Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
476.1.1
) Τὸ δὲ χιὼν γένετο ἠΰτε πάχνη, παχυτέραν χιόνος τὴν πάχνην εἶναι δηλοῖ. λεπτὴ γὰρ ἐκείνη, τουτέστιν ἀραιά. κρύσταλλος δέ γε καὶ πάχνης παχύτερος, ὧν πάντων ἐμνήσθη ἐνταῦθα ὁ ποιητής. ὃς καὶ θεὶς ἐν ἄκρῳ στίχου τὸ κρύσταλλος τὴν ἐν δυσὶ ˉλ γραφὴν τῇ λέξει δέδωκε. (ῃερς. 477.) Τὸ δὲ περιτρέφετο ἀντὶ τοῦ πέριξ ἐπήγνυτο, ἐπαγετοῦτο, συνίστατο, ἐστερεοῦτο. ὅθεν καὶ τροφὴ, ἡ συμπηγνῦσα καὶ στερεοῦσα τὸ σῶμα. οὕτω δὲ καὶ γάλα θρέψας Κύκλωψ τυροποιεῖται. (ῃερς. 481.) Τὸ δὲ ἐφάμην ἐκ τοῦ φημὶ ὂν, ἀναλόγως συστέλλει τὴν παραλήγουσαν. τὰ γὰρ τοιαῦτα εἰς μˉι, βραχύνουσι καθ' Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς. ὡς γὰρ δίδωμι ἐδιδόμην ἐτιθέμην ἐκιρνάμην, οὕτω φημὶ ἐφάμην. τὸ ἤμην, φησὶν, οὐ τοιοῦτον. ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμὶ ἔμην εἶναι παραιρεθέντος τοῦ ἰῶτα, οἷα, φησὶ, τῆς εˉι χεροκοπουμένης τῷ ἰῶτα καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν, εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην, καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλὰ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σίγμα, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἔστι καὶ περὶ τούτου εἰπεῖν, ὡς ἡμάρτηται καὶ αὐτό. καὶ γάρ, φησι, τῶν εἰς ˉο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ σίγμα διαλέκτῳ. οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ, φάσο φάσσο, οὐδ' ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω ἐκ τοῦ φημὶ εἶναι, ἀλλ' ἐκ τοῦ φῶ. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ῥιγῶσαι κατὰ τρίτην συζυγίαν λέγεται παρὰ τῷ ποιητῇ καὶ τοῖς μετ' αὐτὸν ἐπὶ ψύχους. ἐπὶ μέντοι φόβου ῥιγῶ ῥιγήσω λέγεται, ἀφ' οὗ καὶ τὸ ῥιγηλόν. (ῃερς. 482.) Ζῶμα δὲ φαεινὸν τὸν χιτῶνα δοκεῖ λέγειν, καθὰ μετ' ὀλίγα δηλοῖ τὸ, οὐ γὰρ ἔχω χλαῖναν ἀλλ' ἐκ δαίμονος οἰοχίτων εἰμὶ, τουτέστι, μόνον ἔχω χιτῶνα. ταυτὸν δὲ ἂν εἴη καὶ ζῶμα εἰπεῖν. καὶ σημείωσαι τοῦτο εἰς τὰ τῆς Ναυσικάας ζώματα. ἴσως δὲ πρὸς διαστολὴν χλαίνης λέγεται ζῶμα ὁ χιτὼν, οἷα ζωνύμενος. χλαῖνα γὰρ οὐ ζώνυται. ὅτι δὲ ζώνυται ὁ χιτὼν, δηλοῖ τὸ, ζωστῆρι συνέεργε χιτῶνα, ὡς εἶναι ζωστῆρα μὲν καὶ ζωνύντα, ζῶμα δὲ τὸν ζωνύμενον χιτῶνα. (ῃερς. 485.) Τὸ δὲ ἀγκῶνι νύξας, ἐμφαίνει μὴ δύνασθαι λαλεῖν πολλὰ τὸν τοῦτο ποιήσαντα. διὸ καὶ τῷ ἀγκῶνι χρᾶται εἰς ἐπιστροφὴν τοῦ ἀκούοντος. (ῃερς.

Intertext edge

Open linked passage

Note