Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1.1
) τοῦτο γὰρ δηλοῖ τὸ, παρὲξ ἐλάαν, ὡς ἡ τοῦ παρὲξ ἐπιῤῥήματος πολλαχοῦ φαινομένη σημασία δείκνυσιν. ἐοίκασιν οὖν αἱ Ὁμηρικαὶ Σειρῆνες θεωρητικώτεραι εἶναι, οἷα περί τε ἱστορίαν οὖσαι καὶ περὶ φυσιολογίαν, ὡς ἐῤῥέθη, καὶ ὅλως εἰπεῖν, μάθησιν. διὸ καὶ Ὀδυσσεὺς ἔχων λέγειν καὶ αὐτὸς, ὡς καὶ γηράσκων μανθάνω, γλίχεται ἀκούσειν. καὶ τοῦ σκοποῦ τῆς ᾠδῆς ἀκροασάμενος γενέσθαι ἱμείρεται ταύτης. ἀλλ' οὐ παραμένει, οὐδ' ἐγκάθηται μόνῃ τῇ θεωρίᾳ, ἀλλὰ καὶ εἰς πρᾶξιν σπεύδει, ὡς ἂν τέλειος εἴη φιλόσοφος, ἔκ τε θεωρίας συγκεκροτημένος ἔκ τε πράξεως, κιρνάμενος οὕτως ἐπ' ἀγαθῷ τῶν ἑαυτοῦ ἑταίρων καὶ φυλετῶν, εἴ γε πείθοιντο. καὶ οὕτω μέν ἐστι τὰ τῶν Σειρήνων συμβιβάσαι ἀλληγο 2. 5 ρικῶς. ἐν οἷς ἐφάνη Ὀδυσσεὺς εἰς τοσοῦτον καὶ μόνον ἀπονάμενος τῶν Σειρήνων, εἰς ὅσον μαθεῖν τὸν σκοπὸν τῆς αὐτῶν ᾠδῆς καὶ μαρτυρεῖν τῇ τοῦ μέλους γλυκύτητι. Ἕτεροι δὲ ψαλτρίας τινὰς καὶ ἑταιρίδας ἱστορικώτερον τὰς Σειρῆνας ὑπέθεντο, αἳ τοὺς παροδεύοντας τῶν ἐφοδίων στερίσκουσαι θνήσκειν μὲν οὐκ ἐποίουν· τοῦτο γὰρ τῆς τοῦ μύθου ὑπερβολῆς· ἐνδεεῖς δὲ εἶναι καὶ οὕτω κακῶς πάσχειν ἠνάγκαζον. Ἄλλοι δὲ τόπους ἔφασαν εἶναι συνεχὲς ἀνιόντας πνεῦμα γῆθεν ἀναφυσώμενον, ᾧ προστεθέντες ὑπὸ τῶν ἐγχωρίων αὐλοί τινες μέλος ἀπετέλουν τοὺς παροδεύοντας ἐπαγόμενον, καὶ θαῦμα ἐμποιοῦν, καὶ παραμένειν ποιοῦν, οὐ μὴν ὥστε καὶ θάνατον πάσχειν, τῶν ἀναγκαίων ἐπιλειπόντων. τοῦτο γὰρ μυθικῶς ὑπερβέβληται. καὶ τεθέαται τοῦτο πολλαχοῦ τὸ τῆς ᾠδῆς αὐτοφυές. καὶ οὐ μόνον ἐπὶ συστόμων τόπων, ἀλλὰ καὶ ἐπὶ ᾐόνων, αἷς κύματα προσπλαζόμενα καὶ ὄχθοις ἠρέμα κοίλοις ὧδε καὶ ἐκεῖ προσαρασσόμενα κέλαδον ἀφιᾶσιν οὐ δύσηχον, ἀλλά τι γλυκύτητος ἔχοντα. τῶν δὲ μύθων ὁ μέν τις Ἀχελῴου ἢ Στερόπης τῆς Ἀμυθάονος ἢ Τερψιχόρης Μούσης αὐτὰς λέγει, ἕτερος δὲ φυῆναι φησὶν αὐτὰς αἵματος ῥυέντος ἐκ τοῦ κατὰ τὸν Ἀχελῷον κέρως ὅτε αὐτὸν καταπάλαισεν Ἡρακλῆς. ἄλλος δὲ καὶ ταῖς Μούσαις ἐρίσαι περὶ ᾠδῆς πλάττει αὐτὰς, ἔριν ἐκείνην, ἀφ' ἧς πτερόεντες λόγοι ἀλλαχοῦ δηλοῦνται διὰ τὰ πτερὰ τῶν Σειρήνων, ἅ περ κατὰ τὸ συνδόξαν αἱ Μοῦσαι ἀπ' αὐτῶν ἐστέψαντο. λέγονται δὲ καὶ παρθενίαν ἑλέσθαι. διὸ καὶ ἀπεστύγησέ, φησιν, Ἀφροδίτη καὶ ὠρνίθωσεν αὐτάς. αἱ δὲ ἀπέπτησαν εἰς Τυῤῥηνίαν καὶ ᾤκησαν νῆσον ἀνθεμοῦσαν. (ῃερς. 167.) Δύο δὲ αὐτὰς ἐμφαίνει ὁ ποιητὴς ἐν οἷς λέγει· ὄπα ἀκούσῃς Σειρήνοιϊν, καὶ νῆσον Σειρήνοιϊν, δυϊκὸν γὰρ τὸ Σειρήνοϊν, ὡς τὸ ποδοῖϊν καὶ ὤμοιϊν. καὶ συνέδραμόν τινες τῷ Ὁμήρῳ, οἳ καὶ ὀνόματά φασιν εἶναι αὐταῖς. Ἀγλαοφήμην καὶ Θελξιέπειαν. οἱ δὲ νεώτεροι, ἐν οἷς καὶ Λυκόφρων, τρεῖς αὐτὰς ἀριθμοῦσι, Παρθενόπην, Λίγειαν, καὶ Λευκωσίαν. ὧν μιᾶς τῆς Παρθενόπης καὶ μνῆμα παρὰ Νεαπολίταις. οὗτοι δὲ καὶ πτερωτὰς αὐτὰς πλάττουσιν, οὐ μὴν οὕτω καὶ ὁ ποιητής. ἦ γὰρ ἂν ἐδίωξαν τὸν Ὀδυσσέα παρελάσαντα προσπετόμεναι, εἴ γε πτεροῖς διῳκοῦντο. ὅτι δὲ καὶ μὴ ἀλύπως φέρουσαι, εἰ Ὀδυσσεὺς μόνος παρέπλευσεν αὐτὰς, καθῆκαν ἑαυτὰς εἰς τὴν θάλασσαν καὶ ἐξεβράσθησαν εἰς ἐπωνύμους αὐτῶν τόπους, θρυλοῦσιν οἱ παλαιοί. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὅτι περί που τὴν τῶν Καμπανῶν πρόκειται πρὸς τῷ Ποσειδωνιάτῃ κόλπῳ τὸ Ἀθήναιον ἀκρωτήριον, ἐν ᾧ Ἀθηνᾶς ἱερὸν, Ὀδυσσέως ἵδρυμα. κάμψαντι δὲ τὴν ἄκραν κεῖνταινησίδια ἔρημα τρία πετρώδη, ἃ ἐκαλοῦντο Σειρῆνες. λέγει δέ τι περὶ Σειρήνων καὶ κηροῦ καὶ Πλούταρχος ἐν τοῖς κατ' αὐτὸν συμποσιακοῖς. παρὰ Ἀριστοτέλει δὲ ζωΰφιόν τι ἔντομόν ἐστιν ὁ σειρὴν, ἀρσενικῶς οὕτω καλούμενος. ὅτι δὲ καὶ σημειώδη τινὰ φωνὴν ὁ τοιοῦτος ἔχει σειρὴν, σοφός τις ἱερὸς δηλοῖ. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ταῦτα· Σειρῆνες, τὰ ἄστρα. σείρια γὰρ καλοῦνται παρὰ τὸ σειριᾶν, ὅ ἐστιν ἀστράπτειν. ὅθεν φησὶν ἴσως καὶ τείρεα. ὅτι δὲ σειριᾶν τὸ λάμπειν, δηλοῖ καὶ ὁ Σείριος, ἐκ τοῦ τοιούτου ῥήματος γεγονώς. ἕτερος δέ τις γράφει ὅτι σειράζει, ἀντὶ τοῦ, στρέφει, καὶ ἀστράπτει, τινάσσει. καὶ σειριᾷ, φλεγμαίνει, καροῦται. Ἰστέον δὲ ὅτι Πίνδαρος κηληδόνας λέγει, ποιούσας τοὺς ἀκροωμένους ἐπιλαθέσθαι τῶν τροφῶν ὑφ' ἡδονῆς καὶ οὕτως ἀφαυαίνεσθαι. οὐ πάνυ δὲ δῆλον εἴτε κηληδόνας ἐκεῖνος ἐπιθετικῶς τὰς Σειρῆνας λέγει διὰ τὸν κατ' αὐτὰς, Ὅμηρος ἂν εἴποι, κηληθμὸν, εἴτε καὶ ἄλλα τινὰ ᾠδικὰ δαιμόνια. Ἀθήναιος δὲ παραφέρει μάγειρόν τινα ἐκ τοῦ κατὰ τὰς Σειρῆνας μύθου ἀστεϊζόμενον οὕτως· ἣν τοὐπτανεῖον ἁρμόσωμαι ἅπαξ, ὅ περ ἐπὶ τῶν ἔμπροσθεν Σειρήνων ἐγένετο καὶ νῦν ταυτὸ τοῦτ' ὄψει πάλιν. ὑπὸ τῆς ὀσμῆς γὰρ οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονὶ, ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξεται ἀχανὴς προσπεπαταλευμένος ἄφωνος, ἄχρις ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖνα ἕτερός τις προδραμὼν ἀποσπάσῃ. (ῃερς. 184.) Σημείωσαι δ' ἐν τοῖς εἰρημένοις καὶ ὡς Ὀδυσσεὺς ὁ ἐν Ἰλιάδι ὀκνῶν τὸ μάλα αἰνεῖσθαι οὐκ ἀηδῶς ἐνταῦθα ἤκουσε τὸ εἶναι πολύαινος, ὅς γε καὶ ἄλλως αὐχεῖ τὸ μέλειν πᾶσιν ἀνθρώποισιν, ἤγουν διὰ φροντίδος ὑπάρχειν, ὃ μεῖζον ἐστὶ τοῦ πολύαινον καὶ αὐτὸν εἶναι. καὶ ὡς οἱ ἐν τούτοις (ῃερς. 47.) ἑταῖροι τοῦ Ὀδυσσέως καὶ φίλοι ἂν εἶεν, εἰ καὶ ἄλλως οὐ πάντως ὁ ἑταῖρος φίλος ἐστὶ κατὰ κυριολεξίαν. ἄνεμος γὰρ πλησίστιος ἐσθλὸς ἑταῖρος οὐ κατὰ τὴν κυρίως φιλίαν ἑταῖρος εἴρηται, ἀλλ' ὡς συνεργὸς, καὶ ἄλλως δὲ εἰπεῖν, φιλητός. φίλος μέντοι ἅπας καὶ ἑταῖρός ἐστι. καὶ ταῦτα μὲν μέχρι τοσοῦδε. τὰ δὲ πρὸς μέρος τοῦ ῥηθέντος χωρίου τοιαῦτα. (ῃερς. 40.) Θέλγειν μὲν κἀνταῦθα τὸ καθ' ἡδονὴν ἀοιδῆς ἐξιστᾶν, 2. 6 ὥς περ ἐν ἄλλοις τὸ κατ' ἔκπληξιν ἢ φόβον ἢ ἔρωτα ἤ τι τοιοῦτον. Τὸ δὲ πάντας θέλγειν, ὃς εἰσαφίκηται καὶ ὃς ἀϊδρείῃ πελάσει, σχῆμα σύνηθες τῷ ποιητῇ, καταβαίνοντι πολλαχοῦ ἐκ τοῦ καθόλου εἰς τὸ μερικὸν, ὡς καὶ ἐν τῷ, τίννυται ἀνθρώπους ὃς ἐπίορκον ὁμόσει. δῆλον δὲ ὅτι ταυτὸν τὸ ὅ τις καὶ ὅς τις, καθὰ καὶ τὸ ὃ καὶ ὅς. (ῃερς.