Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
488.1.1
) Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν. (ῃερς. 494.) Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. (ῃερς. 496.) Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς Ἀθηνᾶς αὔριον παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ τοῦ πλεῦσαι, δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα. (ῃερς. 513.) Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν δι' εὔλογον αἰτίαν, ἀλλὰ πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο, μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν. παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλ' ὑπερωΐῳ ἱστὸν ὑφαίνει. (ῃερς.
488.1.2
) εἶτα τῇ παρακλήσει ἀναμίξας ἀπειλὴν φησὶν, ὡς εἴ περ ὑπ' ἐμοὶ θεὸς δαμάσει μνηστῆρας, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι ὁππότ' ἂν ἄλλας δμωὰς ἐν μεγάροισιν ἐμοῖς κτείναιμι γυναῖκας· ἢ καὶ κατ' ἄλλην γραφὴν, κτείνῳμι κατὰ ἔκτασιν ἐκ τοῦ κτείνοιμι. Καὶ σημείωσαι ὅπως πάνυ κινδυνώδη καὶ ἐναγώνιον ποιήσας Ὅμηρος τὴν τοῦ ἀναγνωρισμοῦ περιπέτειαν καὶ σχεδὸν εἰς ἄλυτον περιαγαγών· παραβραχὺ γὰρ ἐπεγνώσθη ἂν ὁ Ὀδυσσεὺς τῇ γυναικὶ καὶ οὕτως ἠχρειοῦτο ἡ πιθανότης τοῦ δράματος· ὅμως αὖθις αὐτὰ κατέστησεν οἴκτῳ τε ἱκετείας καὶ ἀπειλῇ, καὶ κατώρθωσεν ἀναγνωρισθῆναι τὸν Ὀδυσσέα μόνῃ τῇ γραῒ, ὃ καὶ συνήνεγκεν αὐτῷ ὕστερον. συντελέσει γάρ τι καὶ ἡ γραῦς εἰς τὴν μνηστηροκτονίαν, ὡς εἴρηται. Ἔτι σημείωσαι καὶ ὡς ἐπὶ τοῖς συμβεβηκόσιν ἄρτι οὐδέν τι τῶν ἁπάντων ἡ Πηνελόπη παρεσημήνατο. καὶ τοῦτο εὐλόγως. δακρύουσα μὲν γὰρ οὐχ' ὁρᾶται ἡ γραῦς, διότι Ὀδυσσεὺς ἀπ' ἐσχαρόφιν ἵζων ποτὶ σκότον ἐτράπετο οὐκέτι ἀσσοτέρω παρακαθήμενος τῇ Πηνελόπῃ. διὸ οὐ δῆλον ἦν οὐδὲ εἰ τὴν φωνὴν ἐπεσχέθη ἡ γραῦς, καὶ οὐδὲ τοῦ γενείου ἁψαμένη ὁρᾶται οὐδὲ μὴν τοῦ φάρυγγος κρατουμένη διὰ τὴν αὐτὴν αἰτίαν. εἰ δὲ καὶ προσεῖπε τὸν Ὀδυσσέα, ὀλίγιστά τε ἦσαν ἐκεῖνα, καὶ ὑφειμένως δηλαδὴ, ὡς εἰκὸς, ἐλαλήθη. οὐ γὰρ εἶχε γεγωνοτέρᾳ χρήσασθαι τῇ φωνῇ. (ῃερς. 468.) Τὸ δὲ ἀφεθῆναι τὸν πόδα καὶ τὸν χαλκὸν ἠχῆσαι καὶ τὸ ὕδωρ χεθῆναι, δῆλα μὲν πάντως καὶ τῇ Πηνελόπῃ· δοκοῦσι δὲ δι' ἀσθένειαν γενέσθαι τῆς γραός· ὀλιγεπηλέουσα γὰρ εἶναι ὑπόκειται. διὸ καὶ τοῦ μεγάρου ἐκβαίνουσα μετ' ὀλίγον ἐφ' ᾧ οἴσεσθαι ποδάνιπτρα, ἐπεὶ τὰ πρότερα ἔκχυτο πάντα, οὐκ ἐρωτᾶται ὑπὸ τῆς δεσποίνης, ὡς τῶν προτέρων διὰ τὴν αὐτῆς ὀλιγηπελίαν ἐκχυθῆναι δοκούντων. τὰ δὴ τοιαῦτα οὐκ ἂν οὕτως εὐοικονομήτως διεσκευάσθησαν εἰς τὸ πιθανὸν, εἴ τις νέα καταδρήστειρα ἔνιψε τὸν Ὀδυσσέα. καλῶς ἄρα ἐπελέγη γραῦς αὕτη μαῖα φίλη τῷ Ὀδυσσεῖ, δι' ἧς πιθανῶς τὸ δρᾶμα τῷ ποιητῇ διεσκεύασται. (ῃερς. 472.) Ἰστέον δὲ, ὡς εὖ ἔσχε τῷ Ὀδυσσεῖ καὶ ὅτι θαλερὴ ἔσχετο φωνὴ τῇ γραῒ, ὡς ἂν μὴ ἐκβοήσῃ. Ἔνθα καὶ ὅρα τὸ θαλερή. οὐ γὰρ ἁπλῶς ἡ φωνὴ αὐτῇ ἐπεσχέθη· οὐ γὰρ ἂν οὐδὲ προσεῖπε τὸν Ὀδυσσέα, ἀλλὰ τὸ θαλερὸν τῆς φωνῆς. ὅτε μέντοι καὶ τοῦ φάρυγγος αὐτῆς ἐλάβετο, τότε οὐδὲν οὐδόλως εἶχε λαλεῖν. Ὅρα δὲ καὶ ὅτι μᾶλλον ὁ Ὀδυσσεὺς ἀπὸ τῆς συμβεβηκυίας αὐτῷ οὐλῆς ἐγνωρίζετο ἢ ἐκ τῶν δώρων τῆς φύσεως· ὃς ἄλλως μὲν ἔπειθε τὴν γραῦν, ὅτε κομιδῆ ἀπειλημμένος ἦν ἐν στενῷ καὶ πρὸς αὐτῷ τῷ ἐλεγχθῆναι ἐτύγχανεν. ὡς δὲ καὶ τῆς οὐλῆς ἅψοιτο, ἔγνω τὸν ἄνακτα. ἐξ αὐτῆς δὲ καὶ τῷ Εὐμαίῳ καὶ τῷ Φιλοιτίῳ ὕστερον ἀναγνωρίζεται. Ἀριστοτέλης δέ, φασιν, ἐπιλαμβάνεται τοῦ τοιούτου ἀναγνωρισμοῦ, λέγων ὡς ἄρα κατὰ τὸν ποιητὴν τῷ τοιούτῳ λόγῳ πᾶς οὐλὴν ἔχων Ὀδυσσεύς ἐστι. τὸ δέ ἐστιν οὐχ' ἁπλῶς τοιοῦτον, ἀλλὰ συμβάλλεταί τι καὶ τὸ ποιὸν τῆς, ὡς ἐῤῥέθη, ἀξιολόγου οὐλῆς σύν γε τοῖς ἄλλοις. καὶ γὰρ κατὰ τὸν τῆς γραὸς λόγον καὶ δέμας καὶ φωνὴν καὶ πόδας ὁ παρὼν ξένος ἐῴκει τῷ Ὀδυσσεῖ. (ῃερς. 467.) Χεῖρες δὲ καταπρηνέες αἱ φυσικῶς ψηλαφῶσαι κατὰ τὸ θέναρ, ὁποίαις καὶ δραττόμεθα· ὥς περ αὖ πάλιν ὑπτίαις