Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
484.1.1
) καὶ συμπεραίνων τὸ διήγημα φησίν· οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν. (ῃερς. 415.) ἐν μέσῳ δὲ τοῦ διηγήματος τούτου κεῖνται σποράδην καὶ ταῦτα. οἱ Φοίνικες ναυσικλυτοὶ λέγονται ἄνδρες. τοιοῦτοι γὰρ ναυτικώτατοι ὄντες, ὡς αἱ ἱστορίαι οἴδασι. (ῃερς. 416.) καὶ τρῶκται, ἤγουν κερδαλέοι, ὡς καὶ προεγράφη. καὶ μυρία ἄγοντες ὡς εἰκὸς ἀθύρματα, τουτέστι κόσμια, φύσει μὲν ἀθύρματα ὄντα, ταῖς μέντοι γυναιξὶ σπουδαῖα, ὁποῖος καὶ ὁ ῥηθησόμενος χρύσεος ὅρμος. (ῃερς. 419.) Ἔτι δὲ καὶ πολυπαίπαλοι οἱ αὐτοὶ, τουτέστι στεγανοὶ, καὶ οὐχ' ὑγροὶ καὶ διὰ τρυφὴν κατασεσαρκωμένοι, ἀλλὰ διὰ συχνὴν ἐν θαλάσσῃ γυμνασίαν ὑπόξηροι, καὶ αὐτάρκως ἔχοντες τοῦ κατὰ φύσιν ὑγροῦ, ἢ μᾶλλον πολυπαίπαλοι οἱ μοχθηροὶ καὶ κακοήθεις. τὴν γὰρ παιπάλην καὶ ὁ κωμικὸς ἐπὶ πονηρίας τίθησι. καὶ τὸ παιπάλημα δὲ τοιοῦτόν τι δηλοῖ. οἱ δ' αὐτοὶ καὶ ἠπεροπευταὶ κατὰ τὸ, τήνδ' ἄρα Φοίνικες ἠπερόπευον. ἐξ ἀποτελέσματος δὲ καὶ ἀνδραποδισταὶ, οἳ τήν τε μητέρα τοῦ Εὐμαίου καὶ αὐτὸν ἐπὶ κακῷ ἀπήγαγον. (ῃερς. 459.) λέγοιντο δ' ἂν καὶ πολυΐδριες κατὰ τὸ, ἤλυθ' ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων. ἀλλὰ τοῦτο μὲν ἄλλως πραγματικῶς πολυΐδριας εἶναι δηλοῖ τοὺς Φοίνικας. ἡ δὲ ἱστορία εἰποῦσα ὅ τι Φερεκύδης ὁ τοῖς ἑπτὰ συγχρονίσας σοφοῖς, ὁ καθὰ μετ' ὀλίγα ῥηθήσεται Σύριος, ἐδίδαξε Πυθαγόραν. αὐτὸς δὲ οὐκ ἔσχηκε καθηγητὴν κτησάμενος τὰ τῶν Φοινίκων ἀπόκρυφα βιβλία καὶ ἄλλως τὸ πολύϊδρι κατὰ σοφίαν αὐτοῖς ἐπιμαρτύρεται. (ῃερς. 420.) Λέγει δ' ἐνταῦθα περὶ τῆς μητρὸς Εὔμαιος καὶ ὅτι πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξὶ καὶ εἴ κ' εὐεργὸς ἔῃσιν. Καὶ ὅρα τὸ, πλυνούσῃ· ἔθος γὰρ ἦν καὶ ταῖς ἐνδόξοις τὸ τοιοῦτον ἔργον, ὡς ἡ Ναυσικάα ἐδήλωσεν. ἴσως δὲ καὶ δουλικῶς ἐκείνη τοῦτο ποιεῖ ἐκ Φοινίκης κτηθεῖσα δούλη καὶ ἐχομένη τῷ τοῦ Εὐμαίου πατρὶ, ὥς που καὶ ὁ Λαέρτης εἶχεν ἂν τὴν Εὐρύκλειαν, εἰ μὴ χόλον ἀλέεινε γυναικός. καὶ οὕτως ἐξισάζεταί πως ὁ Εὔμαιος τῷ ψευδοξένῳ Ὀδυσσεῖ. αὐτόν τε γὰρ πατρόθεν εὐγενῆ ὄντα Κρήτηθεν κατὰ τὸ αὐτοῦ πλάσμα ὠνητὴ ἔτεκε μήτηρ. καὶ ὁ Εὔμαιος δὲ φαίνεται ἀπὸ βασιλέως γεγονὼς Φοίνισσαν δμωΐδα μητέρα σχεῖν. (ῃερς. 421.) Τὸ δὲ μίγη εὐνῇ καὶ φιλότητι, πρὸς διαστολὴν ἑτέρων κεῖται μίξεων. Τὸ δὲ ἃ φρένας ἠπεροπεύει γυναιξὶν, ὅμοιόν ἐστι τῷ, τὴν γυναῖκα ἐκείνου βούλεσθαι οἶκον ὀφέλλειν ὅς κεν ὀπύει. ὃ καὶ ἐνταῦθα ποιοῦσα ἡ Φοίνισσα τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν, ὀφέλλουσα τὸν φόρτον τοῖς Φοίνιξι. (ῃερς. 425.) λέγει δ' ἐν τούτοις καὶ πολύχαλκον τὴν Σιδῶνα, ἐξ ἧς εἶναι τὴν ῥηθεῖσαν Φοίνισσαν, κούρην Ἀρύβαντος ῥυδὸν ἀφνειοῖο, ἣν ἀνήρπαξαν ἐκεῖθεν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην. πέρασαν δὲ εἰς Ἰθάκην πρὸς δώματα Λαέρτου. (ῃερς. 429.) ὁ δ' ἄξιον ὦνον ἔδωκεν. ὃ καὶ πρὸ ὀλίγων κεῖται ἐν τῇ τοῦ Ὀδυσσέως ἐρωτήσει. καὶ τοιαῦτα μὲν ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα. (ῃερς. 403.) Ἡ δὲ ῥηθεῖσα Συρία μία, φασὶ, τῶν Κυκλάδων, καλουμένη καὶ Σῦρος ἐν ἐκτάσει τῆς παραληγούσης. φησὶ γοῦν ὁ γεωγράφος, ὅτι ἡ Σῦρος μηκύνει τὴν πρώτην συλλαβὴν, ἣν Συρίαν λέγει ὁ ποιητὴς, ἐξ ἧς Φερεκύδης ὁ Βαβυλώνιος, ὥστε καθὰ Ψῦρος Ψυρία νῆσος πρὸ τῆς Χίου, οὕτω καὶ Σῦρος Συρία. Τὸ δὲ εἴ που ἀκούεις, ἐμφαίνει μὴ περιώνυμον εἶναι τὴν ῥηθεῖσαν νῆσον. διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ συστατικοῦ ἐπαίνου εἰς αὐτήν. (ῃερς. 404.) Ὀρτυγία δὲ ὅτι ἡ Δῆλος καὶ διατί οὕτω καλεῖται, δηλοῖ καὶ τὰ τοῦ Λυκόφρονος. Τὸ δὲ ὅθι τροπαὶ ἠελίοιο, ἀντὶ τοῦ κειμένη πρὸς τροπὰς ἡλίου, ἤτοι πρὸς τὰ δυτικὰ μέρη τῆς Ὀρτυγίας. Ὅτι δὲ τὸ τρέπεσθαι καὶ ἐπὶ τοῦ δύνειν κεῖται, δηλοῖ ἐπὶ ἡλίου λεχθὲν τὸ, ἀπουρανόθεν προτράπηται. ἕτεροι δέ φασιν σπήλαιον εἶναι ἐκεῖ, δι' οὗ τὰς τοῦ ἡλίου, ὡς εἰκὸς, ἐσημειοῦντο τροπὰς, ὃ καὶ ἡλίου διατοῦτο σπήλαιον ἔλεγον, καὶ τοῦτο δηλοῦσθαι ἐν τῷ, ὅθι τροπαὶ ἠελίοιο. (ῃερς. 405.) Τὸ δὲ περιπληθὴς, δηλοῖ μὲν τὸ πολυάνθρωπος, παρισοῦται δὲ κατὰ κάλλος πρὸς τὸ οἰνοπληθής. (ῃερς. 406.) Τὸ δὲ εὔβοτος καὶ ἑξῆς, πάνυ ἐπαινεῖται τῆς γοργότητος, ἅπασαν ἀρετὴν χώρας περιέχον ἐν στίχῳ ἑνί. Ἔνθα ὅρα καὶ τὸ εὔμηλος, ἐπίθετον χώρας, ᾧ περ ὁμώνυμον τὸ κύριον, ὁ τοῦ Ἀδμήτου δηλαδὴ παῖς Εὔμηλος. δῆλον δὲ ὅτι γενικὸν