Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
473.1.1
) Ὅτι ἐπιτάξαντος Ὀδυσσέως τοῖς ἑαυτοῦ μετὰ τὴν τοῦ οἴκου διακόσμησιν ἐξαγαγεῖν εὐσταθέος μεγάροιο τὰς φαύλας δμωὰς μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς θεινέμεναι, τουτέστι θείνειν καὶ τύπτειν ξίφεσιν, εἰσόκε, φησὶ, ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθοιντ' Ἀφροδίτης, ἣν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ, ποιοῦσιν οὕτως οἱ κελευθέντες καὶ ἐξαγαγόντες μεσσηγύς τε θόλου τοῦ ῥηθέντος καὶ τοῦ τῆς αὐλῆς ἕρκεος εἴλεον ἐν στένει, τουτέστι συνέκλειον αὐτὰς ἐν στενοχωρίᾳ τόπου, ὅθεν οὔ πως ἦεν ἀλύξαι. καὶ Ὀδυσσεὺς μὲν οὕτως ἁπλῶς φονευθῆναι κελεύει τὰς δμωὰς, Τηλέμαχος δὲ εἰπὼν, μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν, τουτέστι κατέχεάν μου ὕβρεις, μητέρι θ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον, πεῖσμα νεὸς κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, τουτέστι στύλου ἐξαρτήσας τινὸς ἢ κιονοειδοῦς ξύλου πέριξ ἔθετο τῆς θόλου, ὑψόσε ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο· δι' οὗ τὴν ἀπαιώρησιν τῶν δμωΐδων δηλοῖ. εἶτα τὴν καθεξῆς στοιχηδὸν ἐκείνων ἐπὶ τοῦ πείσματος ἀνάρτησιν καὶ τὸ, βρόχοις ἐνσχεθῆναι σαφῶς διαγράφων ποιεῖ παραβολὴν ταύτην· ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τουτέστι μηχανήματι ἀγρευτικῷ ἐγκρούσωσι, τό θ' ἑστήκει ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν· ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἅπερ ταυτὸν δηλοῦσι. ταυτὸν γὰρ τὸ μίνυνθα, ἐξ οὗ μινυνθάδιος, καὶ τὸ, οὐ μάλα δήν. ὥς περ καὶ τὸ, εἵλεον ἐν στείνει, καὶ τὸ, ὅθεν οὔ πως ἦεν ἀλύξαι. στεῖνος γὰρ, ὅθεν δυσχερές ἐστιν ἀλύξαι. δῆλον δ' ἐκ τῶν ῥηθέντων ὅτι ἄλλο μὲν ἐκέλευσεν ὁ πατὴρ, ἄλλο δὲ πεποίηκεν ὁ υἱός. ἐπεὶ γὰρ καθαρὸς μὲν ὁ διὰ ξίφους ἐδόκει θάνατος, μιαρὸς δὲ ὁ ἀγχονιμαῖος, ὡς ἐν τῇ νεκύᾳ προδεδήλωται, ἔκρινε μὴ χρῆναι καθαρῷ θανάτῳ τὰς ἀκαθάρτους πεσεῖν, αἳ οὔτε αὐταὶ καθαραὶ ἦσαν οὔτε τοὺς δεσπότας καθαροὺς εἴων ὕβρεων. (ῃερς. 462.) Ἰστέον δὲ ὡς θάνατον καθαρὸν οἱ μὲν πλείους, ὡς ἐῤῥέθη, νοοῦσι· τινὲς δὲ καὶ τὸν ἁπλοῦν οὕτω λεχθῆναι φασί. Θόλος δέ, φασιν, οἴκημα κυκλοτερὲς, εἰς ὃ τὰ καθεκάστην χρήσιμα τῶν σκευῶν ἐτίθεντο, οἷον, πίνακες, κρατῆρες, ἐκπώματα. γίνεται δὲ ἀπὸ τοῦ θέειν ὅλον οἱονεὶ τὸ περιθεόμενον. Τούτου τοῦ θόλου μεταξὺ καὶ τοῦ τῆς αὐλῆς ἕρκους στεῖνος ὑπόκειταί τις, ὡς ἐῤῥέθη, περὶ ὃ αἱ φαῦλαι δουλίδες ἀναρτηθεῖσαι ὤλοντο. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ οὕτω· θόλοι, στέγαι, ἐπάλξεις, καμάραι. θολία δὲ θηλυκῶς πῖλος εἰς ὀξὺ ἀπολήγων· οἱ δὲ σκιάδιον. (ῃερς. 444.) Τὴν δὲ Ἀφροδίτην φυσικῶς κατὰ μετωνυμίαν εἰς μίξιν ἀλληγορῶν ἔφη, ἣν ὑπὸ μνηστῆρσιν ἔχον, ὅ περ αὖθις διασαφῶν ἐπάγει· μίσγοντό τε λάθρῃ. (ῃερς. 445.) Καὶ ὅρα τὸ λάθρῃ συντελοῦν εἰς τὸ, ψίθυρος Ἀφροδίτη, περὶ οὗ προγέγραπται. (ῃερς. 464.) Τὸ δὲ, μητέρι θ' ἡμετέρῃ, ἔχει τι ἀντιστροφῆς ὁμοίωμα ῥητορικοῦ σχήματος κατὰ τὸ ὁμόφωνον τοῦ τέλους τῶν λέξεων. (ῃερς. 468.) Κίχλαις δὲ καὶ πελείαις εἰκάζει τὰς ῥηθείσας δμωὰς, τὸ μὲν ἴσως διὰ τὸν κιχλισμὸν τῶν γελώτων οὓς ἐγέλων εὐφροσύνην ἀλλήλαις παρέχουσαι ὅτε καὶ ἡ τοῦ Ὀδυσσέως ὑλάκτει καρδία, τὸ δὲ διὰ τὸ κατωφερές· τοιαῦται γὰρ αἱ περιστεραὶ, ὧν τὸ πάντροφον διὰ τὸ ἀεὶ μίγνυσθαι. Ὅτι δὲ τὰς κίχλας κιχήλας τρισυλλάβως ἔλεγον οἱ Δωριεῖς καὶ ὡς ἐκ τῆς αὐτῶν φωνῆς κιχλίζειν καὶ κιχλισμὸς ἐπὶ γυναικείου γέλωτος, οὐκ ἄδηλόν ἐστι. χρῆσις δὲ κιχηλῶν οὐ μόνων παρὰ τῷ κωμικῷ, ἀλλὰ καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ, τὰς ἐλαιοφιλοφάγους κιχήλας· ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ὃς καὶ Συρακουσίων λέξιν τὰς κιχήλας λέγει, ὡς δηλαδὴ καὶ αὐτῶν δωριζόντων. ἐκεῖνος δὲ ἱστορεῖ καὶ ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον αἱ ἐπικιχλίδες προσηγορίας τοιαύτης ἔτυχεν, ἐπεὶ Ὅμηρος ᾄδων αὐτὸ τοῖς παιδαρίοις κίχλας εἰς δῶρον ἐλάμβανε. κανονίζει δὲ ὁ αὐτὸς ῥήτωρ καὶ ὅτι Ἀττικοὶ κίχλην διὰ τοῦ ˉη λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λˉα λήγοντα θηλυκὰ πρὸ τοῦ λάμβδα ἕτερον λάμβδα ἔχει, σκύλλα, κίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα, Τηλέσιλλα. τὰ δὲ εἰς λˉη οὐκέτι, ὁμίχλη, χύτλη, γενέθλη· οὕτω καὶ κίχλη, ἥ τε ὄρνις καὶ ὁ ἰχθῦς ποικιλόστικτος αὐτὸς ὥς περ ὁ κόσσυφος μελανόστικτος. ἀρέσκεται δὲ τῷ τοιούτῳ κανόνι καὶ Ἡρῳδιανός. ἐν τούτῳ δὲ τῷ τόπῳ λέγει ὁ Ἀθήναιος καὶ τὸ, κίχλαι τε καὶ λαγοὶ θαλάσσιοι, ὃ καὶ σημείωσαι διὰ τὴν κλίσιν τοῦ, λαγὸς λαγοῦ λαγοί. λέγει δ' ὁ αὐτὸς καὶ ὅτι, ὡς κίχλη διὰ τοῦ ˉη, οὕτω καὶ τρίγλη. τὰ γὰρ εἰς λˉα θηλυκὰ ἐπιπλοκὴν ἔχοντα τοῦ γάμμα εἰς ˉη λήγει, τρώγλη αἴγλη ζεύγλη. διδάσκει δὲ ἀκολούθως τῷ Ὀππιανῷ καὶ ὅτι ἡ τρίγλη τριγόνοις γοναῖς ἐπώνυμος οὖσα οἱονεὶ τρίγνη ἐστὶ, τρὶς τίκτουσα τοῦ ἔτους, τρίτον δέ, φασι, τεκοῦσα ἄγονός ἐστι. γίνεται γὰρ αὐτῇ, σκωλήκιά τινα κατὰ τὴν ὑστέραν, ἃ τὸν γόνον κατεσθίει. ὅτι δὲ ἐκ τοῦ τρίγνη γέγονε τρίγλη τροπῇ συνήθει τοῦ ˉν εἰς λάμβδα, πιστὸν γίνεται καὶ ἐκ τοῦ νεογινὸς νεογιλὸς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, καὶ τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον Δωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης, οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρ' Ἐπιχάρμῳ ἐν τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν, ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς δηλοῦσιν· ἀλλ' ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται. (ῃερς. 469.) Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς ὁμώνυμος λέξις καὶ τὸ ἕρκος. (ῃερς. 470.) Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, λαβών τις τῶν μεθ' Ὅμηρον ἔφη τὸ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (ῃερς. 471.) Τὸ δὲ ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα. Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν. (ῃερς. 472.) Ὅρα δὲ καὶ ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ συντομίας σεσιγημένοι. (ῃερς. 474. σθθ.) Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται. (ῃερς. 481.) Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχ' οὕτω ποιεῖ, ἀλλ' ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω. Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος Διῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ, Διὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ δι' αἵματος ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ τὰς πόλεις καθαίροντες φαρμακοὶ Ἀττικῶς ἐλέγοντο, καθὰ δηλοῖ καὶ ὁ Δημοσθένης, Ἴωνες δέ, φασι, προπαροξυτόνως. τοῦ δὲ τοιούτου καθαίρειν παράγωγα τὸ καθάρσιον καὶ τὸ κάθαρμα, ἐκεῖνο μὲν οὐ μωμητὸν, τοῦτο δὲ ψεκτὸν, ἀφ' οὗ καθάρματα τοὺς ῥυπαροὺς καὶ ἀποβλήτους φαμέν· καὶ ἔστιν αὐτὸ σκῶμμα δριμύτερον τοῦ ἐν Ἰλιάδι λύματος ἤγουν ἀπονίμματος, ἐξ οὗ καὶ ἡ λύμη καὶ ὁ λυμεών· ὥς περ αὖ πάλιν τοῦ λύματος ἀφελέστερον τὸ περίψημα σπόγγισμά τι ὂν αὐτὸ καὶ κατὰ τοῦτο ἐοικὸς τῷ λύματι. Τὸ δὲ θεῖον γίνεται ἀπὸ τοῦ θεὸς θέϊον κατὰ παραγωγὴν ἁπλῆν, καὶ ἐν συναιρέσει θεῖον δισυλλάβως· ἐξ οὗ καὶ θειῶσαι τὸ θυμιάσαι, ὡς τὸ, εὖ διεθείωσε. προσλαβὼν δὲ τὸ ˉε πρὸ τῆς διφθόγγου γίνεται θέειον τρισυλλάβως, ἐξ οὗ τὸ, ὄφρα θεειώσω. ἄλλως δὲ διαλυθὲν τὸ δισύλλαβον θεῖον γίνεται θήϊον. καὶ ἔστι δυνατὸν καὶ ἀπ' αὐτοῦ γενέσθαι ῥῆμα τὸ θηϊῶσαι. Ὅτι δὲ θεῖον ἔστιν ἐνταῦθα νοῆσαι καὶ τὸν θέαφον τὸ λεγόμενον δηλαδὴ θεῖον ἄπυρον, δηλοῦσιν οἱ παλαιοί. καὶ θεῖον μὲν ἴσως διὰ τὸ καινὸν τῆς αὐτοῦ ἐνεργείας καὶ τεράστιον, ἢ διὰ τὸ ἀνάγεσθαι ἔνθα τὰ θεῖα, ἢ καὶ διὰ τὸ θεόθεν εἶναι· μετὰ προσθήκης δὲ θεῖον ἄπυρον τὸ ὀλιγόπυρον· βραχὺ γὰρ ψαῦσαν πυρὸς ἀνάπτεται· ἢ ὅτι οὐ χρὴ ἁπλῶς πυροῦσθαι αὐτὸ διὰ τὸ δύσοδμον. (ῃερς. 494.) Ἐν δὲ τῷ, μέγαρον καὶ δῶμα καὶ αὐλὴν, διαφορά τις φαίνεται μεγάρου καὶ δώματος. καὶ ἴσως μέγαρον τὴν γυναικωνίτιν φησί. καὶ κεῖνται χρήσεις εἰς τοῦτο πρὸ ὀλίγων τινές. φαίνεται δὲ αὐτὸ καὶ ἔνθα ἡ Πηνελόπη ἐγκελεύεται τῇ Εὐρυκλείᾳ μέγαρόνδε ἔρχεσθαι, καὶ Τηλέμαχος δὲ αὐτὴν ἀπὸ μεγάρου καλεῖ. (ῃερς. 492.) Τὸ δὲ, οἶσε πῦρ, περιφράζων ἅμα καὶ παραφράζων, πῦρ νῦν μοι, φησὶ, πρώτιστονἐνὶ μεγάροισι γενέσθω. (ῃερς. 487.) Ὅτι προτροπὴ κακοείμονος εἰς λαμπροφορίαν τὸ, ἀλλ' ἄγε δὴ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω, μηδ' οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθ' ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη. (ῃερς. 489.) Ἀπὸ τοῦ ἕστακα δὲ, οὗ προστακτικὸν τὸ ἕστακε, γίνεται τὸ ἕσταθι κατὰ πλεονασμὸν ὁμοίως τῷ, κλύε, κλῦθι, καὶ τοῖς τοιούτοις. (ῃερς. 498.) Ὅτι πάλιν τῆς Εὐρυκλείας μετακαλεσαμένης ἀμφεχέοντο καὶ ἠσπάζοντο Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους αἱ ἀθῷοι δμωαὶ, χεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς· γίγνωσκε δ' ἄρα φρεσὶ πάσας. λαλεῖ δὲ πρὸς οὐδεμίαν οὐδέν. τί γὰρ καὶ ἦν λέγειν τὸν οὕτω σεμνὸν Ὀδυσσέα πρός γε τὰς τοιαύτας; ἀρκεῖ δὲ ἀντὶ προσφθέγματος ὁ ἐνδιάθετος κλαυθμὸς καὶ ἡ στοναχὴ, ἅ περ ᾐδεῖτο ἐν τῇ τῶν Φαιάκων γῇ πάσχων Ὀδυσσεύς. (ῃερς. 499.) Ἰστέον δὲ ὡς ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι, εἰλῆφθαι δοκεῖ παρὰ τοῖς ὕστερον ἀγαπᾶν λέγειν τὸ φιλεῖν καὶ ἀγάπην τὸ φίλημα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος. ΟΔΥΣΣΕΙΑΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ παρούσῃ ῥαψῳδίᾳ Ὀδυσσεὺς ἀναγνωρίζεται τῇ γυναικί. διὸ καὶ Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμὸς ἐπιγράφεται. κατάρχει δὲ ταύτης ἡ γραῦς Εὐρύκλεια τὰ κατὰ τὸν Ὀδυσσέα τῇ γυναικὶ ἀγγέλλουσα. φησὶ γάρ· (ῃερς. 1. σθθ.) γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο καγχαλόωσα, ὡς εἰκὸς, δεσποίνῃ ἐρέουσα τὰ κατὰ τὸν Ὀδυσσέα· γούνατα δ' ἐῤῥώσαντο, τουτέστιν ἐῤῥωμένως ἐκινήθησαν, πόδες δ' ὑπερικταίνοντο. τοιοῦτον γὰρ ἡ παρ' ἐλπίδα τέρψις, ἀνανεοῦσα τὸ γῆρας καὶ τὰς φυσικὰς δυνάμεις ἠτονηκυίας ῥωνύουσα ὡς τὰ πολλὰ, εἰ καὶ ἔστιν ὅτε πολλοὶ τῇ ὑπερβολῇ τῆς χαρᾶς ἀπέβησαν. διὸ καὶ Λαέρτης ἐν τοῖς ἑξῆς τὸ γῆρας οἷον ἀποθέμενος διὰ τὴν ἐπὶ τῷ Ὀδυσσεῖ χαρὰν νεοτήσιον μένος ἐπαναλήψεται. (ῃερς. 1.) Ἰστέον δὲ ὅτι τὸ γρηῦς ταυτὸν μέν ἐστι τῷ νηῦς κατὰ τὴν προφορὰν καὶ τὴν κλίσιν, οὐ πάντα δὲ ἔχει ὡς ἐκεῖνο. τοῦτο μὲν γὰρ διαλύεται, ὡς καὶ ἐνταῦθα, γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο· ἡ δὲ νηῦς οὐ διαλύεται. καὶ ἡ ναῦς μὲν ἔχει καὶ Ἀττικὸν, τῆς νεὼς γάρ· ἡ δὲ γρηῦς οὔ. τὰ δὲ λοιπὰ ὡμοίωνται. ναῦς γὰρ ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς καὶ γρηός. (ῃερς. 3.) Τὸ δὲ, ἐπεῤῥώσαντο πόδες, ἀγαθὴν ἔχει τροπὴν, οὐ μὴν ὁποίαν ἐν Ἰλιάδι τὸ, χαῖται ἐπεῤῥώσαντο. Τὸ δὲ ὑπερικταίνοντο ἀντὶ τοῦ ἀνεπάλλοντο κατὰ Ἀρίσταρχον, ἢ ὑπερεξετείνοντο, ἄγαν ἱκνοῦντο· παρὰ τὸ ἵκταρ, ὅ ἐστιν ἐγγύς· ὡς ἡ παροιμία· οὐδ' ἵκταρ βάλλει, ἀντὶ τοῦ οὐδ' ἐγγὺς τοῦ σκοποῦ γίνεται. καὶ τὸ μὲν τοιοῦτον ἵκταρ εὐλόγως τε δασύνεται καὶ ἐπίῤῥημά ἐστι ὡς τὸ ὕπαρ. τὸ δὲ παρὰ Καλλιμάχῳ ἐν ἐθνικαῖς ὀνομασίαις, ὥς φησιν Ἀθήναιος, οἷον, ἐγκρασίχολοι τριχίδια χαλκὶς ἵκταρ ἀθερίνη, ὄνομα μὲν ἰχθύος ἐξ ὀρθοῦ δηλοῖ· ζητητέον δὲ τὸ γένος αὐτοῦ εἴτε ἄῤῥεν ἐστὶ κατὰ τὸ μάκαρ εἴτε θῆλυ κατὰ τὸ δάμαρ εἴτε οὐδέτερον κατὰ τὸ νέκταρ, ἔτι δὲ καὶ εἰ δασύνεται, ὃ καὶ εἰκός ἐστιν ὡς ἀπὸ τοῦ ἷκται, ἀφ' οἷ κατ' ἐναλλαγὴν τῶν ψιλῶν εἰς δασέα καὶ ὁ ἰχθὺς, ὡς προδεδήλωται. εὐτελέστατον δέ ἐστιν ἰχθύδιον, οὗ περ ἡ κλῆσις ἵκταρ. ἐμφαίνει δὲ τοῦτο ἡ Βυζάντιος παραφθορὰ κτάρας τὰ τοιαῦτα λέγουσα. (ῃερς. 5– 24.) Ὅτι στᾶσα ὑπὲρ κεφαλῆς ἡ γραῦς μαῖα, ἔγρεο Πηνελόπεια φίλον τέκος, φησὶν, ὄφρα ἴδηαι ὀφθαλμοῖσι τεοῖσιν ἃ ἔλδεαι ἤματα πάντα, ἤγουν ἀεί. ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών· μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ τέ οἱ οἶκον κήδεσκον, ἤγουν ἔβλαπτον καὶ κτήματ' ἔδον, βιόωντό τε παῖδα. καὶ οὕτω μὲν ἡ γραῦς. ἡ δὲ Πηνελόπη τῷ καινῷ τοῦ ἀκούσματος ἀπιστοῦσα· τίς γὰρ ἂν καὶ ἄλλος ῥᾳδίως οἴοιτο τοιοῦτον μέγα ἔργον ἐν ἀκαρεῖ καιροῦ καταπραχθῆναι; καὶ παίζεσθαι νομίσασα, μαῖα φίλη, φησὶ, μάργην σε θεὸς ἔθετο, ὅς τε δύναται ἄφρονα ποιῆσαι τινὰ καὶ ἐπίφρονά περ μάλ' ἐόντα καί τε χαλινοφρονέοντα σαοφροσύνης ἐπέβησε, τουτέστιν ἐπεβίβασεν. ὃς, τουτέστιν οὗτος, σὲ παρέβλαψε· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις ἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας; οὐ γάρ πω τοιόνδε, ἤγουν οὕτως ἢ τοιοῦτον, ὕπνον κατέδραθον, τουτέστιν ἐκοιμήθην, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἀλλ' ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε, ἤγουν εἰς τὴν γυναικωνίτην. εἰ γάρ τίς με ἄλλη γυναικῶν, αἵ μοι ἔασι, ταῦτ' ἐλθοῦσα ἤγγειλε καὶ ἐξ ὕπνου μ' ἀνέγειρε, στυγερῶς ἂν αὐτὴν ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον, τουτέστιν ἐς τὸ μέγαρον ἢ ἔσω μεγάρων, σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει, τουτέστιν ὅσον εἰς τὸ μὴ στυγερῶς ἀποπεμφθῆναι, ὀνήσει σε τὸ γῆρας, εἰ καὶ ἄλλως μεμπτέα ἔσῃ. Ἰστέον δὲ ὅτι ὁ βαθύτατος ὕπνος τῆς γυναικὸς, ὃν αὐτῇ ἐπὶ βλεφάροις Ἀθηνᾶ ἔβαλε, λύει καὶ ἀπορίαν τὴν, πῶς δή ποτε τοσούτου θορύβου ἐν τῇ μάχῃ γενομένου ἐκείνη οὐκ ᾔσθετο. δηλοῖ δὲ καὶ ὡς, ἐὰν ἐκείνη οὐδὲν ἔγνω, τῷ παντὶ πλέον οὐδὲ οἱ ἔξω τοῦ οἴκου Ἰθακήσιοι. (ῃερς. 5.) Τῶν δὲ ῥηθέντων τὸ μὲν, φίλον τέκος, ἄκραν εὔνοιαν τῆς γραὸς πρὸς τὴν δέσποιναν ἐνδείκνυται καὶ ἐκείνης αὖθις αἰδῶ πρὸς ταύτην οἷα φίλην μαῖαν τοῦ ἀνδρός. οὕτω δὲ καὶ μετ' ὀλίγα, οὔ τί σε λωβεύω, φίλον τέκος, φησί. (ῃερς. 6.) Τὸ δὲ, ὀφθαλμοῖσι τεοῖσιν, ἀκριβέστατα εἴωθε λέγεσθαι πρὸς διαστολὴν τῶν τε φανταζομένων τινὰς ὡς τὸ, ὀσσόμενος πατὲρ ἐσθλὸν, καὶ τῶν ἀλλοτρίοις ὁρώντων ὀφθαλμοῖς, ὁποῖοι οὐ μόνον οἱ ἐν τυφλότητι πρὸς τῶν βλεπόντων ὁδηγούμενοι, ἀλλὰ καὶ οἱ ἀπὸ τῶν αὐτοψεὶ βλεπόντων μανθάνοντες τὸ θεαθέν· ὧν πάντων διαφέρει ὁ ἰδών τι ὀφθαλμοῖς ἰδίοις. Τὸ δὲ, ἦλθεν Ὀδυσσεὺς, ἁπλοϊκῶς εἴρηται. (ῃερς. 7.) Τὸ δὲ, καὶ οἶκον ἱκάνεται, πρὸς σαφήνειαν ἐπῆκται· οὐ γὰρ πᾶς ὁ ἐλθὼν ἐξ ἀλλοδαπῆς εἰς πατρίδα ἤδη καὶ οἴκαδε αὐτίκα ἐστί. καὶ δηλοῖ τοῦτο Ἀγαμέμνων ἐπιβὰς μὲν τῆς πατρίδος γῆς, τὸν οἶκον δὲ οὐκ ἰδὼν, ἐπεὶ καὶ ταυτολογία εἶναι δοκεῖ τὸ ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται. (ῃερς. 8.) Ἰστέον καὶ ὅτι ἡδὺ τὰ ἡδέα ταυτολογεῖσθαι. διὸ καὶ τὸ ὀψέ περ ἐλθὼν τῇ τοιαύτῃ ταυτολογίᾳ συμβάλλεταί τι. Τὸ δὲ, μνηστῆρας δ' ἔκτεινεν, ἐπίτασις τοῦ καλοῦ, εἰ ἐλθὼν καὶ οἶκον ἱκόμενος καὶ ὀψὲ ἐλθὼν ἔκτεινε καὶ τοὺς κακούς. Τὸ δὲ ἀγήνορας φανερῶς ἐπὶ ψόγου κεῖται, ὡς δηλοῖ τὸ, οἵ περ οἶκον κήδεσκον καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅπως ἡ γραῦς, ὡς ἐχρῆν, οὐ μακρολογεῖ πρὸς τὴν δέσποιναν ἔξω καιροῦ, ἀλλὰ γοργῶς αὐτὸ ἀφηγεῖται τὸ ἀναγκαῖον, ἤγουν τὸ μὲν τὸν Ὀδυσσέα ἐλθεῖν ἐν στίχῳ ἑνὶ, ἐν δὲ ἑτέρῳ τὸ τοὺς μνηστῆρας ὀλέσθαι, ὁ δὲ τρίτος ἐκ περισσοῦ μὲν, θυμικῶς δὲ κατάῤῥησιν τῶν μνηστήρων ἔχει διὰ τὸ κακῶς περὶ ἐκείνους διατεθεῖσθαι τὴν γραῦν. (ῃερς. 9.) Τὸ δὲ βιᾶσθαι πρωτότυπόν ἐστι τοῦ βιάζεσθαι. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον καὶ ἐπὶ γυναικείας πείρας τὴν λέξιν ἐτίθεντο. (ῃερς. 11.) Μάργη δὲ ἡ μαινομένη, καὶ μάργος ὁ τοιοῦτος, ὅθεν καὶ μαργαίνειν ῥῆμα καὶ λέμαργος καὶ γαστρίμαργος. (ῃερς. 12.) Τὸ δὲ, ὃς δύναται ἄφρονα ποιῆσαι καὶ ἑξῆς, θείαν γνωμικῶς δηλοῖ ἐνέργειαν, ὁποίαν τινὰ ἔχει καὶ Ἑρμῆς τοὺς μὲν ὑπνόωντας ἐγείρων, τοὺς δὲ καὶ ἀνάπαλιν διατιθέμενος. (ῃερς. 13.) Χαλίφρων δὲ καὶ χαλιφρονῶν ὁ τὰς φρένας παρῃωρημένος παρὰ τὸ χαλῶ, ἐξ οὗ καὶ τὸ καγχαλόω καὶ χάλιξ οἶνος ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς, καὶ ἀκροχάλιξ οἴνῳ ὁ μεθύων. καὶ Ἐπίχαρμος δέ, φασι, χαλικάζειν λέγει τὸ περὶ συνουσίαν ὑφ' ἡδονῆς ἀνίεσθαι καὶ ὑποστένειν. Σαοφροσύνη δὲ, τουτέστι σωφροσύνη, παρὰ μὲν τοῖς ὕστερον ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας. Ὅμηρος δὲ σώαν φρόνησιν οἶδεν αὐτήν. διὸ καὶ ἐναντία τῇ χαλιφροσύνῃ ἐστὶν, ὥστε καὶ ὁ σαόφρων ἐναντίος τῷ χαλίφρονι, καθὰ καὶ ὁ περίφρων, ὡς τὸ, ἀλλὰ σαόφρων ἐστὶ, νεμεσσᾶται δ' ἐνὶ θυμῷ καὶ ἑξῆς. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ τοιαύτη σωφροσύνη ἐν τῷ, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθε. Τὸ δὲ, σαοφροσύνης ἐπέβησαν, ὅμοιον τῷ, ἀναιδείης ἐπέβησαν, ὃ πρὸ ὀλίγου εἴρηται, καὶ τῷ, ὄφρα εὐφροσύνης ἐπιβῆτον, ὃ μετ' ὀλίγα κεῖται. (ῃερς. 14.) Τὸ δὲ παρέβλαψε κατὰ φρένας νοεῖται νῦν, ὅθεν ὁ βλαψίφρων σύγκειται. διὸ ἐπάγει· πρὶν δὲ φρένας αἰσίμη ἦσθα, κατὰ τὸ, γῆρας δ' ἐναίσιμον ἄνδρα τίθησιν. ἔστι δὲ αἰσίμη ἡ τηροῦσα τὸ αἴσιον ἤτοι καθῆκον καὶ δίκαιον, καὶ γίνεται ἐκ τοῦ αἴσιμος ὁμοίως τῷ, ἔρημος ἐρήμη, χρήσιμος χρησίμη, καὶ τοῖς τοιούτοις. (ῃερς. 15.) Τοῦ δὲ λωβεύειν πρωτότυπον τὸ λωβῶ, ἐξ οὗ καὶ ὁ λωβητήρ. λαμβάνεται δὲ ἡ λέξις ἐπί τε χλεύης καὶ ὕβρεως ὡς τὰ πολλὰ, καὶ ἐπὶ τῆς ἁπλῶς δὲ βλάβης, ὡς καὶ ἐν τῷ, οἷς ἐλωβᾶθ' οἱ ξένοι. παράγεται δὲ παρὰ τὸ ἐπὶ λαοῦ συμβαίνειν, ἵνα ᾖ λαόβη καὶ ἐν συναιρέσει λώβη. καιρία δὲ ἡ λέξις καὶ δυσμετάληπτος. διὸ καὶ ἡ γραῦς τῇ αὐτῇ προϊοῦσα λέξει χρᾶται. Τὸ δὲ, παρὲξ ἐρέουσα, ἀντὶ τοῦ ἀγγέλλουσα ἔξω μὲν τοῦ ἀληθοῦς, ἐγγὺς δὲ τοῦ ἐφετοῦ, ἵνα καὶ ἐνταῦθα τὸ παρὲξ δηλοῖ τό τε ἐγγὺς τό τε ἐκτός. Ὅτι δὲ τὸ ἐρέουσα ἀντὶ τοῦ ἀγγέλλουσα κεῖται, δηλοῖ τὸ, εἰ γάρ τις ἄλλη ταῦτ' ἐλθοῦσα ἤγγειλεν. ὅτι δὲ τὸ εἴρειν καὶ ἀντὶ τοῦ ἀγγέλλειν λέγεται, πολλαχόθεν δῆλον. ἐξ οὗ καὶ Ἶρις ἡ τῶν θεῶν ἄγγελος, καὶ Ἶρος, ὃς ἀγγέλλεσκε κιὼν ἔνθα ἐστέλλετο. Ἡδέος δὲ ὕπνου δηλωτικὸντὸ, οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ τόδε γέγονεν. ἰσχὺν δὲ βαθέος ὕπνου δηλοῖ τὸ, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας. Τὸ δὲ κατάβηθι ὡς πρὸς τὰ ὑπερῷα ἐῤῥέθη ἔνθα ἡ γραῦς ἀνεβήσατο. Τὸ δὲ, γυναικῶν αἵ μοι ἔασιν, ἀντὶ τοῦ δμωΐδων αἳ εἰσὶν ὑπ' ἐμοὶ ἢ ὑπὲρ ἐμοῦ· τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρων γυναικῶν· ἄλλη μὲν γάρ τις ἐπελώβευσεν ἂν ἴσως, τῶν δὲ ἐμῶν οὐκ ἂν οὐδεμία. Τὸ δὲ, στυγερῶς ἀπέπεμψα, ἀντὶ τοῦ φρικτῶς, κρυερῶς, παρὰ τὴν πολλαχοῦ μυθευομένην Στύγα ψυχρὰν ἐν Ἅιδου πηγήν· ἀφ' ἧς τὸ, στυγέειν, ὡς τὸ, στυγέει δὲ καὶ ἄλλος· οὗ ὁ μέλλων στυγήσω· ἐξ ὧν τοῦ στυγέω μὲν τὸ στυγερὸν, τοῦ στυγήσω δὲ τὸ στυγητόν. (ῃερς. 26– 57.) Ὅτι τῆς Πηνελόπης λωβεύεσθαι οἰομένης ἐφ' οἷς ἡ γραῦς περὶ τοῦ δεσπότου ἤγγειλε, φησὶν ἡ μαῖα· οὔ τί σε λωβεύω, τέκνον φίλον· ἀλλ' ἔτυμόν τοι ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω. εἶτα σαφέστερον τὸ πρᾶγμα φράζουσα ἐπάγει· ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισιν, ἵνα λέγῃ ὅτι ἐκεῖνος ἐστὶν Ὀδυσσεὺς ὁ χθιζὸς ἄτιμος ξένος. Τηλέμαχος δ' ἄρα, φησὶ, πάλαι ᾔδεεν αὐτὸν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσιν ἤτοι, ὡς προεδηλώθη, φρονήσεσι νοήματα πατρὸς ἔκευθεν, ὄφρ' ἀνδρῶν τίσαιτο βίας ὑπερηνορεόντων, ὃ δὴ ἐπὶ μυστηριασμῷ οἰκεῖον ἐστὶ λέγεσθαι. ὣς ἔφατο ἡ γραῦς· ἡ δὲ Πηνελόπη, οὔτε γὰρ ἐχρῆν ἀπραγμόνως οὕτω συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ Ὀδυσσέως οὔτ' αὖ πάλιν διαπαντὸς ἀπιστεῖν τῇ περίφρονι μαίᾳ, ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε, καὶ, εἰ δ' ἄγε μοι, μαῖα φίλη, φησὶν, εἰ ἐτεὸν ἦλθεν, ὅπως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐὼν, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τοῦτο δὴ τὸ ἐν τοῖς πρὸ τούτων καὶ ἀπορηθὲν Ὁμηρικῶς καὶ λυθέν. καὶ ἡ γραῦς μηδὲν εἰδυῖα τοῦ ἐρωτηθέντος τὸν τρόπον μὲν οὐκ εἰδέναι φησίν· οὔτε γὰρ ἰδεῖν οὔτε μαθεῖν· ἐκ τοῦ τέλους δὲ γνῶναι τὸ πραχθὲν ἀγαθόν. φησὶ γοῦν· οὐκ ἴδον, οὐ πυθόμην· ὅ περ ἔστι λέγεσθαι ἐφ' ὧν ἀγνοεῖ τις· ἀλλὰς στόνον οἶον ἄκουον κτεινομένων. ἡμεῖς δὲ μυχῷ θαλάμων ἐϋπήκτων ἥμεθα ἀτιζόμεναι, τουτέστι ταρασσόμεναι, ὃ πολλαχοῦ κεῖται, σανίδες δ' ἔχον τουτέστι θύραι εὖ ἀραρυῖαι, κατὰ δεσποτικὴν κέλευσιν. Τηλεμάχου δὲ καλέσαντος εὗρον ἔπειτα Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταότα. οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες κείατο ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης, τουτέστιν εὐφράνθης ἂν κατὰ ψυχήν· ὃ καὶ ἡ γραῦς δηλαδὴ παθοῦσα ὀλολύζειν ἤθελεν, εἰ μὴ ἐκώλυσεν Ὀδυσσεύς. νῦν δέ, φησιν, οἱ μὲν πάντες ἐπ' αὐλείῃσι θύρῃσιν ἀθρόοι ὡς ἐπ' ἀλλήλοις κείμενοι· ὁ δὲ, ὡς καὶ προδεδήλωται, δῶμα θεειοῦται περικαλλὲς πῦρ μέγα κειάμενος, σὲ δέ με προέηκε καλέσσαι· ὅτε δηλαδὴ εἰπὼν Ὀδυσσεὺς μή πω τήνδ' ἐπέγειρε, ἐνέδωκεν αὐτῇ μετὰ τὸν φόνον τῶν δμωΐδων καλέσαι τὴν δέσποιναν. εἶτα καὶ προτρεπομένη ἀκολουθεῖν φησίν· ἀλλ' ἕπευ, ὄφρα σφῶϊν εὐφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, τουτέστιν, ἵνα ἄμφω κατὰ τὸ ἦτορ ὑμῶν εὐφροσύνης ἐπιβαίητε· ὃ περιφραστικῶς δηλοῖ τὸ, ἵνα χαρείητε, ἐπεὶ κακὰ πολλὰ πέποσθε, ἤγουν ἐπεὶ κακὰ πολλὰ πεπόνησθε. νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ὅ περ ἐν ἐκπληρώσει ἐπιθυμίας οἰκεῖον λέγεσθαι· ἐφ' οἷς ἑρμηνεύουσα ἡ γραῦς τὸ μακρὸν ἐέλδωρ φησίν· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον, πάντας ἐτίσατο. καὶ οὕτω τὴν δέσποιναν ἀποροῦσαν μὲν πείθει δ' ὅμως ἕπεσθαι. (ῃερς. 26.) Ὅρα δὲ καὶ νῦν τὸ, τέκνον φίλον, ῥηθὲν πρὸς τὴν δέσποιναν ὑπὸ γραὸς δούλης· ἐπεὶ καὶ ἐκείνη μαῖαν φίλην προσεῖπεν αὐτήν. (ῃερς. 27.) Τὸ δὲ, οἶκον ἱκάνεται, χρήσιμον μὲν εἰς τὸ, ἦλθεν ἐφέστιος· ταυτὸν γὰρ ὁ εἰς οἶκον ἐλθὼν καὶ ὁ ἐφέστιος· ἔχει δέ τι ψευδοπαρηχήσεως κατὰ τὸ, φίλησε δὲ φῦλον ἀοιδῶν. (ῃερς. 28.) Τὸ δὲ, ἀτίμων, ὡς τὸ ἐβόων· ἐξ οὗ καὶ ὁ ἐν Ἰλιάδι ἀτίμητος, ὡς καὶ προεδηλώθη. (ῃερς. 41.) Εὔπηκτοι δὲ θάλαμοι οἱ εὐπαγεῖς καὶ στερεοὶ κατὰ τὸ, εὐσταθέος μεγάροιο, ἢ τεχνικῶς ἐσκευασμένοι ἢ εὔκλειστοι. διὸ ἐπήγαγε, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι. καὶ ἴσως ἐκ τούτου καὶ τὸ συγκλεῖσαι πακτῶσαι παρ' Ἀττικοῖς, ὡς καὶ Σοφοκλῆς δηλοῖ ἐν τῷ, καὶ δῶμα πάκτου, καὶ ὁ κωμικὸς ἐν τῷ, καὶ ἐπακτώσαμέν γε. (ῃερς. 46.) Κραταίπεδον δὲ τὸ στερεὸνπέδον ὡς λιθόστρωτον, ἢ μᾶλλον, ὡς πεπιλημένον καὶ νεναγμένον. ἤδη γάρ που παρεσημειώθη μὴ εἶναι λιθόστρωτον, ὡς δοκεῖν παθεῖν τὴν ἐκπιλήσεως στεῤῥότητα διὰ τὸ ῥαίνεσθαι κατὰ τὸ, ῥάνατε δ' ὕδωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν ἀναλογεῖ τῇ συνθέσει τοῦ κραταιπέδου καὶ τὸ, κραταίβιος, κραταίπιλος, κραταίτονος. (ῃερς. 47.) Τὸ δὲ, ἰδοῦσά κε θυμὸν ἰάνθης, ἐπιφωνηματικὸν καὶ αὐτό· καὶ ἔχει τι τόλμης, εἰ ἐφ' οὕτω δεινῷ πράγματι ἰανθήσεσθαί φησι τὴν περίφρονα. (ῃερς. 49.) Αὐλείας δὲ θύρας λέγει τὰς περὶ τὴν αἴθουσαν, ἤγουν τὰς ἔξω τοῦ προδόμου πρὸς αὐτῇ τῇ αὐλῇ· ὅθεν καὶ αὔλειαι πρὸς διαστολὴν τῶν ἐνδοτέρω θυρῶν. (ῃερς. 51.) Τὸ δὲ κειάμενος διὰ διφθόγγου ἔχει τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω, οὐ τοῦ κοινῶς γραφομένου διὰ διφθόγγου, ἐξ οὗ τὸ καῦσαι καὶ τὸ κῆαι καὶ ὅσα τοιαῦτα, ἀλλ' ἐκ τοῦ ἑτέρου τοῦ διὰ τοῦ ˉε ψιλοῦ, περὶ οὗ ἱκανῶς προδεδήλωται. (ῃερς. 52.) Τὸ δὲ, εὐφροσύνης ἐπιβῆτον, ὅμοιον μὲν, ὡς ἐῤῥέθη, πρὸς τὸ, σαοφροσύνης ἐπέβησαν· ἐγγὺς δέ ἐστι τοῦ, εὐνῆς ἐπιβῆτον, σωφρόνως ῥηθέν. λέγει δὲ εὐφροσύνην συνήθως τὴν φιλόφρονα ἡδονήν. (ῃερς. 54.) Τὸ δὲ, νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται καὶ ἑξῆς, χαρμόσυνον ἔργου ἢ ὁδοῦ τέλος φράζει· ἔστι δὲ περίφρασις τοῦ, τετέλεστο δὲ ἔργον. (ῃερς. 59– 83.) Ὅτι σεμνύνων ὁ ποιητὴς τὸ τοῦ Ὀδυσσέως ἐπὶ τοῖς μνηστῆρσιν ἔργον ὡς μὴ ἁπλῶς μέγα ὂν, ἀλλ' ἤδη καὶ θεῖον διὰ τὸ μὴ ῥᾳδίως ἂν ἔχειν τινὰ νοῆσαι ἀνθρωπίνως τελεσθῆναι αὐτὸ πλάττει τὴν Πηνελόπην ἑπομένην μὲν τῇ μαίᾳ καλούσῃ ἐς τὸν ἄνδρα, λέγουσαν δὲ οὕτω· μαῖα φίλη, μή πω μέγα ἐπεύχεο, τουτέστι μὴ μεγαλαύχει, καγχαλόωσα, ἤγουν χαίρουσα καὶ χαλωμένη καὶ ὡς οἷον χαλίφρων ὑφ' ἡδονῆς γινομένη. οἶσθα γὰρ ὡς ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα, τουτέστιν ὃν οὐ θετὸν ἔσχομεν, ἀλλ' ἐκ τοῦ κατὰ φύσιν τοκετοῦ· καὶ οὕτω μὲν φανείη ἂν ἡμῖν ἀσπαστός. ἀλλ' οὐκ ἔστ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις· ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυοὺς, ὕβριν ἀγασσάμενος, ἤγουν μεμψάμενος, θυμαλγέα καὶ κακὰ ἔργα· οὔ τινα γὰρ τίεσκον καὶ ἑξῆς δύο στίχους, οὓς φθάσας ἔφη καὶ Ὀδυσσεύς. τῷ ἤγουν διὸ δι' ἀτασθαλίας ἔπαθον κακόν. ὃ παράφρασίς ἐστι τοῦ, ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ' αὐτός. τοῦτο δὲ ἀκριβῶς πέφρασται. πολλοὶ γὰρ νόστον ὀλέσαντες ὅμως ἐπ' ἀλλοτρίας ζῶσιν· Ὀδυσσεὺς δὲ οὐχ' οὕτως, ἀλλ' ἀποπλανηθεὶς τῆς πατρίδος οὐδὲ ζῇ. καὶ οὕτω μὲν ἡ Πηνελόπη ἐλθοῦσά πως εἰς ταυτὸν τῷ ἀνδρὶ νόημα. καὶ ἐκεῖνος γὰρ προσεχῶς θεόθεν δαμασθῆναι τοὺς