶς παρὰ τοῖς παλαιοῖς ὁ αἶνος. ἔπαινος γάρ, φασι, γνώμη, παροιμία, καὶ πόλις, ἣν ῥαίκηλον ὁ Λυκόφρων καλεῖ. (ῃερς. 457.) Νὺξ δὲ γίνεται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ ˉω, ἀντιφραστικῶς, φασὶν, ἡ μὴ νύσσουσα εἰς ἔργον, ἀλλὰ μᾶλλον κατατιθεῖσα. ὅθεν καὶ θοὴ νὺξ ἡ καταθετικὴ κατά τινας, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. ἀπὸ δὲ τοῦ αὐτοῦ, φασὶ, νύξω νὺξ καὶ τὸ κατὰ τοὺς δακτύλους ἔξω σκληρὸν, καὶ πλεονασμῷ τοῦ ˉο πρὸς διαστολὴν ταυτοφωνίας ὄνυξ. οὕτω καὶ κλῶ κλάζω, ἐξ οὗ ἡ κλαγγή. καὶ αὖ πάλιν κλῶ κλάζω καὶ ὁμοίῳ πλεονασμῷ τοῦ ˉο ὀκλάζω ἐξ οὗ καὶ δίφρος ὀκλαδίας, καὶ ἐπίῤῥημα δὲ ὀκλὰξ, ὅθεν ὀκλὰξ καθῆσθαι τὸ ἐπὶ γόνυ. Σκοτομήνιος δὲ νὺξ οὐχ' ἁπλῶς ἡ ἀσέληνος ἀλλὰ καθ' ἣν ἡ σελήνη ἀποσκοτοῦται, φασὶν, ἐγγίσασα ἡλίῳ πρὸς σύνοδον ὅτε καὶ μετ' ὀλίγον ἁρπαγιμαία γενομένη ἔνην καὶ νέαν ποιήσει, τοῦ μὲν φθίνοντος μηνὸς κατὰ τὸν ποιητὴν, τοῦ δ' ἱσταμένοιο. ἡ γὰρ τοιαύτη σελήνη διὰ τὴν πρὸς ἥλιον σύνοδον καὶ τὸν ἀέρα μεταβάλλει πρὸς τὸ ταραχωδέστερον, ὅτε καὶ κελαδεινὴ κυρίως ἔστιν ἡ Ἄρτεμις, ὅ ἐστιν ἡ σελήνη. ὅτι δὲ τοιαύτην δεῖ νοεῖν ἄρτι τὴν σκοτομήνιον νύκτα, δηλώσει καὶ ὁ ἐφεξῆς που καιρός. ὑπόκειται γὰρ ἐν τοιαύτῃ τὸν Ὀδυσσέα ἡμέρᾳ ἐκφανθῆναι τοῖς μνηστῆρσι, καθ' ἣν ἡλίῳ συνοδεύουσα σελήνη ποιήσοι ἂν ἔκλειψιν. φανεῖται δὲ ἡ τοιαύτη ἡμέρα μετὰ τρεῖς ἐφεξῆς οἶμαι νύκτας, ὥστε ἡ νὺξ αὕτη ἐγγίζει τῇ συνόδῳ. καὶ κατὰ τοῦτο εἰκότως ἂν εἴη σκοτομήνιος. Ἰστέον δὲ ὅτι τε παρὰ τὸ νύσσω νύξω ἡ νὺξ, ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, καὶ ὅτι νὺξ νυχὸς ἡ κλίσις αὐτῆς, ὡς δῆλον ἐκ τοῦ πάννυχος καὶ παννύχιος καὶ εἰνάνυχες. εἰ καὶ πλεονάσαντος τοῦ ˉτ, ὡς καὶ ἐν τῷ γάλακτος καὶ ἄνακτος, ἐτράπη εὐθὺς καὶ τὸ ˉχ εἰς κάππα, ἵνα ψιλὸν ψιλοῦ κανονικῶς ἡγήσηται. καὶ ὅτι ἔοικεν ἡ σκοτομήνιος καὶ σκοτομήνεια γράφεσθαι, ὡς δηλοῖ ὁ γράψας διὰ τὴν σκοτόμαιναν, ὅτι Ἀττικοὶ μὲν καὶ Δωριεῖς σκοτόμαιναν λέγουσιν, Ὅμηρος δὲ σκοτομήνειαν, ὅ περ οὐχ' εὕρηταί που ἀλλαχοῦ κείμενον παρὰ τῷ ποιητῇ. καὶ ἔστιν ἐνταῦθα νοῆσαι ὡς οὐ παρὰ τὸ μαίνεσθαι ἡ σκοτόμαινα γίνεται, ἀλλὰ παρὰ τὸ μὰν μανὸς Δωρικὸν καὶ παρὰ τὸ μάνα ἡ μήνη, σκοτόμανα καὶ πλεονασμῷ τοῦ ἰῶτα, σκοτόμαινα. ἡ δὲ κωμῳδία καὶ σκώπτει