Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
502.1.1
) ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεῷ. λόγος δὲ τοῦτο πεποιθότος τινὸς εἰς τὸ θεῖον. τὸ δὲ οὕτω τὸν Ὀδυσσέα τῶν γυναικῶν πειράσασθαι φθάσας ὁ Τηλέμαχος παρήγγειλε τῷ πατρί. (ῃερς. 505.) Ὅτι καὶ τοὺς πόδας ἀπονιπτόμενοι ἐλαίῳ ἠλείφοντο οἱ παλαιοί. Εὐρύκλεια οὖν τὸν δεσπότην ἔνιψέ τε καὶ ἤλειψε λίπ' ἐλαίῳ. οὗ γενομένου αὖτις ἀσσοτέρω πυρὸς τοῦ κατὰ τὴν ἐσχάραν ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, ἤγουν θερμανθησόμενος, ὡς διὰ τὸ νίψεσθαι, καθὰ ἐῤῥέθη, ποῤῥωτέρω γενόμενος. (ῃερς. 507.) οὐλὴν δὲ κατὰ ῥάκεσσι κάλυψε, μὴ καὶ τῇ γυναικί ποθεν ἐκφανείη διὰ τὸ τῶν ῥακέων ῥωγαλέον. (ῃερς. 510.) Ὅτι προσώπῳ γυναικείῳ μηδὲ ὑπνοῦν ἀφιεμένῳ ὑπὸ λύπης προσφυὲς εἰπεῖν ποτὲ τὸ, καὶ γὰρ δὴ κοίτοιο τάχα ἔσσεται ἡδέος ὥρη, ἤγουν ταχὺ ἔσται εὐνασθῆναι καιρὸς, ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα, ἔς τ' ἐμὰ ἔργα ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ. αὐτὰρ ἐπὴν νὺξ ἔλθοι ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσι. (ῃερς. 517.) Καὶ ὅρα τὸ μελεδῶναι, οὗ ἡ εὐθεῖα ἡ μελεδώνη. ὅτι δὲ καὶ τρισυλλάβως ἔστιν ἡ μελεδὼν, οὐκ ἔστιν ἀμφιβαλεῖν. γίνονται δὲ ἀμφότερα παρὰ τὸ τὰ μέλη ἔδειν, ὅ περ ὅτι ἀπὸ τοῦ ἔθειν γίνεται τροπῇ τοῦ θῆτα εἰς δέλτα προείρηται. συγγενῆ γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται σύμφωνα. διὸ καὶ ἀντιμεταχωρεῖ πρὸς ἄλληλα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων δεδήλωται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ γέγραπται. ἡ τοιαύτη δὲ τῶν εἰρημένων συμφώνων φιλία ἐκ τοῦ τένδειν, ὅ πέρ ἐστιν ἐσθίειν κατὰ τὸ, ὃν πόδα τένδει, τὸν προτένθην ἐποίησεν, ὅς ἐστι προγεύστης, ὁ καὶ δέατρος παρὰ τὸ ἔδειν, οὐ μὴν ἐλέατρος· ἐκεῖνος γὰρ μάγειρός ἐστι παρὰ τοὺς ἐλεούς· ὧν χρῆσις ἐν τῷ, εἰν ἐλεοῖσιν ἔχευαν· ὁμοίας ἐναλλαγῆς καὶ τὸ μήδω μήθω καὶ τὰ ἐξ αὐτῶν. κατ' αὐτὴν δὲ καὶ μασθὸν καὶ μαθὸν