κειμένους ἔφη καὶ ὑπὸ τῶν κακῶν ἔργων, πλὴν ὅσον Ὀδυσσεὺς μὲν οἶδεν αὐτὸς ἐνεργῆσαι κατὰ τῶν μνηστήρων, εἰ καὶ θεόθεν, Πηνελόπη δὲ οὐδόλως ἐλθεῖν τὸν Ὀδυσσέα πείθεται. καὶ ἡ γραῦς ἐξονειδίζει αὐτὴν, ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ, φησὶν, οὔ ποτε φῆσθα οἴκαδ' ἐλεύσεσθαι. θυμὸς δέ τοι αἰὲν ἄπιστος. εἶτα ἐκτίθεται ἡ γραῦς καὶ σῆμα ἀριφραδὲς, τὴν προϊστορηθεῖσαν οὐλὴν, καὶ ὡς ἐφράσατο αὐτὴν ἀπονίζουσα. καὶ αὐτὴ μὲν ἤθελεν εἰπέμεν, ἀλλ' ἐκεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ εἴα εἰπεῖν πολυϊδρείῃσι νόοιο. ἐφ' οἷς ἑαυτὴν ὑποτιθεῖσα εἰς θάνατον, εἴ περ ἐπὶ ἀπάτῃ λαλεῖ, φησίν· ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς αἴ κέν σ' ἐξαπάφω κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. οὕτω τῆς γραὸς βεβαιωσαμένης ἡ Πηνελόπη ἐπιμένουσα οἷς ἐνόησεν, ἀναδραμοῦσα εἰς θείαν ἐνάργειαν καὶ ἀθανάτῳ τινὶ ἀναθεῖσα τὸν τῶν μνηστήρων φόνον ἀντεπιφέρει γνωμικῶς· μαῖα φίλη, χαλεπόν σε θεοῦ αἰὲν ἐόντος δήνεα εἴρυσθαι μάλα περ πολυΐδριν ἐοῦσαν. καὶ ἔστι βαθὺς ὁ λόγος οὗτος καὶ πολὺν κρύπτουσα νοῦν ἐν ὀλίγῳ σώματι προφορᾶς. μονονουχὶ γάρ, φησιν, ὅτι σὺ μὲν αἰσθήσει πιστεύεις ἀριφραδὲς ἔχουσα σῆμα τὴν οὐλὴν καὶ τὸ ἐν τῷ νίπτειν κωλύεσθαι ἐκφῆναι τὸν φαινόμενον Ὀδυσσέα, κἀκ τούτων συνάγεις, Ὀδυσσέα εἶναι τὸν φονεύσαντα τοὺς μνηστῆρας. λέληθε δέ σε ὡς καὶ τοῖς ἀθανάτοις ἔνεστιν οὕτως ἐπιφαίνεσθαι καὶ τοιαῦτα ποιεῖν. καὶ τούτοις οὐκ ἔχει τι ἀντειπεῖν ἡ γραῦς. ἐφ' οἷς ἡ Πηνελόπη, ὡς ἤδη συναγοῦσα μὴ Ὀδυσσέα εἶναι τὸν φανέντα, φησίν· ἀλλ' ἔμπης ἴω μετὰ παῖδα ἐμὸν, ὅπως τούς τε κειμένους ἴδω, καὶ ὃς ἔπεφνεν, εἴτε δηλαδὴ καὶ Ὀδυσσεὺς ἐκεῖνος, ὃ καὶ εὐκταῖον ἔστιν αὐτῇ, εἴτε καί τις ἀθάνατος, ὅ περ οὐδ' αὐτὸ ἀπεύξαιτο ἄν. καὶ οὕτω κατέβαινεν ὑπερώϊα. (ῃερς. 59.) Ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων ἐπὶ ἀναποτελέστου μὲν χαρᾶς ῥηθείη ἂν τὸ, μή πω μέγα ἐπεύχεο καγχαλόωσα. ἐπὶ δὲ τῶν ἡδέως ἀκουόντων ἀνέλπιστά τινα ἀγαθὰ καλὸν ῥηθῆναι τὸ, οἶσθα ὡς ἀσπαστὸν φανείη πᾶσι μάλιστα δ' ἐμοί· ἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος ὡς ἀγορεύεις. ὁ μέντοι μὴ πιστεύων οἷς μανθάνει, ἀκούσοι ἂν τὸ, θυμὸς δέ τοι αἰὲν ἄπιστος. (ῃερς. 71.) Ἐσχάρα δὲ καὶ νῦν, ὡς καὶ πολλαχοῦ ἐν τοῖςπρὸ τούτων, τόπος κατὰ τοὺς παλαιοὺς ἔνθα πῦρ καίεται, βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος. (ῃερς. 77.) Ἡ δὲ πολυϊδρεία διὰ διφθόγγου ἀεὶ ἔχει τὴν παραλήγουσαν ὡς καὶ ἡ ἀϊδρεία διὰ τὸ ἀναφέρεσθαι τὸ ˉε κατὰ κλίσιν τοῦ ἴδρις ἴδρεως, ὁποῖόν τι κατὰ κλίσιν οὐδετέρου γένους ἔχει καὶ ἡ ἐλεγχείη καὶ ἡ ἐγχείη, ἃ ἐκ τοῦ ἐλέγχεος καὶ τοῦ ἔγχεος τὴν δίφθογγον ἔχουσι. (ῃερς. 78.) Τὸ δὲ, περιδώσομαι αὐτῆς, ἀντὶ τοῦ συνθήσομαι, βεβαιώσομαι, καὶ τὸ δημοκοπούμενον στοίχημα θήσω ὑπὲρ ἐμοῦ αὐτῆς, οὗ διασαφητικὸν τὸ, κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. ἔστι δὲ περιδώσεσθαι καὶ ἑτέρου τινὸς, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, τρίποδος περιδώμεθον ἠὲ λέβητος. ἐλλειπτικῶς δὲ ἡ τοιαύτη φράσις ἔχει, τὸ γὰρ ἐντελὲς περί τινος δώσειν λόγον ἢ συνθήκην. (ῃερς. 82.) Τὸ δὲ, θεοῦ δήνεα εἴρυσθαι, ἢ ἀντὶ τοῦ φυλάξασθαι ἤτοι γνῶναι ἀπὸ τοῦ εἰρύω τὸ φυλάσσω, ἢ καὶ ἀντὶ τοῦ ἑλκύσαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἵνα λέγῃ ὅτι χαλεπὸν ἑλκύσαι εἰς νοῦν ἢ καὶ ἄλλως μεθελκύσαι εἰς ὃ βούλεταί τις τὴν θείαν βουλήν· τοῦτο δὲ ὡς ἀπὸ τοῦ εἰρύω τὸ ἑλκύω. (ῃερς. 85.) Τὸ δὲ, κατέβαινεν ὑπερῷα, κοινότερον ἐφράσθη ἀντὶ τοῦ ὑπερῴων κατὰ ἀντίπτωσιν. ὀκνηρίαν δέ τινα δηλοῖ τὸ κατέβαινε παρατατικῶς φρασθέν. Εὐρύκλεια μὲν γὰρ πιστεύσασα ἔνδον εἶναι τὸ φίλον αὐτῇ τέκος ἐῤῥωμένως ἀνέβαινεν, ἡ δὲ γυνὴ ἐνδοιάζουσα σχολαίως κάτεισιν. (ῃερς. 86.) Ὅτι ἀπιστεῖν φανεῖσα τῇ μαίᾳ ἡ Πηνελόπη ἐφ' οἷς ὡς ἐῤῥέθη ἤκουσεν, ὅμως παλαίειν ἄρχεται λογισμοῖς. ὁρμαίνει γὰρ ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι ἢ παραστᾶσα κύσειε κάρη καὶ χεῖρα λαβοῦσα, ὅ ἐστι δεξιωσαμένη. εὐλαβεῖται γὰρ, ὡς εἰκὸς, καὶ τοῦτο κἀκεῖνο οἷα μὴ πρέπον αὐτῇ. καὶ ποιήσει μὲν