Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
501.1.1
) Ὅτι ἀνακεφαλαιούμενος διὰ τῆς Πηνελόπης ὁ ποιητὴς τὰ διὰ πλειόνων προσεχῶς περὶ Ὀδυσσέως λεχθέντα φησὶν ἀσυνδέτως οὕτω κατὰ ἀπόστασιν· ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀχρημοσύνη γὰρ ἀνώγει, τουτέστιν ἔνδεια χρημάτων. ἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε, οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. ἔστι δὲ τὸ ἐνέπλησαν ἀκόλουθον τῷ, πήρην κατέθηκεν ἐϋπλείην. πρωθυστέρως δὲ κεῖται τὸ, ἔπλησαν καὶ ἔδοσαν· πρῶτον γὰρ δόσις, εἶτα τὸ ἐμπίπλασθαι. (ῃερς. 507.) Ὅτι δῖον ἐνταῦθα τὸν Εὔμαιον καὶ ὁ ποιητὴς λέγει καὶ ἡ Πηνελόπη, πρὸ δὲ αὐτῶν καὶ ὁ Τηλέμαχος· ὃ καὶ σύμφωνόν ἐστι πρὸς τὸ, ὄρχαμος ἀνδρῶν. οὕτω καὶ κρείων Ἐτεωνεὺς, Μενελάου θεράπων, οὐ μέντοι δοῦλος ἐκεῖνος. (ῃερς. 509.) Ὅτι τὸ προσπτύξομαι τὸν ξένον ἀντὶ τοῦ, προσείπω. διὸ ἐπάγει πρὸς ἑρμηνείαν τὸ, ἠδ' ἐρέωμαι, πρὸς δεῖξιν τοῦ ταυτὰ ἐνταῦθα εἶναι τὸ προσπτύξομαι καὶ τὸ ἐρέωμαι. (ῃερς. 513.) Ὅτι συνιστῶν τῇ δεσποίνῃ τὸν ξένον δεσπότην ὁ Εὔμαιος φησίν· εἰ γάρ τοι βασίλεια σιωπήσειαν Ἀχαιοὶ, οἷ' ὅ γε μυθεῖται, θέλγοιτο κέ τοι φίλον ἦτορ. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα ἐν κλισίῃ. (ῃερς. 516.) πρῶτον γὰρ ἔμ' ἵκετο, τουτέστιν ἱκέτευσε, νηὸς ἀποδράς. ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. Ὅτι δὲ τὸ ἵκετο ἐνταῦθα τὸ ἱκέτευσε δηλοῖ, Ὀδυσσεὺς ἑρμηνεύσει μετὰ βραχέα ἐν τῷ, ἐπεί σε πρῶτον ἱκέτευσα. (ῃερς. 514.) Καὶ σημείωσαι ὅτι κατὰ τὸ σιωπώμενον ἔοικεν Ὀδυσσεὺς πολλά τινα ἔξω τοῦ Ὁμήρου ἀφηγήσασθαι τῷ Εὐμαίῳ· ἃ γάρ τοι πρὸς ἐκεῖνον εἶπεν, οὐδὲ ὡρῶν ὀλίγων τινῶν ἐδέοντο. εἰκὸς δὲ καὶ ῥητορικῶς τὸν Εὔμαιον ψεύδεσθαι, ὡς ἂν μεγαλύνῃ παρ' αὐτῇ τὸν φίλον πτωχόν. Τὸ δὲ οἷα ὅ γε μυθεῖται, ὅμοιόν ἐστι τῷ, οἷ' ἀγορεύεις, ὃ πρὸ ὀλίγων εἶπεν ὁ Ἀντίνοος. Σημείωσαι δὲ καὶ τὸ, θέλγοιτο ἦτορ, οὔτε ἀπάτην ἐνταῦθα δηλοῦν, οὔτε ἄλλο τι κακὸν, ἀλλ' ἡδονὴν ἀβλαβῆ, ὑπερβάλλουσαν μέντοι καὶ ἐκπληκτικὴν καὶ ὡς οἷον ἐκστατικήν τινα καὶ αὐτήν. (ῃερς. 518.) εἶτα δεικνὺς παραβολικῶς ὁ Εὔμαιος τὸ ἐν λόγοις μελιχρὸν τοῦ ξένου φησίν· ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ἀείδει δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι, τοῦδ' ἄμοτον μεμάασιν ἀκουέμεν ὁπποτ' ἀείδει, ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. (ῃερς. 521.) Καὶ ὅρα καὶ τοῦτο τὸ ἔθελγεν, ὅμοιον ὂν τῷ ἀνωτέρω ῥηθέντι. Τὸ δὲ ποτιδέρκεται ἀοιδὸν, συννοούμενον ἔχει καὶ τὸ ἀκούειν. οὐ γὰρ χρεία τοῦ ἀοιδοῦ ὡς μόνον προσδέρκεσθαι, ἀλλὰ μᾶλλον ἀκούειν, ἐπεὶ καὶ οὕτω θέλγει, ἀκουόμενος δηλαδή. Τὸ δὲ θεῶν ἒξ δεδαὼς, θεομαθῆ καὶ θεόσοφον εἶναι δηλοῖ τὸνἀοιδόν. κρουστικῶς δὲ ἐκπεφώνηται τὸ, θεῶν ἒξ, καθὰ καὶ τὸ, Ἀρτέμιδι ξὺν, καὶ τὸ, Ἰλιόθι πρός. (ῃερς. 522.) Ὅτι καὶ ὁ Εὔμαιος ἀνακεφαλαιούμενος τὰ τοῦ Ὀδυσσέως ἐν ἐπιτομῇ, ὅσα γε αὐτὸς ἐξ ἐκείνου ἔγνω, λέγει τῇ δεσποίνῃ ὅτι, φησὶν, Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. (ῃερς.

Intertext edge

Open linked passage

Note