διὰ τοῦ θῆτα εἰπεῖν ταυτόν ἐστιν, εἰ καὶ ἄλλως ὁ αὐτὸς μαστὸς διὰ τοῦ ˉτ λέγεται ὡς μασητὸς ὢν βρέφεσιν. οὕτω δίχα τῶν ἄλλων καὶ ἐκ τοῦ δρῶ τὸ βλέπω, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, ὅθεν καὶ τὸ ὑπόδρα ἰδεῖν καὶ ὁ δραπέτης. κατὰ τροπὴν ὁμοίαν γίνεται ἀθρεῖν τὸ ἄγαν βλέπειν, οἷον, οὔτ' ἀθρῆσαι δύνατο· εἰ μὴ ἄρα ἴσως εἴποι τις, ὅτι ὥς περ ἀπὸτοῦ διορῶ συγκέκοπται τὸ δρῶ, οὕτω καὶ ἀπὸ τοῦ θεωρεῖν τὸ θρεῖν, καὶ κατ' ἐπίτασιν ἀθρεῖν. (ῃερς. 516.) Κῆρ δὲ ἀδινὸν ἢ τὸ οἰκτρὸν ἢ τὸ πυκινόν· τοιοῦτον γὰρ τὸ τῆς καρδίας σπλάγχνον. (ῃερς. 510.) Τὸ δὲ κοῖτον ἡδὺν εἰπεῖν καὶ ὕπνον γλυκὺν, ταυτόν ἐστι. Τὰ δὲ ῥηθέντα προσεχῶς ἔπη ἔστι παρῳδηθῆναι καὶ ἐπὶ ἀνδρὸς, ὅτε τις ὁμοίοις ἐνέχεται πάθεσιν. (ῃερς. 518.) Ὅτι τὰ προσεχῶς ῥηθέντα περιπαθῶς εἰποῦσα ἡ Πηνελόπη ἐπάγει καὶ παραβολὴν, ἐν ᾗ μύθου τέ ἐστιν ἀφέλεια, καὶ ἱστορίας δὲ στρυφνότης. καὶ οὕτω διαδείκνυσιν οἷον αὐτῇ τὸ πένθος. φησὶ γάρ· ὡς δ' ὅτε Πανδαρέου κούρη χλωρηῒς ἀηδὼν καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνὴν, παῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ κτεῖνε δι' ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος· ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, καὶ ἑξῆς, ὡς μετ' ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα παραβολὴ οὐ τοσοῦτον διὰ τὸ πένθος παρείληπται, ὅσον διὰ τὸ τρέπεσθαι τὴν γυναῖκα εἰς πολλοὺς λογισμοὺς, καθὰ καὶ ἡ ἀηδὼν θαμὰ τρωπῶσα χέει φωνήν. διὸ καὶ ἡ ἀπόδοσις τῆς παραβολῆς δίχα φησὶν αὐτῇ ὀρώρεσθαι ἤγουν ὀρίνεσθαι τὴν ψυχὴν ἔνθα καὶ ἔνθα. Τὸν δὲ περὶ τῆς ἀηδόνος μῦθον διαφόρως ἤτοι ἀνομοίως τοῖς νεωτέροις μεταχειρίζεται ὁ ποιητής. οὔτε γὰρ Πανδίονος ὁμοίως αὐτοῖς μέμνηται, εἰ μὴ ἄρα διώνυμος ἐκεῖνος ἦν Πανδάρεός τε καὶ Πανδίων καλούμενος, οὔτε Πρόκνης, οὔτε Τειρέως. καὶ τὸν παρὰ τοῖς νεωτέροις δὲ Ἴτυν Ἴτυλον αὐτὸς λέγει. καὶ ἡ μὲν κατὰ τὸν ποιητὴν ἱστορία τε καὶ μυθολογία μετὰ μικρὸν εἰρήσεται, καὶ μὴν καὶ τὰ τῶν νεωτέρων. εὕρηται δὲ γραφὴ παλαιὰ καὶ τὸν παρὰ τῷ ποιητῇ Ζῆθον Ζήτην γράφουσα, οἷον, κοῦρον Ζήταο ἄνακτος, καὶ τὸν Ἴτυλον βουλομένη Ἀήτυλον εἶναι, κατὰ ἀφαίρεσιν δὲ τοῦ ἄλφα Ἤτυλον διὰ τοῦ ἦτα, ὡς οἱονεὶ ἐξ ἀήτου γένος ἕλκοντα, ὅθεν καὶ ὁ πατὴρ Ζήτης, Βορέου γὰρ ἐκεῖνος υἱός. οἱ δὲ ταῦτα γράψαντες καὶ τρίτην τινὰ πρὸς τὰ τοιαῦτα ἐρεσχελίαν γράφουσιν. ἀλλ' αὐτὴν μὲν ἐατέον· ἃ δὲ κοινῶς οἱ μεθ' Ὅμηρον περὶ ἀηδόνος γράφουσι, τοιαῦτα ἐστί. Πανδίονος Ἀττικοῦ τυράννου γίνεται Πρόκνη καὶ Φιλομήλα. τούτων ἡ Φιλομήλα γαμεῖται Τηρεῖ τῷ Θρᾳκὶ, καὶ γίνεται τῷ μετοικισμῷ ἐξ Ἀττικῆς γυναικὸς Θρᾳκική. μέλλοντα δέ ποτε Ἀθήναζε τὸν Τηρέα ἥκειν, ἱκέτευεν ἡ γυνὴ τὴν ἀδελφὴν Πρόκνην ἐν τῷ ἐπανήκειν συνενέγκασθαι. ὁ δὲ ποιεῖ μὲν τοῦτο, περὶ δὲ τὴν ὁδὸν βιάζεται τὴν κόρην, καὶ φθείρας γλωσσοτομεῖ, ὡς ἂν μὴ ἔχοι τῇ ἀδελφῇ ἐκλαλῆσαι τὸ πάθος. ἀλλ' ἡ Πρόκνη ἐν ἱστῷ ἐξυφαίνει τὴν βίαν, καὶ ἐπεὶ μὴ εἶχε τῇ γλώττῃ, ἐκφαίνει τῇ χειρί. καὶ ἡ Φιλομήλα τὴν τῆς ἀδελφῆς γλῶτταν ἀντισταθμᾶται τοῦ παιδὸς, καὶ ἀνελοῦσα τὸν υἱὸν Ἴτυν παραβάλλει τῷ ἀνδρὶ φαγεῖν. ὁ δὲ παθὼν τὴν βρῶσιν ἀλλ' ὕστερον γνωρίζει τὸν παῖδα λειψάνοις μικροῖς τεκμηράμενος, καὶ διώκει τὰς ἀδελφὰς, τῷ παιδὶ συγκαταθύσων αὐτάς. αἱ δὲ φεύγουσι, καὶ τοὺς κρείττονας αἰτησάμεναι πτερύσσονται εἰς χελιδόνα μὲν ἡ Φιλομήλα, Πρόκνη δὲ εἰς ἀηδόνα. διὸ τραχύφωνος μέν ἐστιν ἡ χελιδὼν καὶ ἀηδὴς τὸ μέλος οἷα κολουσθεῖσα τῆς γλώττης, καὶ συχνὰ τὸν Τηρέα ὑποτραυλίζουσα κατὰ στόμα προφέρει, ἀηδὼν δὲ τὸν Ἴτυν τοῦ μέλους προβάλλεται. Τηρεὺς δὲ εἰς ἔποπα μορφωθεὶς ποῦ ἄρα εἰσὶν ἀναφωνεῖ συχνά. καὶ οὕτω μὲν οἱ τοιοῦτοι φασί. τοῖς δὲ περὶ τὸν ποιητὴν ἑτεροῖα δοκεῖ. Πανδαρέου, ᾧ πατὴρ Μέροψ ὁ Μιλήσιος, κούρας οἴδασι Μερόπην, Κλεοθήραν καὶ Ἀηδόνα. τούτων ἡ πρεσβυτάτη Ἀηδὼν Ζήθῳ τῷ Ἀμφίονος ἀδελφῷ, φασὶ, γαμηθεῖσα ἔσχεν υἱὸν ἕνα τὸν Ἴτυλον. φθονοῦσα δὲ τῇ τοῦ Δάερος Ἀμφίονος πολυτεκνίᾳ, συχνοὶ γὰρ αὐτῷ ἐγίνοντο παῖδες ἐκ Νιόβης τῆς Ταντάλου