Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
460.1.1
) Τὸ δὲ, δι' ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ ἐκ μεγάρου ἀναχωρήσει. (ῃερς. 462.) Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή· ὁποῖον καὶ μετ' ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδ' ἔστιν, ὅς ποτ' ἀμφ' ἐμοὶ βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ πληγεῖ σ' ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ' ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλ' ἀμφὶ θυμῷ τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δ' οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως αὐτὰ Δημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 463.) Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ, περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος. Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδ' ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς. (ῃερς. 464.) Τὸ δὲ σφῆλεν ἔοικεν ἡ ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε. (ῃερς. 465.) Τὸ δὲ, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν δηλοῖ. (ῃερς. 468.) Τὸ δὲ, κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει, προσοχὴν ἀκροάσεως ποιεῖ. (ῃερς. 470.) Τὸ δὲ, οὐ μὰν οὔτ' ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι. (ῃερς. 471.) Τὸ δὲ, μαχειόμενος, ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς χρήσηται. (ῃερς. 472.) καινῶς δὲ καὶ νῦν ἡ περˉι πρόθεσις μετὰ δοτικῆς λέγεται ἐν τῷ, περὶ κτήμασι καὶ περὶ βουσίν. ἐκ δὲ τῶν ὀΐων καὶ ὄα κατὰ Αἴλιον Διονύσιον ἐπὶ ἱματίου διὰ τοῦ ˉο μικροῦ. καὶ τοῦτο μὲν ἐκεῖνος ἐν τῷ ˉο στοιχείῳ τῷ μικρῷ. ἐν δὲ τῷ ˉω μεγάλῳ φησὶν ὁ αὐτός· ᾦα, μηλωτή· διφθέρα. οἶς γὰρ τὸ πρόβατον. ἐν ἑτέρῳ δὲ ῥητορικῷ λεξικῷ γράφεται, ὅτι ᾦαι ἔσχαται ἄκραι. ἐν ἄλλῳ δὲ, ὅτι ᾦα ἡ μηλωτὴ κατὰ ἔκτασιν. καὶ δῆλον ἐκ τῶν ῥηθέντων, ὅτι τὸ μὲν πρῶτον, ἤγουν τὸ διὰ τοῦ ˉο μικροῦ, φυσικόν ἐστιν ἐκ τοῦ ὄϊς· τὸ δὲ δεύτερον ἐξετάθη. ἔνθα προσεκτέον τῷ γράψαντι, ὅτι ὄϊαι διφθέραι, μηλωταί· οὗ ἐκτάσει καὶ συναιρέσει ᾦαι. ὁμοίως δῆλον καὶ ὅτι οὐ πολυτελεῖς κατὰ τὴν ἐν τοῖς μετὰ ταῦτα τοῦ Ὀδυσσέως χρυσῆν ᾦαν αἱ λοιπαὶ κυρίως ᾦαι, ἀλλὰ μηλωταί τινες, ὁποῖαι πολλαὶ καὶ μέχρι νῦν παρὰ τοῖς ἀγροίκοις. ἐν δὲ ἀνωνύμῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι ὀξυτόνως καὶ συνεσταλμένως ὀαὶ ἱματίων. φέρει δὲ καὶ χρῆσιν τοῦ κωμικοῦ τὸ, ὅτε τὰς ὀὰς ἐποιήσατο. οἱ γὰρ παλαιοί, φησι, καὶ ταύταις ὀϊὸς δέρμα προσέῤῥαπτον, ἵνα ἥκιστα τρίβοιντο τὰ κάτω τῶν ἱματίων. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· μῆλα ὁ ποιητὴς καλεῖ καὶ τὰς αἶγας, οἷον, μῆλ' ὄϊές τε καὶ αἶγες ἰαύεσκον. καὶ ἡμεῖς δὲ δήπου μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν. τὴν δὲ τῶν προβάτων ἔνιοι οἰέην. τῶν δὲ ἀρχαίων Ἀττικῶν τινὲς συναλιφὴν ποιούμενοι ὦαν ἐκάλουν. καὶ φέρει καὶ χρῆσιν Ἑρμίππου ταύτην· Ὥραμάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ὦαν περιδεῖσθαι περὶ τὴν ὀσφύν. (ῃερς. 476.) Τὸ δὲ, τὸν δεῖνα πρὸ γάμοιο τέλος θανάτοιο κιχείη, εἰ δή που πτωχῶν γε θεὸς, λυπουμένου πτωχοῦ λόγος ἐστίν. (ῃερς.