διὰ τῆς τοιαύτης λέξεως ἐν τῷ, ὅσσαι σκοτόμαιναι ὅσαι κηλίδες. Σημείωσαι δὲ καὶ ὅτι τὴν τοιαύτην νύκτα, ἴσως δὲ μᾶλλον τὴν ἐφεξῆς ῥηθεῖσαν πηγυλίδα καὶ χιονοβόλον, καὶ κατουλάδα καλεῖσθαι Παυσανίας φησὶν, ὡς κατίλλουσαν καὶ καθείργουσαν, καθὰ καὶ ἐξούλης φησὶ δίκη ἡ τῆς ἐξείρξεως, ἕτεροι δὲ τὴν πανώλεθρον· οὖλον γὰρ τὸ ὀλέθριον· ἢ τὴν ἔχουσαν συστροφὰς ἀνέμων. ἴλλειν γὰρ καὶ τὸ συστρέφειν. ὅθεν καὶ ἰλλὰς παρὰ Ἴωσιν ὁ ἀπὸ λύγου δεσμὸς ἐν Ἰλιάδι, καὶ τὸ, ἰλαδὸν εἰς ἀγορὴν, καὶ οὔλη θρὶξ, ἢ καὶ ἄλλως κατουλὰς νὺξ ἡ ζοφώδης ἀπὸ τῆς κατὰ σῶμα, φασὶν, οὐλῆς. ἀφ' ἧς καὶ ὕπουλος ὁ κακότροπος· μελαντέρα γάρ, φασιν, αὐτὴ, ὡς ἐπιπολύ. Τὸ δὲ ὗε Ζεὺς 2. 85 ἤτοι ἀὴρ ἐντελῶς ἔχει. ὅτε μέντοι καταμόνας κεῖται τὸ ὕειν, ἐλλείπει τότε ὁμοίως τῷ, ἀστράπτει καὶ βροντᾷ καὶ τοῖς τοιούτοις. ἔοικε γοῦν τῷ Ὁμηρικῷ καὶ Ξενοφῶντος ἐν Ἑλληνικοῖς τὸ, γέγονε τόδε τι, ὕοντος πολλοῦ, ἤγουν ὑετοῦ πολλοῦ καταῤῥηγνυμένου. ὅ πέρ ἐστιν ἶσον τῷ, πολλὰ ὕοντος τοῦ Διός. Ζέφυρον δὲ μέγαν τὸν σφοδρὸν λέγει. (ῃερς. 463.) Τὸ δὲ ἔφυδρος ἀκόλουθόν ἐστι πρὸς τὸ, ὗε δ' ἄρα Ζεύς. Τὸ δὲ εὐξάμενος προθεωρία τίς ἐστι τοῦ διηγήματος, προεκτεθεῖσα, ὡς αὐχεῖ ὁ ξένος ἐφ' οἷς μέλλει εἰπεῖν. Τὸ δὲ οἶνος γὰρ ἀνάγει, δεσπότην ἐφίστασθαι δηλοῖ τὸν οἶνον τοῖς πολυπόταις, καθάπερ ἀλλαχοῦ καὶ τὴν γαστέρα τοῖς πεινῶσιν ἔφη κελεύειν. διὸ καὶ ἐπήγαγε γνωμικῶς, ὅτι οἶνος ἐφέηκε, τουτέστιν ἐνετείλατο ἢ ἐπετείλατο, οὐ μόνον ἀεῖσαι ἀλλὰ καὶ μάλ' ἀεῖσαι. λάλον γὰρ ὁ οἶνος καὶ ἐπινοητικὸν, ὡς καὶ ὁ κωμικὸς δηλοῖ σαφέστατα. Ἰστέον δὲ ὅτι τὸ πρῶτον οἱ παλαιοὶ, ὡς ἱστορεῖ Παυσανίας, τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου, ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν. ὅθεν ἐῤῥέθη καὶ τὸ κωμῳδεῖν, ὅτε καὶ τὴν λυμαινομένην τοῖς ἀμπέλοις αἶγα, φησὶν, ἆθλον τῆς ᾠδῆς προέθεντο. τοὺς δὲ ἀγωνισαμένους τραγῳδοὺς ἐκάλεσαν διὰ τὴν ἐπὶ τράγῳ δηλονότι ᾠδήν. καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους, φησὶ, κριθέντας ἤγουν τοὺς ἡττηθέντας ἕτερον ἔδει τράγον ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν αὖθις μισθοῦσθαι τοὺς ἐναλλομένους τῷ ἀσκῷ. τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἤγουν μὴ ἀναγκάζεσθαι εἰς τὸ ἐναλλέσθαι, ἀλλὰ ἡσυχάζειν. Ἠλεὸς δὲ οἶνος ὁ ἀλῶν ἤτοι πλανῶν τὸν οὐ πρὸς μέτρον πίνοντα. καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ὁ ἠλιθιοποιὸς, καθὰ καὶ δέος χλωρὸν τὸ χλωροὺς ποιοῦν, καὶ ἔρως τυφλὸς ὁ τυφλοποιὸς, καὶ πλοῦτος δειλὸς ὁ τοιούτους ποιῶν τοὺς ἔχοντας. δοκεῖ δὲ ἠλὸς εἶναι τὸ πρωτόθετον, ὡς δῆλον ἐκ τοῦ μαινόμενε φρένας ἠλὲ διέφθορας. καὶ ἔστιν ὡς ἀφνὸς ἀφνεὸς, ἐξ οὗ τὸ, ἀφνεωτέραις χερσὶ παρὰ Σοφοκλεῖ, καὶ συφὸς συφεὸς, οὗ δὴ συφοῦ ἐν χρήσει δοτικὴ πληθυντικῶν τὸ συφοῖσιν, ἔτι δὲ καὶ ὡς ἀδελφὸς ἀδελφεὸς, οὕτω καὶ ἠλὸς ἠλεός. (ῃερς. 465.) Ὅρα δὲ καὶ ὅτι τὸ ἧκε μετὰ διαφόρων ἐνταῦθα προθέσεων ἐννοίας διαφόρους ἐχορήγησε· τὸ, ἐφέηκεν ἀεῖσαι, καὶ τὸ, ὀρχήσασθαι ἀνῆκε, καὶ τὸ, ἔπος προέηκε, τὰ καὶ πάρισα, ὧν τὸ μὲν ἐφέηκε καὶ προέηκεν Ἀττικὰ, τὸ δὲ ἀνῆκε κοινόν. Ἰστέον δὲ ὅτι κανόνος ὄντος τοῦ, πᾶς παρακείμενος πλεονοσυλλαβεῖ τοῦ ἐνεστῶτος χωρὶς τῶν ἀπὸ φωνήεντος ἀρχομένων· ἐν ἐκείνοις γὰρ ὁ παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεστῶτος, οἷον, ἵημι ἧκα· διὸ τοῦ φημὶ οὐκ ἔστι παρακείμενος ὅλως οὐδὲ τοῦ εἰμί· οὐ γὰρ ἔστι μονοσυλλαβῆσαι παρακείμενον· τοιούτου γοῦν ὑποκειμένου κανόνος, ὅμως οἱ Ἀττικοὶ τὸ ἧκα ἕηκα ποιήσαντες ἐν τῷ ξυνέηκε καὶ ἐφέηκεν ἰσοσύλλαβον τῷ ἵημι ἐνεστῶτι τὸν αὐτοῦ ἐποίησαν παρακείμενον. δῆλον δὲ ὅτι ὅθεν τὸ ἐφέηκεν, ἐκεῖθεν γίνεται καὶ ἡ ἐφημοσύνη ὅ πέρ ἐστι κέλευσις, ἐντολὴ, ποιητικώτερον δὲ ἐπιτολή. (ῃερς. 466.) Τὸ δὲ ὅ περ ἄῤῥητον ἄμεινον, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ ὅ περ ἄμεινον ἦν ἄῤῥητον ὂν, ἢ καὶ ἄλλως ὅ περ ἄμεινον ἦν ἄῤῥητον εἶναι. τὸ τοιοῦτον ἔπος ὀρθῶς ἂν τὸ τῶν ὀδόντων ἕρκος λεχθείη ἂν φυγεῖν. (ῃερς. 464.) Ὅρα δ' ἐν τῇ εἰρημένῃ γνώμῃ τὸ, μάλ' ἀεῖσαι, ἀπηκριβωμένως λεχθέν. οὐ γὰρ μέμφεται τοῦ ἀείδειν τὸν οἶνον ὁ σοφὸς ἀοιδὸς Ὅμηρος, ἀλλὰ τοῦ μάλα ἀείδειν καὶ πέρα τοῦ μετρίου. συνεπιμεριστέον δὲ τὸ τοιοῦτον μάλα καὶ εἰς τὸ ἁπαλὸν γελάσαι καὶ εἰς τὸ ὀρχήσασθαι. οὐ γὰρ οὕτω, φασὶν, οἶδεν Ὅμηρος τὸν οἶνον ἠλεὸν, ὡς ἠλίθιον καὶ ματαιοποιόν. οὐδ' οὕτως ἀγροῖκος οὐδ' ἐπαρίστερός ἐστιν, ὡς κελεύειν σκυθρωπὸν εἶναι τὸν πίνοντα, μήτε ᾄδοντα μήτε γελῶντα μήτ' εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεψόμενον, ἀλλ' ᾔδει ἐν