ἢ Ἱππομεδούσης, ἐπεὶ ἑώρα τὸν υἱὸν Ἴτυλον συναθύροντα ἐκείνοις καί ποτε καὶ συνανακλινόμενον παραγγέλλει κατὰ καιρὸν τῷ παιδὶ ἰδίᾳ κοιτασθῆναι, ἢ κατά τινας τὴν ἐνδοτέρω κοίτην ἑλέσθαι, ὡς ἂν ἀωρὶ νυκτὸς αὐτὴ ἐπελθοῦσα τὸν πρῶτον ἀποσφάξῃ τῶν Ἀμφίονος παίδων. ὁ δὲ ἦν ὁ Ἀμαλεύς. τοῦ δὲ Ἰτύλου ἐκλαθομένου ἢ ἄλλως μὴ ὑπακούσαντος, ἐπεισφρήσασα νυκτὸς ἡ Ἀηδὼν ἀποσφάττει τὸν παῖδα Ἴτυλον, εἰς τὸν Ἀμαλέα δοκοῦσα βάπτειν τὸ ξίφος. ὡς δὲ τὸ τοῦ φθόνου κακὸν οὕτω κατέσκηψεν εἰς τὸν Ἴτυλον, κάτοχος ἡ μήτηρ γενομένη τῷ πένθει αἰτεῖ θεοὺς ἐξ ἀνθρώπων γενέσθαι, καὶ ἀλλαγεῖσα εἰς ἀηδόνα τὴν φαινομένην τὸ τοῦ Ἰτύλου πένθος ὅμως οὐ μετήλλαξεν, ἀλλ' ἐπὶ τὸ στόμα ἔχει αὐτὸν ᾄδουσα. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἄλλοι δὲ τὴν ἄνθρωπον Ἀηδόνα οὐκ ἀγνοοῦσαν φασὶ τὸν Ἴτυλον ἀνελεῖν, ἀλλὰ ἑκοῦσαν. κτείνασα γάρ, φασι, τὸν τοῦ Ἀμφίονος Ἀμαλέα, εἶτα δὴφόβῳ τῆς ἐκείνου γυναικὸς καὶ τὸν ἴδιον Ἴτυλον ἐπέσφαξε, φθάνουσα τὴν ἐλπιζομένην ἐκ τῆς δυσμενοῦς κόλασιν. καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἀηδόνα. ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἡ Πηνελόπη λέγει, ὡς τὰς λοιπὰς δύο Πανδαρέου κούρας ὀρφανὰς τοκέων λειφθείσας ἐκόμισεν Ἀφροδίτη. ὡραίας δὲ γάμου γενομένας ἀνηρείψαντο Ἅρπυιαι καὶ παρεδόθησαν Ἐριννύσιν ἀμφιπολεύειν. ἴσως γὰρ περικαλεῖς μὲν οὖσαι, δι' ὀρφανίαν δὲ δυσπραγοῦσαι καὶ εἰς ὑποδύσκολον καὶ ὡς οἷον εἰπεῖν ἐριννυῶδες ἦθος μεταβληθεῖσαι τῇ λύπῃ ᾤχοντο ἀνώνυμοι, καὶ διατοῦτο καὶ ἀνέμοις ἐπαχθῆναι καὶ Ἐριννύσι παραδοθῆναι μυθεύονται. ἡ δ' αὐτὴ ἐκεῖσε Πηνελόπη ὡς ἤδη ἐνταῦθα τῇ ἀηδόνι ὁμοία εὔξεται καὶ ταῖς λοιπαῖς τοῦ Πανδαρέου θυγατράσιν ὁμοιωθῆναι κατά γε τὸ ἁρπαγῆναι θυέλλαις προφερούσαις εἰς ἠερόεντα κέλευθα. περὶ δὲ τοῦ ῥηθέντος Πανδαρέου φέρεται λόγος, ὅτι κύνα κλέψας χρυσοῦν ἐν Κρήτῃ Ἡφαίστου ἔργον ἔμψυχον ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ· Διὸς δὲ ἀπαιτοῦντος τὸ κλέμμα δι' Ἑρμοῦ ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. καὶ Ζεὺς μὲν τὸν κύνα Ἑρμοῦ ὑφελομένου ἀπολαβὼν κατέστρεψε τῷ Ταντάλῳ ὄρος τὸ Σίπυλον. ὁ δὲ Πανδάρης ἢ Πανδάρεος φυγὼν εἰς Ἀθήνας ἐκεῖσε εἰς Σικελίαν διέβη. ἔνθα διεφθάρη, φασὶ, μετὰ τῆς γυναικὸς Ἁρμοθόης. Τὸ δὲ Πανδαρέου ὅμοιον τῷ Τυνδαρέου, ὃ κεῖται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ Πηνελέου. κούρη δὲ Πανδαρέου τὸ πτηνὸν ἡ ἀηδὼν κατά τινα τρόπον μετωνυμίας ἢ μεταλήψεως. οὐ γὰρ ἡ ὄρνις Πανδαρέου θυγάτηρ. δι' ἐκείνην δὲ ὅμως τήν ποτε ζῶσαν καὶ θυγατέρα, λέγεται οὕτω καὶ τὸ ᾠδικὸν πτηνὸν εἰς ὃ μυθικῶς ἐκείνη μετέπεσε. πολὺς δὲ ὁ τοιοῦτος τρόπος μάλιστα παρὰ Πινδάρῳ, ληφθεὶς, ὡς εἰκὸς, ἐκ τοῦ ποιητοῦ· ἐκεῖνος γὰρ τόπους πολλοὺς ἐξ ἡρωΐδων κληθέντας ἱστορῶν λαλεῖ περὶ τῶν τόπων, ὡς εἴ γε προσώπων ἐμέμνητο. Χλωρηῒς δὲ ἀηδὼν ἢ ὡς ἐν χλωροῖς, φασὶ, διατρίβουσα, ἢ ὡς ἅμα τοῖς χλωροῖς φαινομένη· ἔαρος γὰρ φαίνεται, ἢ διὰ τὸ χρῶμα. διό, φασι, καὶ παρὰ Σιμωνίδῃ χλωραύχενες αἱ ἀηδόνες λέγονται. (ῃερς. 519.) Ἐν δὲ τῷ, ἔαρος νέον ἱσταμένοιο, δηλοῖ τότε μάλιστα ᾠδικὸν εἶναι τοὐρνίθιον, εἴποι ἂν ὁ κωμικός. παρακμάζοντος γὰρ ἔαρος, ἀνίεται καὶ τὸ μέλος. (ῃερς. 520.) Τὸ δὲ, ἐν πετάλοισιν, ἢ τὴν κουφότητα τοῦ ζωϋφίου δηλοῖ, ὡς οἵου τε ὄντος καὶ φύλλοις ἐνιζάνειν, ἢ καὶ τὸ κλαδίον ἐστὶ τοῖς φύλλοις συνεπινοεῖν, ἵνα ἐκ μέρους νοεῖτο τὸ πᾶν. τοιοῦτον δέ τι καὶ ἐν Ἰλιάδι τὸ, πετάλοις ὑποπεπτηῶτες. Τὸ δὲ πυκινοῖσιν ἢ ἁπλῶς οὕτω κεῖται, ἢ κατὰ ἰδιότητα ζῴου χαίροντος φύλλων δασύτητι διὰ τὸ δυσεπιβούλευτον. (ῃερς. 521.) Τὸ δὲ, θαμὰ τρωπῶσα καὶ ἡ πολυηχὴς φωνὴ, τὸ πόριμον ἐν φωναῖς τῆς ἀηδόνος δηλοῖ. ἐντεῦθεν δὲ λαβὼν Εὐριπίδης ἔφη τὸ, πάσας φθογγὰς ἱεῖσα ὥς τ' ἀηδόνος στόμα. Τοῦ δὲ τρωπῶ τὸ παθητικὸν ἤγουν τὸ τρωπᾶσθαι κεῖται ἐν τοῖς ἐφεξῆς ἐπὶ φυγῆς κατὰ πόλεμον. ἐκτείνεται δὲ ἡ τῆς τοιαύτης λέξεως ἄρχουσα κατὰ τὸ στρωφῶ καὶ νωμῶ καὶ τρωχῶ, περὶ ὧν ἱκανῶς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ, χέει