Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
486.1.1
) Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφ' οἷς ἐκ τοῦ Εὐμαίου ἤκουσε περὶ τῶν κατ' αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε, παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δ' ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω. (ῃερς.
486.1.2
) Τὸ δὲ, πλοῦτος καὶ εἰρήνη ἅλις ἔστω, δεικτικὸν μὲν εὐδαιμονίας πολιτικῆς. δηλοῖ δὲ νῦν δυνατὸν μὲν εἶναι πλάσασθαι μάχην γενέσθαι, κρεῖττον δὲ ὅμως κριθῆναι καὶ πιθανώτερον ἐπὶ τῇ θεόθεν εἰρήνῃ τὸν ἔριν λυθῆναι. ἀπίθανον γὰρ τὸ, ὡς ἐῤῥέθη, τὸν συνετὸν Ὀδυσσέα ἑαυτὸν βλάπτειν, ἀναιροῦντα τὴν οἰκεῖον λαόν. (ῃερς. 489.) Ὅτι ἐν τῷ, σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, σῶφρον δεῖπνον δηλοῖ· διὸ οὐδὲ πόσεως ἐν αὐτῷ μνείαν ποιεῖται, καὶ ταῦτα οἴνου κιρναμένου ὡς δεδήλωται. αἴτιον δὲ, ὅτι πόλεμος ἐνταῦθα καραδοκεῖται, ἐν ᾧ ἀσυντελὴς ὁ πολὺς οἶνος· ὁ γάρ τοι σύμμετρος, ὃς ἐνταῦθα συνεξακούοιτο ἂν τοῖς σιτίοις, χρήσιμος ὡς μάλιστα. (ῃερς. 491.) Ὅτι καραδοκίαν ἐπελεύσεως ἐχθρῶν φράζει τὸ, ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. (ῃερς. 495.) ὁ δὲ κελευσθεὶς κατάσκοπος εἴποι ἄν ποτε τὸ, οἵδε δὴ ἐγγὺς ἔασιν, ἀλλ' ὁπλιζώμεθα θᾶσσον. Ἔνθα ὅρα ὅτι ἐπὶ πολεμικῆς εἶπε σκευῆς τὸ ὁπλίζεσθαι. (ῃερς. 496.) Παρασκευὴν δὲ πολέμου δηλοῖ τὸ, οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσι δύοντο. (ῃερς. 497. σθθ.) ἔνθα καὶ ἕνδεκα τοὺς περὶ τὸν Ὀδυσσέα μετρεῖ, σὺν δὲ αὐτῷ δώδεκα, εἰπών· τέσσαρες ἀμφ' Ὀδυσῆα, ἓξ δ' υἱοὶ Δολίου καὶ Λαέρτης καὶ Δολίος, οἳ ἐς τεύχεα ἔδυνον, ὃ ταυτόν ἐστι τῷ, ἐν τεύχεσιν ἐδύοντο καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταὶ, τουτέστιν, ὡς καὶ προεδηλώθη, κατ' ἀνάγκην μαχηταί. οὗ ἑρμηνευτικὸν τὸ, καὶ πολιοί περ ἐόντες· οἱ τοιοῦτοι γὰρ πάντως πολεμισταὶ εἶεν ἄν ποτε ἀναγκαῖοι, τουτέστι βιαστοί. (ῃερς. 499.) ἐνταῦθα δὲ ἰστέον ὅτι τε παρὰ τοῖς παλαιοῖς ὁ πολιὸς εὕρηται ἀλωπόχρους καλούμενος, καὶ ὅτι ἀναγκαῖον δίχα τῶν ἄλλων αὐτοῦ σημαινομένων εὑρίσκεται καὶ τὸ αἰδοῖον καλούμενον ὥς τινος ἀνάγκης σύμβολον. ἀλλαχοῦ δὲ καὶ οὐρὰ τὸ αὐτὸ ἐφάνη λέγεσθαι· δηλοῖ δ' αὐτὸ καὶ ὁ εἰπὼν, ὡς τῶν γερόντων οὐραὶ μὲν ἀπήβλυνται, θυμὸς δὲ μενοινᾷ. ὡς δὲ καὶ ἀνδρία τὸ τοιοῦτον λέγεται, οἶδεν ἀρχαία χρῆσις· ἧς καὶ ὅτι ἀνδροσάθων ὁ μεγάλα ἔχων αἰδοῖα· ἐξ οὗ ὑπεμφαίνεται καὶ τί δή ποτέ ἐστι τὸ κατὰ τὸν σάθωνα σκῶμμα, οὐ πάνυ ὂν ἄλλως ἀρίδηλον. δοκεῖ δὲ ἀλωπόχρους ὁ ῥηθεὶς εἶναι ὁ καὶ ὠμογέρων· ὁ γὰρ πάλλευκον ἔχων κάρα πῶς ἂν ἀλωπόχρους εἴη, κύκνῳ ἄλλως ἐοικὼς ἤ τινι