μὲν ἐνταῦθα τὸ εὔβοτος, εἰδικὸν δὲ τὸ εὔμηλος. (ῃερς. 407.) Τὴν δὲ πεῖναν συνέζευξεν ἢ καὶ συνεξωμοίωσε τῇ νήσῳ, ἐπεὶ τῷ λιμῷ πολλάκις φθορὰ παρακολουθεῖ, ὡς καὶ Ἡσίοδος, λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοί. (ῃερς. 408.) Δειλοὺς δὲ βροτοὺς τοὺς τὴν νόσον πάσχοντας λέγει, ὡς δειλαίους. (ῃερς. 415.) Οἱ δὲ προδηλωθέντες τῶν Φοινίκων ψόγοι εὖ πίπτουσιν Εὐμαίῳ ἀπεχθῶς αὐτοῖς ἔχοντι διὰ τὸν ἐκ τῆς πατρίδος ἀνδραποδισμὸν, ὃ καὶ Ὀδυσσεὺςεἰδὼς κατελάλησέ τινος Φοίνικος ἐπὶ θεραπείᾳ τοῦ Εὐμαίου. (ῃερς. 418.) Τὸ δὲ καλή τε μεγάλη τε καὶ ἑξῆς, γυναικὸς ἔπαινος. (ῃερς. 425.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τούτοις εὕρηται ἡ Σιδὼν φυλάττουσα τὸ ˉω ἐν τῇ γενικῇ, οἷον, ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι· καί τοι τὸ τοπικὸν αὐτῆς πανταχοῦ κατὰ συστολὴν ὁ ποιητὴς προάγει, τὸ Σιδόνιος, τὸ Σιδονίη, καὶ τὰ τοιαῦτα. Πολύχαλκος δὲ Σιδὼν ἢ διὰ τὸ ὀχυρὸν, ἵνα δηλοῖ ἡ λέξις τὴν στεῤῥὰν, ἢ ἡ πλουσία διὰ τὴν ἐν αὐτῇ πορφύραν. χαλκὸς γάρ, φασι, περὶ αὐτὴν οὐ γίνεται. καὶ ἄλλοι δὲ τόποι τῆς Φοινίκης πορφυροφόροι εἰσίν. ἐπαινεῖται γοῦν καὶ ἡ Τυρία πορφύρα. Τὸ δὲ Ἀρύβαντος καὶ τὸ ῥυδὸν, ἐοίκασί πως παρηχεῖν. ἔστι δὲ ῥυδὸν ἀφνειὸς ὁ χύδην πλουτῶν καὶ ἐπίῤῥοιαν ἔχων, φασὶ, πλούτου. (ῃερς. 427.) Τοὺς δὲ Ταφίους κἀνταῦθα λῃστὰς οἶδεν ὁ ποιητής. ἐφ' ὧν καλῶς τὸ ἀναρπάζειν, ὡς ἐπὶ θηρίων. λέγει δ' ἐν τούτοις καὶ (ῃερς. 436.) πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι δι' ὅρκου, εἰπών· εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτε ὅρκῳ πιστωθῆναι, ἀπήμονα οἴκαδε ἀπάξειν. (ῃερς. 435.) ἔστι δὲ καὶ νῦν τὸ εἴη οὐ κυρίως εὐκτικὸν ἀλλ' ἰσοδύναμον τῷ ἔσται, οὗ διαφορὰ κατὰ τοὺς παλαιοὺς πρὸς τὸ γενήσεται, ὅτι ἔσται μὲν τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως ἑξόμενα, οἷον, ὁ νέος ἔσται πρεσβύτης, τῷ ἀτέκνῳ γενήσονται παῖδες. περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησιν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη, καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν, ὡς ἡμάρτηται, γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις, καὶ τοῦ φρονῶ φρόνεις, καὶ εὐκτικὰ τούτων, φιλείη καὶ φρονείη. οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἲς μετοχῆς, ἧς κλίσις παρὰ τοῖς ποιηταῖς εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ, ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι, οὐ κατὰ ἔξαρσιν, φησὶ, τοῦ ˉο ἀπὸ τοῦ παρεόντων, ἀλλ' ἐκ τοῦ, εἲς ἔντος Αἰολικοῦ. καὶ οὕτω μὲν αὐτός. οἱ δὲ νεώτεροι οὔτε Αἰολικὸν οἴδασι τὸ εἴη, καὶ ἀπεριέργως αὐτὸ κανονίζουσιν ἐκ τοῦ εἰμί. κεῖται δ' ἐνταῦθα καὶ σχῆμα ἐλλειπτικὸν τὸ, σιγὴ νῦν, λείπει γὰρ τὸ ἔστω. εἰ δὲ καὶ περισπᾶται τὸ σιγῇ, λέγοι ἂν, ὅτι σιγῇ νῦν ἔχετε, ἢ μένετε, ἤ τι τοιοῦτον· ἑρμηνεύων δὲ ἐπάγει· μή τίς με προσαυδάτω ἐπέεσσι. Καιρία δὲ αὕτη ἔλλειψις, τεθεῖσα προσφυῶς ἐπὶ σιωπῇ καὶ λόγου ἐλλείψει. ἔστι δέ που καὶ ἐν τοῖς ἑξῆς καιρία ὁμοίως ἔλλειψις ἐπὶ σιγῇ λόγου τὸ, οὔ πω πᾶν εἴρητο· λείπει γὰρ ἐκεῖ τὸ, ἔπος ἢ ῥῆμα. (ῃερς. 449.) κεῖται δ' ἐν τούτοις καὶ ἐπίβαθρον τὸ ναῦλον, ἤτοι μισθὸς ἐπιβάσεως νηός. (ῃερς. 463.) Καὶ τὸ, κατένευσε σιωπῇ, ἀντὶ τοῦ, σημεῖον ἐλεύσεως δέδωκε τῇ κατανεύσει τῆς κεφαλῆς. τοῦτο δὲ καὶ διανεύειν λέγεται καὶ μάλιστα δι' ὀφθαλμῶν. (ῃερς. 468.) λέγει δὲ καὶ δήμου φῆμιν διὰ τοῦ ἰῶτα τὴν δημοτικὴν συνέλευσιν ἐπὶ δημηγορίᾳ. καὶ ἔστι τῆς αἰτιατικῆς ταύτης εὐθεῖα ἡ φῆμις ἡ καὶ ἀλλαχοῦ ῥηθεῖσα. χρῆσις δὲ τοιαύτης αἰτιατικῆς καὶ ἐν τῷ, εὐνὴν αἰδομένη πόσιος δήμοιό τε φῆμιν. (ῃερς. 469.) συντάσσει δὲ καὶ τὴν ὑπˉο πρόθεσιν δοτικῇ Ἀττικῶς ἐν τῷ, κατακρύψασα ὑπὸ κόλπῳ. (ῃερς. 479.) Περὶ δὲ ἄντλου, ἱκανῶς προδεδήλωται. (ῃερς. 480.) Τὸ δὲ φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι, ἁπλοϊκῶς καὶ ἀφελῶς κεῖται. οὐ γὰρ ταῦτα μόνα τῶν ἐν θαλάσσῃ σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ λοιπὰ κήτη. ἐκ μέρους δὲ ὅμως καὶ ἐκεῖνα δηλοῦται. (ῃερς. 432.) ἔτι ἐν τῷ ῥηθέντι διηγήματι κεῖται καὶ τὸ, ὄφρα ἴδῃς πατρὸς καὶ μητρὸς δῶ αὐτούς τε. ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται· ὅ περ εἴποι ἄν τις πρὸς ἀπόδημον, ἀγγέλλων αὐτῷ τὰ οἴκοι. (ῃερς. 434.) ἔτι κεῖνται ἐν τούτοις ἐκ παραλλήλου ὅμοια τὸ, μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ, καὶ τὸ, μή τις ποτὶ δῶμα ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσαιτ' ὄλεθρον. ὅ περ κλεπτικὸν ἂν εἴποι πρόσωπον ἀσφαλιζόμενον τοὺς συγκλέπτοντας. (ῃερς. 469.) ὁμοίου δὲ ἤθους καὶ τὸ, τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν. ἔνθα τὸ μὲν ὑπὸ κόλπῳ Ἀττικῶς συντέτακται, ὡς εἴρηται, ὁμοίως τῷ, ὑπὸ διδασκάλῳ εἶναι, καὶ ὑπὸ στρατηγῷ τάττεσθαι, καὶ τοῖς ὁμοίοις. (ῃερς. 470.) Τὸ δὲ ἔκφερεν ἀντὶ τοῦ ἐξεφόρησε. καὶ παρασημαντέον εὐχρήστως ἐνταῦθα, ὅτι τὸ φέρω καὶ τὰ ἐξ αὐτοῦ χύμα πολὺ προΐενται λέξεων ῥητορικῶν, κολλώμενα ταῖς ὅλαις προθέσεσιν. ἐξ ἐκείνων γὰρ σὺν ἑτέροις πολλοῖς πρόεισιν ὁ ἐμφερὴς, ἤγουν ὅμοιος, καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ εἰσφέρειν, ὃ κοινότερον εἰσοδιάζειν λέγεται, καὶ ἡ εἰσφορὰ, καὶ ἡ δημοσία συνεισφορὰ, καὶ τὸ ὡς ἐῤῥέθη ἐκφέρειν, ὃ καὶ ἐπὶ τοῦ θάπτειν ἔστιν ὅτε λέγεται. ὅθεν καὶ ἐκφορὰ ἡ ταφή. ἐκφέρειδέ τις καὶ μυστήριον, ὅ περ ἐχρῆν εἶναι ἀνέκφορον, ταυτὸν δ' εἰπεῖν, ἀνέξοιστον. ἐκεῖθεν καὶ τὸ συμφέρον, ὅ πέρ ἐστι συνοῖσον, καὶ τὸ σύμφορον, καὶ μέση λέξις ἡ συμφορὰ, καὶ προσφέρειν καὶ τὸ ἀπ' αὐτῆς πρόσφορον· καὶ ἡ προσφορά. τοιαύτης δὲ ἀναλογίας καὶ τὸ προφέρειν καὶ ἡ προφορά. ἐξ ἐκείνων γίνεται καὶ ἀναφέρειν καὶ ἡ ἀπ' αὐτοῦ ἀναφορὰ, καὶ τὸ ἄλλως ἀναφέρειν ἀπὸ μανίας ἢ κάρου, ὃ ταυτόν ἐστι τῷ ἐγρηγορέναι, ᾧ ἐναντίον τὸ καταφέρεσθαι, οὗ τὸ ἐνεργητικὸν ἔχει ποτὲ καὶ ψόγον, ὡς ἐν τῷ καταφερὴς, ὅ πέρ ἐστι λάγνος. καὶ μὴν καταφέρεταί τίς τινος καὶ ὡς κατήγορος, ὅθεν καὶ καταφορὰ ἡ ἐν κατηγορίᾳ τάσις, καὶ καταφορικὸς λόγος ὁ ὡς εἰπεῖν τοπικός. ὁμοίας ἀρχῆς καὶ τὸ διαφέρειν καὶ τὸ διαφέρεσθαι ἤγουν ἐναντιοῦσθαι, ὅθεν καὶ διάφορος οὐ μόνον τὸ κοινὸν, ἀλλὰ καὶ ὁ ἐχθρὸς, καθ' ὃ Φίλιππος διάφορος τῷ πατρὶ Ἀμύντᾳ λέγεται, καὶ διαφορὰ οὐ μόνον ἡ ἑτεροιότης, ἀλλὰ καὶ ἡ μάχη. τῶν τοιούτων ἐστὶ καὶ τὸ μεταφέρειν καὶ ἡ ῥητορικὴ μεταφορὰ ἤτοι τροπὴ καὶ ὁ μεταφορικὸς λόγος καὶ τὸ παραφέρειν καὶ ὁ ἀπ' αὐτοῦ παράφορος ὡς μὴ φρενήρης, οὗ τὸ πάθος παραφορὰ, καὶ τὸ ἀντιφέρεσθαι καὶ ἀντιφερίζειν ἐπὶ ἐναντιώσεως καὶ ἡ ἐπιφορὰ ἡ αὐτὴ οὖσα τῇ εἰρημένῃ καταφορᾷ, ὡς καὶ ὁ ἐπιφορικὸς λόγος ὁ αὐτὸς τῷ καταφορικῷ καὶ τὸ περιφερὲς ἐπὶ στρογγυλότητος καὶ ἡ οὐράνιος περιφορὰ καὶ ὁ ἀμφιφορεὺς, οὗ χρῆσις πολλὴ, καὶ ἡ ἀποφορὰ, ὅ πέρ ἐστιν ὀδμὴ, καὶ τὸ ὑποφέρειν καὶ ἀνθυποφέρειν καὶ ἡ ἐξ αὐτῶν ἐν λόγοις ὑποφορὰ καὶ ἀνθυποφορὰ, καὶ τὸ ὑπερφέρειν καὶ ὑπερφέρεσθαι καὶ ὁ ἐξ αὐτῶν ὑπερφερὴς τόπῳ ἴσως ἢ ἐνδοξότητι. καὶ τοιαῦτα μὲν ὡς ἐν βραχεῖ φάναι τὰ ἐκ τοῦ φέρω καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, παραίνεσίς ἐστιν ἐπὶ μυστηριασμῷ. (ῃερς. 445.) Ἔνθα κεῖται καὶ τὸ, ἐπείγετε δ' ὦνον ὁδαίων, τουτέστιν ἐπισπεύδετε τὴν τῶν ἐφοδίων ἐξώνησιν. ἔνθα ὅρα ὅτι τε οὐ μόνον ἐνόδιος καὶ ἐφόδιον καὶ εἴ τι ἄλλο τοιοῦτον ἐκ τῆς ὁδοῦ γίνεται, ἀλλὰ καὶ ὁδαῖος. οὗ περ οὐδέτερον τὸ ὁδαῖον. καὶ ὅτι ὥς περ διάλογος διαλογὴ, καὶ βίοτος βιοτὴ, καὶ ἄλλα δὲ τοιαῦτα, ὧν μνεία γέγονε καὶ ἐν ἄλλοις, οὕτω καὶ ἐκ τοῦ ἐνταῦθα Ὁμηρικοῦ ὤνου παρὰ τοῖς ὕστερον ἡ ὠνή. ἀφ' ἧς εὕρηται καὶ ἰσωνία ἡ ἴση πρᾶξις παρὰ τοῖς παλαιοῖς. εἰ δὲ ἀπ' αὐτῆς παρῆκται καὶ ἡ παρὰ τῷ κωμικῷ ὄνωνις, ἧς χρῆσις φέρεται παρὰ τοῖς τεχνικοῖς τὸ, εἶτα δὴ εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. ὄνομα δὲ βοτάνης ἡ ὄνωνις, δι' ἧς ἐπ' ἀλογίᾳ ἴσως ὁ κωμικός τινα σκώπτει καὶ ῥαθυμίᾳ, ὡς τοῦ ὄνου καὶ νωθροῦ ὄντος, καθὰ καὶ ἡ Ἰλιὰς οἶδε, καὶ παροιμιάζοντος τό, τε ἀπ' ὄνου πεσεῖν τινὰ, καὶ τοὺς ὄνου πόκους, οὓς ὁ κωμικὸς εἰς πόκας παρῴδησε. καὶ τοιοῦτον μὲν τοῦτο. (ῃερς. 446.) Εἰπὼν δέ που Ὅμηρος δῶμα ἐνίπλειον βιότοι ἐνταῦθα λέγει νῆα πλείην βιότοιο τὴν χρηματιστικῶς ἔμφορτον ἀστείως. δῶμα γάρ πως μεταφορητὸν ἔγνωσται καὶ ἡ ναῦς. (ῃερς. 447.) Κλεπτικὴ δὲ ἔννοια καὶ τὸ, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω. οἴσω γὰρ καὶ χρυσὸν ὅ τις ἤγουν ὅς τις ὑποχείριος, τουτέστιν εἰς χεῖράς μοι ἔλθοι, ὑπὸ ταῖς ἐμαῖς χερσὶ γένηται. οἱ δὲ παλαιοὶ καὶ δίχα προθέσεως οἴδασι τὴν λέξιν ταύτην, ὡς δηλοῖ ὁ γράψας οὕτω· χείριος, ὑπήκοος, τιθασὸς, χειροήθης, χρήσιμος. καὶ χείριον, χειρόηθες, ὑπήκοον, ὑποχείριον, ὥστε ἡ τοιαύτη γραφὴ ῥητορικῶς οἶδε καὶ τοὺς δουλευτὰς ὑποχειρίους καλεῖσθαι. (ῃερς. 450.) Παιδὸς δὲ δραστηρίου ἔνδειξις τὸ, παῖδα γὰρ ἀτιτάλλω κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε. (ῃερς. 452.) Εἰ δὲ καὶ πωλητέος ὁ τοιοῦτος, ἁρμόσει καὶ τὸ ἐφεξῆς· ὁ δ' ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅ ἐστιν εὑρήσει, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους. ἀφ' οὗ καὶ Ἀλφεσίβοια ἡ βόας ἄλφουσα. ἐκείνη μέντοι λόγῳ προικὸς διὰ κάλλος. Ἐν οἷς ἰστέον ὅτι τὸ μὲν ἄλφοι κατὰ τὸ ἐδούπησα ἔδουπον, ἐκτύπησα ἔκτυπον, ἐχραίσμησα ἔχραισμον, γίνεται ἀπὸ τοῦ ἀλφῶ ἀλφήσω, ἀφ' οὗ ἀλφηστής. Τὸ δὲ περάσητε Ὁμήρῳ σύνηθες, ὃς περᾶσαι οἶδε τὸ πέρην ἁλὸς διαπωλῆσαι. καὶ ἔστιν αὐτὸ πρωτότυπον τοῦ παρὰ τοῖς ὕστερον πιπράσκειν καὶ τῆς πράσεως· περῶ γὰρ περάσω πεπέρακα πέρασις, ἐξ ὧν κατὰ συγκοπὴν πράσω πέπρακα πρᾶσις. Τοῦ δὲ ἀλλοθρόους εὐθεῖα ἑνικὴ ὁ ἀλλόθροος πρὸς ὁμοιότητα τοῦ ἄθροος ὁ ἀθόρυβος, οὗ πρὸς διαστολὴν ἀθρόος ὁ συνηθροισμένος παροξύνεται. (ῃερς. 451.) Τὸ δὲ ἁματροχόωντα ἀντὶ τοῦ ἀκολουθητικὸν, δυνάμενον ἅμα τινὶ τρέχειν. γράφεται δέ, φασι, καὶ ὁμοτροχόωντα, τουτέστιν ἐν τῷ συμπορεύεσθαι καὶ τρέχοντά ποτε. (ῃερς. 455.) Ἐμπορευτικὰ δὲ τὸ, οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. (ῃερς. 459.) καὶ τὸ, ἤλυθεν ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο, ἢ ἔερκτο, τουτέστι συνεπέπλεκτο, ἢ συνεκέκλειστο, καὶ ἦν οὗτος ἐκ τῶν ῥηθέντων Φοινικικῶν ἀθυρμάτων. (ῃερς. 462.) ὁμοίως ἐμπορικὸν καὶ τὸ, χερσὶν ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ὦνον ὑπισχόμενοι, ὃ δὴ ὡς πρωπότυπον προϋπάρχει τοῦ ὑπισχνεῖσθαι. (ῃερς. 456.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα τὸ ἐμπολᾶσθαι παθητικῶς τε ἔφη, καὶ ἀντὶ τοῦ ἐξωνεῖσθαι. οἱ δὲ ὕστερον καὶ ἐνεργητικῶς λέγουσι καὶ ἀντὶ τοῦ ἁπλῶς πραγματεύεσθαι, ὡς δηλοῖ καὶ τὸ, κερδαίνετ' ἐμπολᾶτε. (ῃερς. 457.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ, ναῦς ἤχθετο, ἀντὶ τοῦ, ἐβαρύνετο φόρτῳ. καὶ συγκροτεῖται καὶ διὰ τοῦ, ὅσα οἱ νέες ἄχθος ἄειραν. οἱ μέντοι
484.2.1