ἑκάστῳ τούτων διαφορὰν ποιότητος καὶ ποσότητος. διὸ καὶ κωλύσας τὸ μάλα ἐπὶ τοῦ ᾄδειν καὶ γελᾶν καὶ ὀρχεῖσθαι καὶ τὴν ἐκεῖθεν ἄνανδρόν, φασι, πρόπτωσιν ἐφίησιν ἄλλως αὐτὰ συμμέτρως γίνεσθαι διὰ τοῦ πίνειν Ὁμηρικῶς εἰπεῖν, ὅσον ἤθελε θυμὸς, εἰ καὶ οἱ παρὰ Πλάτωνι οὐχ' οὕτω, φασὶ, πίνουσιν, ἀλλ' ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι, οἳ οὐ μόνον οὐκ ἂν ὀρχεῖσθαι δύναιντο, ἀλλ' ἴσως οὐδὲ ζῆν. εἰς ταῦτα δὲ χρήσιμον καὶ τὸ, κρύψαι πάντα τἄλλα τις δύναιτ' ἂν, πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ' ἐμπεσών. ἔτι γε μὴν καὶ τὸ τοῦ κωμικοῦ Ἐρίφου, εἰπόντες ὅτι λόγος ἔστ' ἀρχαῖος οὐ κακῶς ἔχων, οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐκ ἐθέλοντας· ἔτι δὲ καὶ τὸ τοῦ Κυθηρίου Φιλοξένου τὸ, εὐρείτας οἶνος πάμφωνος· καὶ μὴν καὶ τὸ, οἶνος δὲ κοκκύζειν τοὺς ὁδοιπόρους ποιεῖ μέλας Σκιάθιος ἶσον ἴσῳ κεκραμένος. ἔστι δὲ Σκιάθιος μὲν ὁ ἀπὸ νήσου Σκιάθου, μέλας δὲ ὁ καὶ αἶθοψ παρ' Ὁμήρῳ. Τὸ δὲ κοκκύζειν 2. 86 κωμικῶς ἀντὶ τοῦ ᾄδειν ἀπὸ τοῦ κόκκυγος. ἶσον δὲ ἴσῳ κεκρᾶσθαι τὸ καὶ παρὰ Ἀριστοφάνει κείμενον. συμφωνεῖ δὲ τῇ Ὁμηρικῇ περὶ οἴνου γνώμῃ καὶ τὸ, ἐπειδὰν δειπνῶμέν που τότε πλεῖστα λαλοῦμεν ἅπαντες. συντελεῖ δέ τι καὶ τὸ, οἶδε Διόνυσος τὸ μεθύσαι μόνον, εἰ δὲ νέον ἢ παλαιὸν οὐ πεφρόντηκε. (ῃερς. 468.) Τὸ δὲ ὣς ἡβώοιμι καὶ ἑξῆς, τεθὲν αὖθις μετὰ τὸ πέρας τοῦ διηγήματος κύκλον ποιεῖ μακροαπόδοτον, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι ἐστί. (ῃερς. 469.) Τὸ δὲ ὑπὸ Τροίην ἀκριβῶς πέφρασται. οἱ γὰρ κάτω λοχῶντες περὶ αἰπὺ τεῖχος καλῶς ἂν ὑπὸ Τροίην λόχον ἄγειν λέγοιντο. Τὸ δὲ λόχον ἤγομεν καὶ τὸ ἡγείσθην παρήγαγον τὸν ὕστερον λοχαγόν. (ῃερς. 474.) Ὅτι δὲ ἑλώδη τὰ κατωτέρω τῆς Τροίας, ὡμολόγηται. Οἰκεῖον δὲ φυτὸν ἕλεσι καὶ οἱ δόνακες, περὶ ὧν καὶ ἡ Ἰλιὰς δηλοῖ. Δῆλον δὲ καὶ ὡς συνεργάζεταί τι χειμῶνος τῷ κρύει καὶ τὸ ἕλος διὰ τὴν περὶ αὐτὸ ὑγρότητα κρυσταλλουμένην, ὡς εἰκὸς, ἐν δριμύτητι ψύχους. Τοῦ δὲ ὑπὸ τεύχεσι πεπτηῶτες, ἑρμηνεία μετ' ὀλίγα τὸ, σάκεσιν εἰλυμένοι ὤμους. (ῃερς. 475.) Τὸ δὲ νὺξ κακὴ Βορέαο πεσόντος πηγυλὶς καὶ τὰ ἑξῆς, αἰθρηγενέτην ὑποβάλλει νοεῖν τὸν Βορέαν, ὡς ψυχροποιὸν, ὅ περ καὶ ἐν ἄλλοις λέλεκται. (ῃερς.

Intertext edge

Open linked passage

Note