τοιούτῳ, εἴ τι ἐπιστῆσαι χρὴ τῷ ἱστορικῷ Κύκνῳ τῷ ἐκ γενετῆς λεγομένῳ πεπολιῶσθαι· εἰ μὴ ἄρα ὑποθετέον καθὰ λαγωούς τινας καὶ μύας, οὕτω καὶ ἀλώπεκας ὁλολεύκους, ὁποῖαι πολλαὶ φαίνονται· ἀφ' ὧν εἰκὸς ῥηθῆναι ἀλωπόχρουν τὸν ἀκριβῶς πολιόν. (ῃερς. 500.) Ὅτι κατοικιδίου ὁπλίσεως φράσις τὸ, ἕσσαντο περὶ χροῒ νώροπα, τουτέστι λαμπρὸν, χαλκὸν, ὃ πολλαχοῦ κεῖται, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἤγουν ἐξώρμων, ἦρχε δὲ ὁ δεῖνα. Τὸ δὲ, περὶ χροῒ, δῆλον ὅτι ἀντὶ τοῦ ἐπὶ χροῒ εἴληπται καὶ νῦν. (ῃερς. 506– 515.) Ὅτι παραίνεσις ἐπὶ ἀνδραγαθίᾳ πρὸς νέον εὐγενῆ τὸ, ἦ δὴ τόδε γε εἴσεαι αὐτὸς, τουτέστιν αὐτὸς γνώσῃ καὶ νοήσεις, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, τουτέστιν ἔνθα διακρίνονται οἱ ἀριστεῖς, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τε ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν. Ὅ περ ἐφερμηνευτικόν ἐστιν εὐρυτάτου κλέους· ταυτὸν γὰρ τὸ ἀλκῇ καὶ ἠνορέῃ κεκοσμῆσθαι πᾶσαν ἐπὶ γῆν καὶ τὸ εὐρὺ κλέος ἔχειν. μάλιστα μὲν οὖν ἐνδοξότερον αὐτὸ τοῦ εὐρέος κλέους, καί τι ἐπὶ πλέον τοῦ εὐρυμέδοντος καὶ εὐρυκρείοντος διὰ τὸ παγκόσμιον, οὗ τὸ, πᾶσαν ἐπ' αἶαν, ἐστὶ δηλωτικόν. καὶ οὕτω μὲν ἐρεῖ ὁ ὑπαλείφων εἰς ἔργον εὐγενῆ νεανίαν, ὡς εἴρηται. αὐτὸς, εἴ περ ἀποκρίνεταί τι γηραιῷ οἰκείῳ, εἴποι ἂν τὸ, ὄψεαι εἴ περ ἐθέλησθα, πάτερ φίλε, τῷδ' ἐνὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος ἤτοι τὸ σὸν, οἷ' ἀγορεύεις, ἤγουν εἰς ἃ λέγεις, ἢ μᾶλλον λυπηρῶς κατὰ θυμικὸν ἀποστατικὸν σχῆμα, οἷα δὴ λαλεῖς, τουτέστι, πῶς ποτὲ τοιαῦτα λέγεις; ὃ καὶ μᾶλλον κρεῖττον ὡς Ὁμηρικόν. διὸ καὶ ὁ γέρων Λαέρτης τοιαῦτα λαλούντων πρὸς ἔριν ἀγαθὴν ἀκούσας τοῦ τε υἱοῦ Ὀδυσσέως καὶ τοῦ ἐγγόνου Τηλεμάχου ἐχάρη καὶ μῦθον εἶπεν, ὁποῖον ἂν ἐρεῖ τις χαίρων μάλα ἐπὶ τοιαύτῃ ἔριδι· τίς νύ μοι ἡμέρη ἥδε, θεὲ φίλε; ἦ μάλα χαίρω· υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι. πατρικῆς δὲ θερμῆς διαθέσεως ὁ λόγος ἐνδεικτικὸς, χαίροντός τινος τῇ τῶν ἐπιγόνων ἀρετῇ καὶ τῇ κατ' αὐτῶν ἐπαινετῇ ἔριδι. τρεῖς δ' ἐνταῦθα ἔννοιαι ἀσύνδετοι γοργαὶ ἐνδιάθετοι· τὸ, τίς δή μοι αὕτη ἡμέρα καὶ ἑξῆς. δῆλον δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι καταισχύνει τις γένος, ὅτε κατ' ἀρετὴν ἀνόμοιος τοῖς προγόνοις ἐκβαίνει. ἐντεῦθεν τὸ τραγικὸν ἐῤῥέθη ἀντιστρόφως κατά τι σκῶμμα τὸ, εἰ γὰρ πέφυκα τῶνδε τῶν κακῶν ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὡς γὰρ παῖς ἐκβὰς ἀγαθὸς οὐ καταισχύνει ἀγαθοὺς γονεῖς, οὕτως οὐδὲ τοὺς φαύλους παῖς κακῶν ἴδρις κατ' ἐκείνους γενόμενος. (ῃερς.

Intertext edge

Open linked passage

Note