Ὅμηρον καὶ ἐπὶ λύπης τό, τε ἄχθεσθαι τιθέασι καὶ τὴν ἐξ αὐτοῦ ἀχθηδόνα. (ῃερς. 460.) Περὶ δὲ ὅρμου ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ· κόσμος δὲ γυναικεῖος ἐστίν. ἐξ αὐτοῦ δὲ καὶ ὑφόρμιον χρυσοῦν κοσμάριον, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ὀξύνεται δὲ παρά τισι τῶν ἐσύστερον ὁ τοιοῦτος ὅρμος, καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, πρὸς διαστολὴν τοῦ κατὰ τὸν λιμένα. Περὶ δὲ ἠλέκτρου προδεδήλωται. (ῃερς. 470.) Ὁδοῦ δὲ μετάμελον φαίνει τὸ, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύναις, ὅ ἐστι βλάβαις φρενῶν, ὃ καὶ ἀλλαχοῦ κεῖται. (ῃερς. 472.) Καταγωγῆς δὲ εἰς λιμένα φράσις τὸ, ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες. Ἐν τούτοις δὲ συλλογιστέον βρέφος μὲν οὐκ ἂν εἶναι τὸν Εὔμαιον ὅτε χρόνου τοιαῦτα ἐφ' ἑαυτῷ ἱστορεῖ, οὐ μὲν οὐδὲ παιδίον, ἀλλ' οὐδὲ παιδάριον, παιδίσκον δὲ ἤδη. οὐ γὰρ ἔστιν εἰπεῖν αὐτὸν ἡλικίας μείζονος, οἷον, παῖδα, ἢ ἄλλο τι τῶν ἐφεξῆς. ὧν τὴν ἀκολουθίαν Ἀλεξίων ἐκτιθέμενος γράφει οὕτως· βρέφος τὸ γεννηθὲν εὐθέως. παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ. παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον. παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. παῖς δὲ, ὁ δι' ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετ' αὐτὴν, ἔφηβος. ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρικαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μήπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, Θρᾷκες ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί. οἱ δὲ μετὰ ταῦτα μειράκειον ἢ μείραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὁ καὶ ὠμογέρων, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. ταῦτα ὁ Ἀλεξίων, μὴ εἰπὼν καὶ τίς ὁ πέμπελος καὶ ὁ παρὰ τῷ Λυκόφρονι σύφαρ, ἀλλ' ὡς εἰκὸς, διὰ τοῦ ἐσχατόγηρως συνδηλώσας καὶ αὐτούς. Ὅτι δὲ βρέφος καὶ ἐπὶ τοῦ κατὰ γαστρὸς ἔτι ἐμβρύου ἐλέχθη καὶ αὖ πάλιν ἔμβρυον ἐπὶ βρέφους, ἔδειξεν ἐκεῖνο μὲν ἡ Ἰλιὰς, τὸ δεύτερον δὲ ἡ Ὀδύσσεια. Ἐπὶπᾶσιν ἰστέον καὶ ὅτι τὰ ἐν τῷ διηγήματι λεπτὰ τὴν τῆς Σύρου δηλαδὴ ἢ Συρίας νήσου ἀρετὴν τὸ τοῦ γένους τοῦ Εὐμαίου βασιλικὸν τὴν τῆς Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν. (ῃερς.

Intertext edge

Open linked passage

Note