χερσὶ δεχόμεθα τὰ διδόμενα. (ῃερς. 469.) Τὸ δὲ, ἐν λέβητι πέσε κνήμη, σφοδράν τινα δηλοῖ καταφορὰν διὰ τοῦ ἐνέπεσε, διὸ καὶ καναχεῖ ὁ χαλκός. ἐμπίπτει δὲ ὁ ποὺς τῷ λέβητι, διότι ἀνελπίστως ἀφείθη φέρεσθαι. τοῦτο δὲ γέγονεν ἐκλυθείσης τῆς γραός· διὸ καὶ ἂψ ἑτέρωσ' ἐκλίθη. ἡ δὲ τῆς κνήμης ἔμπτωσις οὐ μόνον καναχῆσαι τὸν χαλκὸν ἐποίησεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐξέχεεν ἀνατραπέντος τοῦ λέβητος, ἐπίτηδες καὶ ταῦτα πλάττοντος τοῦ ποιητοῦ διὰ τὸ τῆς περιπετείας ἐναγωνιώτερον. (ῃερς. 480.) Ὅρα δὲ καὶ τὸ φάρυγος δι' ἑνὸς ˉγ γραφὲν κἀνταῦθα, καθὰ καὶ ἐν τῷ, φάρυγος δ' ἐξέσσυτο οἶνος, ὡς ἀπὸ τοῦ φάρυξ ὡς δοῖδυξ, εἰ καὶ διὰ τοῦ ˉκ ἐκεῖνο κλίνεται. καὶ δοκεῖ τοῦτο εἶναι φυσικώτερον, καθὰ καὶ τὸ ἴυξ τοῦ ἴυγξ ἴυγγος. ἐκεῖ γὰρ δι' εὐφωνίαν δοκεῖ τὸ ˉν ἤγουν τὸ ἀντ' αὐτοῦ ˉγ τεθεῖσθαι. ἀπὸ γὰρ τοῦ ἰύζω ἰύξω ἴυξ ἐστὶ τὸ φυσικὸν κατὰ ἀποβολὴν τοῦ ἐν τῷ μέλλοντι ˉω. ἴσως δ' ἐκ τῆς μονογαμμάτου φάρυγος καὶ αἱ Φαρύγαι, τὸ τοπικὸν ὄνομα. (ῃερς. 482.) Τὸ δὲ, σύ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ, τὴν μαῖαν ὑπογράφει. τοιαύτη γὰρ ἡ κυρίως μαῖα κατὰ μητέρα τρέφουσα. διὸ καὶ ὁμοίως ἄμφω παράγονται· ἀπὸ τοῦ μῶ γὰρ τὸ ζητῶ καὶ ἡ μαῖα καὶ ἡ μήτηρ. (ῃερς. 485.) Τὸ δὲ, θεὸς ἔμβαλε θυμῷ, θεῖόν τι δηλοῖ τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμὸν εἶναι. οὐ γὰρ ἂν ἄλλως ἡ γραῦςἀνέγνω τὸν ἠλλοιώμενον ὑπὸ τῆς Ἀθηνᾶς. (ῃερς. 488.) Τὸ δὲ, ὑπ' ἐμοὶ δαμάσει μνηστῆρας, συνήθως ἔχει τὴν ὑπˉο πρόθεσιν συντεταγμένην μετὰ δοτικῆς. Χρὴ δὲ σημειώσασθαι καὶ οἵοις προσώποις ἑαυτὸν καὶ ὅπως ἐπίστευσεν Ὀδυσσεὺς, ἵνα καὶ οὕτως ἡ ποιητικὴ ποικιλία διαδειχθείη καὶ τὸ τῆς πλάσεως πολύτροπον. Τηλεμάχῳ μὲν γὰρ ὡς υἱῷ γνωρίζεται καὶ ἑκών. ἔγνω γὰρ οἷος ἦν, ὃς καὶ ἀπεδήμησε δι' αὐτὸν, Εὐρυκλείᾳ δὲ ἄκων τῇ καὶ τροφῷ καὶ οἷον μητρὶ, Εὐμαίῳ δὲ καὶ Φιλοιτίῳ πρὸς αὐτῇ τῇ ἀκμῇ τοῦ ἔργου