οὐδέτερον αὐτίκα· αὐτοσχέδιος γὰρ ἡ βουλὴ καὶ οὔ πω ἔγνω τὸ ποιητέον ἡ γυνή· προϊὼν δὲ ὁ ποιητὴς καταστήσει καὶ αὐτὸ πιθανῶς. (ῃερς. 89.) Ὅτι Πηνελόπη μὲν Ὀδυσσέως ἐναντίον ἕζετο ἐν πυρὸς αὐγῇ τοίχου τοῦ ἑτέρου, ὁ δ' ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων κατὰ ἦθος ἀφελὲς δῆθεν ἢ καὶ σύνηθες αὐτῷ, κατὰ τὸ, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, ὅ περ ἐν Ἰλιάδι περὶ αὐτοῦ εἴρηται· καὶ ἄλλως δὲ, ὡς ἐπὶ πείρᾳ, ποτιδέγμενος, εἴ τι μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. εἰ δὲ Ὀδυσσεὺς οὕτω διετέθη, πολλῷ πλέον ἡ γυνὴ ἀντιφιλοτιμουμένη πρός γε τὸ σῶφρον. φησὶ γοῦν· ἡ δ' ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν. ὄψει δ' ἄλλοτε μὲν αὐτὸν ἐνωπιδίως ἐσίδεσκε, τολμῶσα τοῦτο διὰ τὸ ἐκεῖνον κάτω βλέπειν, ἄλλοτε δ' ἀγνώσσασκε κακὰ χροῒ εἵματ' ἔχοντα. (ῃερς. 95.) Καὶ ὅρα ὅπως εἰσέτι καὶ νῦν τὰ ῥάκη ἐμποδὼν ἦσαν καὶ αὐτῇ τῇ γυναικὶ εἰς ἀναγνωρισμόν· καὶ Ὀδυσσεὺς δὲ μετ' οὐ πολλὰ ἐρεῖ ἀτιμάζεσθαι ὑπὸ τῆς γυναικὸς ὡς καὶ ῥύπον ἔχων καὶ κακὰ ἐνδεδυμένος. (ῃερς. 89.) Τὸ δὲ, ἐν πυρὸς αὐγῇ, ἀντὶ τοῦ ἔνθα σέλας ἀφίει τὸ πῦρ· οὐ μὴν πρὸς αὐτῷ τῷ κατὰ τὴν ἐσχάραν πυρὶ, ἔνθα ὡς εἰκὸς ὁ πτωχικὸς Ὀδυσσεὺς ἕζετο. (ῃερς. 90.) Τὸ δὲ, τοίχου τοῦ ἑτέρου, ἑρμηνεία ἐστὶ τοῦ, ἕζετο ἐναντίον. (ῃερς. 91.) Τὸ δὲ, κάτω ὁρόων, ἢ διὰ προσποίητον εὐλάβειαν ἢ καὶ μᾶλλον, ἵνα μὴ ἐκ τῶν ὀφθαλμῶν ῥᾷον γνωρισθῇ, ἐξ ὧν καὶ ἡ μαῖα φθάσασα ἔσχε γνώρισμα ὡς ἐκείνη ἐνέφηνεν ἐν τῷ, οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας ἐκείνῳ ἔοικας καὶ ἑξῆς. (ῃερς. 92.) Ἰφθίμη δὲ παράκοιτις ταυτὸν ἂν εἴη τῷ, δαΐφρων Πηνελόπη, ὅ ἐστιν ἀνδρεία. (ῃερς. 93.) Τὸ δὲ ἄνεω σημειῶδες ἐστὶν ἐπίῤῥημα ὄν· καὶ δίδωσιν ὑπόνοιαν καὶ τὸ, οἱ δ' ἄνεω ἦσαν, τοιοῦτον εἶναι, καθὰ καὶ τὸ, Ἀθηνᾶ δ' ἀκέων ἦν, δοκεῖ ἐπίῤῥημα εἶναι διὰ τὸ ἀκέων δαίνυσθε. (ῃερς. 94.) Τὸ δὲ ἐνωπιδίως ἀντὶ τοῦ κατ' ὄψιν, ἵνα λέγῃ ὅτι ἄλλοτε μὲν περιεργότερον ἐντρανίζουσα καὶ κατασκοποῦσα ἐπεγίνωσκεν, ἄλλοτε δὲ ἠγνόει. Τὸ δὲ ἐνωπιδίως γράφεται μάλιστα ἐνωπαδίως καὶ γίνεται ἐκ τοῦ ἐνῶπα, ἐξ οὗ καὶ τὸ κατενῶπα ἐν Ἰλιάδι. Τὸ δὲ, ἐνωπαδίως ἐσιδεῖν, μετ' ὀλίγα καὶ εἰς ὦπα ἰδέσθαι ἐναντίον φησί. (ῃερς. 95.) Τὸ δὲ ἀγνώσσασκε λέξις καὶ αὐτὸ ἰδία ποιήσεως γινομένη ἐκ τοῦ γνῶ γνώσω, ἐξ οὗ ἐνεστὼς γνώσσω, ὡς τὸ κνώσσω καὶ τὰ τοιαῦτα, καὶ παραγώγως γνωσσάσκω, ἐξ οὗ κατὰ στέρησιν τὸ ἀγνώσσασκεν. (ῃερς. 97.) Ὅτι μεθοδεύσας ὁ ποιητὴς τὴν κατ' ὄψιν ἐντυχίαν τοῦ Ὀδυσσέως καὶ τῆς γυναικὸς καινότερον φυλάττει κἀνταῦθα τὸν Ὀδυσσέα τλήμονα καὶ λαλοῦντα μηδὲν, καὶ θέλει μὲν ἡ γυνὴ φανῆναι τοιαύτη, ἐπεὶ δὲ οὐκ ἦν, οὕτω πεφυλαγμένης ἀμφοῖν τῆς ἐνστάσεως, ὁμιλῆσαι αὐτοὺς ἀλλήλοις, πλάττει μεσιτεύοντα τῇ ὁμιλίᾳ τὸν παῖδα καὶ λαλοῦντα τῇ μητρὶ καὶ αὐτὴν αὖθις τῷ παιδὶ καὶ τρίτον ἐπ' αὐτοῖς ἀναγκαίως τὸν Ὀδυσσέα. καὶ οὕτω προβαίνει πιθανῶς καὶ εὐμεθόδως τὰ ἐφεξῆς. (ῃερς. 99.) οὐκ ἄλλως μέντοιπροσφθέγξεται τὸν ἄνδρα εἰ μὴ προλογίσει ἐκεῖνος πρὸς αὐτὴν, εὐλαβουμένη μὴ καὶ ἁλῷ θρασύτητος. οὐ μὴν δὲ πλησιάσει, μὴ καὶ αὐτὴ σῆμά τι ἐξ ἐκείνου γνοῦσα, ὅ περ αὐτὴ καὶ Ὀδυσσεὺς καὶ μία μόνη ἀμφίπολος Ἀκτορὶς ἐγίνωσκον, τὸ κατὰ τὴν ῥηθησομένην κλίνην δηλαδὴ, ἐξαίρετόν τι ἔχουσαν, ὡς δηλωθήσεται, ἵνα καθά περ ἡ μαῖα καὶ οἱ ἄνδρες δοῦλοι ἐκ τῆς οὐλῆς τὸν δεσπότην ἀνεγνώρισαν, οὕτω καὶ αὐτὴ τὸν ἄνδρα ἐκ τῆς παρασήμου κλίνης, ἣν οὐ πολλοὶ ἐγίνωσκον. Ἔνθα σημείωσαι ὅτι ἔσονται ὥς περ τοῖς ἄλλοις ἑταίροις καὶ φίλοις καὶ φιλτάτοις, οὕτω καὶ γυναικὶ καὶ ἀνδρὶ μυστηριώδη τινὰ, ὧν οὐκ ἀπεικὸς ἐπιστήμην ἔχειν καὶ δοῦλον ἢ δούλην, πεῖραν δεδωκότας πίστεως ἀκριβοῦς, ὁποία τις καὶ ἡ δεδηλωμένη Ἀκτορὶς, εἰδυῖα μόνη, ὃ μήτε ἡ μαῖα μήτε ἡ Εὐρυνόμη, αἱ τῶν ἄλλων ἐνταῦθα τοῖς δεσπόταις πιστότεραι. (ῃερς. 97.) εἰσὶ δὲ ἃ Τηλέμαχος πρὸς τὴν μητέρα λέγει, τοιαῦτα· μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ' αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι, οὐδὲ μεταλλᾷς; οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. (ῃερς.

Intertext edge

Open linked passage

Note