γνωσθήσεται. τί γὰρ ἔδει πρῴην; τῇ μέντοι γυναικὶ Πηνελόπῃ ἁπάντων ὕστερον. οὐ γὰρ ἐχρησίμευσεν ἐκείνη εἰς οὐδὲν, ἀλλὰ καὶ προσέβλαψεν ἂν τῆς πολλῆς ἀνεθεῖσα σκυθρωπότητος καὶ ὑποψίαν οὕτω τοῖς μνηστῆρσιν ἐνθεῖσα τοῦ τὸν Ὀδυσσέα δι' ἐλπίδος εἶναι αὐτῇ, καὶ ἄλλως οὐδὲ τερατείαν τινὰ εἶχεν οὕτω τὸ πρᾶγμα Ὁμηρικῇ ποιήσει πρέπουσαν. παραδόξως οὖν καὶ πολυτρόπως ἀνεγνωρίσθη πᾶσιν, οἷς ἦλθεν εἰς γνῶσιν, μηδενὸς ἀναγνωρισμοῦ συμπεσόντος ἑτέρῳ ἀναγνωρισμῷ τὸ σύνολον· ἄλλως γὰρ τῷ Τηλεμάχῳ, ἑτέρως τῇ Εὐρυκλείᾳ, ἑτεροίως τοῖς δούλοις, παραδοξότερον δὲ τῇ Πηνελόπῃ, ἄλλον δὲ τρόπον τῷ Λαέρτῃ, καὶ ὅλως ἀνομοίως ἅπασιν. (ῃερς. 492.) Ὅτι μετὰ τὸν ἀναγνωρισμὸν καὶ τὴν ῥηθεῖσαν τοῦ Ὀδυσσέως ἀπειλὴν ἡ Εὐρύκλεια, τέκνον ἐμόν, φησιν, οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν. Καὶ ὅρα ὅτι τέκνον ὠνόμασε τὸν δεσπότην, ὃν, ὡς ἐκεῖνος ἔφη, ἐπὶ τῷ ἑαυτῆς ἔθρεψε μαζῷ. (ῃερς. 494.) εἶτα ἑρμηνεύουσα, πῶς εἶπε τὸ ἐπιεικτὸν, φησίν· ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. τοῦτο δὲ ἐκ τοῦ φθάσαντος δοκεῖ παραπεποιῆσθαι νοήματος τοῦ, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος. ἔστι δ' ἐπιεικτὸν κυρίως τὸ εἶκον ἁφῇ ὡς μαλακόν· οὐκ ἐπιεικτὸν δὲ τὸ ἀνάπαλιν. Ὅρα δὲ καὶ τὸ λίθος θηλυκῶς λεχθὲν ἐν τῷ, στερεὴ λίθος. Τὸ δὲ ἕξω ἀντὶ τοῦ κατάσχω τὸ πρᾶγμα, σιγήσω, κατὰ τὸ, ἀλλ' ἔχε σιγῇ μῦθον, ὃ κατωτέρω κεῖται· ἢ καὶ ἄλλως κοινότερον ἀντὶ τοῦ διατεθῶ, ἐφ' οἷς παραγγέλλεις. (ῃερς. 495.) εἶτα τῆς γραὸς εὐνοϊκῶς ὑπισχνουμένης, εἴ περ ὑπ' αὐτῷ θεὸς δαμάσει μνηστῆρας, τότε καταλέξειν αὐτῷ γυναῖκας αἵ τε αὐτὸν ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσὶν ἢ νηλίτιδες ἀπὸ εὐθείας βαρυτόνου καθ' ἑτέραν γραφὴν. (ῃερς. 500.) Ὀδυσσεὺς οὐ χρῆναι εἶπε τὴν γραῦν αὐτὰς μυθεῖσθαι· φράσομαι γάρ, φησι, καὶ αὐτὸς ἐγὼ καὶ εἴσομαι ἑκάστην· (ῃερς.

Intertext edge

Open linked passage

Note