φωνὴν, ὅμοιόν ἐστι τῷ, ῥέει αὐδὴν, ὅ περ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 524.) Τὸ δὲ, τὴν Πηνελόπην ἐπὶ ἀνδρὸς πενθοῦσαν παραλαβεῖν εἰς παραβολὴν τὴν ἐπὶ τέκνῳ θρηνοῦσαν, εἰ καὶ ἄλλως ἀνομοίως ἔχει κατὰ τὸ πενθούμενον πρόσωπον, ἀλλ' εἰς ποιότητα θρήνου οἰκείως ἔχει. οὐδὲν γὰρ ἧττον φιλάνδρου γυναικὸς πενθούσης ἐπὶ θανάτῳ ἀνδρὸς θρηνεῖ μήτηρ φιλόπαις μηκέτ' ὄντος τοῦ παιδός. (ῃερς. 522.) Τὸ δὲ, χαλκῷ κτεῖνε, διαστέλλει τῶν ἄλλως κτεινομένων, λιμῷ τυχὸν ἢ ἀγχόνῃ ἢ ἑτέρως ὁπωσοῦν. Τὸ δὲ, δι' ἀφραδίας ἤτοι κακοφραδμοσύνας, ψόγον δηλοῖ γυναικὸς τοιούτῳ φθόνῳ ἐπιβαλούσης ὅπως ἂν καὶ ἐπέβαλε. καὶ ἔστι τοῦτο ἡ πρὸς ἦθος ὠφέλεια τῆς τοιαύτης παραβολῆς. ὅτι δὲ πλεῖον αὕτη ἔχει τοῦ παθητικοῦ τὸ γλυκὺ διά τε τὸ ἔαρ καὶ τὴν τῆς ἀηδόνος μνείαν, δῆλον ἐστί. καὶ ὅτι πρὸς δύο κεφάλαια ταύτῃ χρᾶται ἡ Πηνελόπη. ἔστι γὰρ τὸ πᾶν τῆς παραβολῆς τοιοῦτον· ὥς περ ἡ ἀηδὼν ἐπὶ οἰχομένῳ παιδὶ πενθεῖ πυκνὰ, οὕτως ἐγὼ ἐπὶ ὀλωλότι ἀνδρί· καὶ ὥς περ ἐκείνη θαμὰ τρέπει τὴν φωνὴν, οὕτως ἐμοὶ πυκνὰ λογίζεται ὁ θυμός. Ὅτι ψέξει μέν ποτε καὶ τὸν φίλον ὁ φιλῶν, οὐ δίχα δὲ τοῦ καὶ οὕτω φιλεῖν· οὔτε γὰρ πάνυ τραχυνεῖται κατ' ἐκείνου καὶ ὑπερλαλήσει δὲ ὡς εἰκός. (ῃερς. 524.) Πηνελόπη τοίνυν ἐνταῦθα εἰποῦσα, ὡς ὀρίνεταί μοι ὁ θυμὸς ἔνθα καὶ ἔνθα, κατὰ τὴν ἀπόδοσιν τῆς παραβολῆς καὶ ἡρμηνευκυῖα τὸ ἔνθα καὶ ἔνθα διὰ τοῦ, ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω· ποῖα δὴ πάντα, κτῆσιν ἐμὴν δμωάς τε καὶ μέγα δῶμα, αἰδοῦν τε χάριν τῆς εἰς τὸν ἄνδρα καὶ διὰ τὴν τοῦ δήμου φῆμιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἢ ἤδη ἅμα ἕπωμαι Ἀχαιῶν, ὅς τις ἄριστος μνᾶται δοὺς ἀπερείσια ἕδνα. (ῃερς. 530.) οὕτω τοίνυν εἰποῦσα ἐπιφέρει· παῖς δ' ἐμὸς, ἕως μὲν ἦν ἔτι νήπιος ἠδὲ χαλίφρων, γήμασθαί με οὐκ εἴα. νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, (ῃερς. 533.) καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν ἐκ μεγάροιο, τουτέστιν ἀνάπαλιν ἐλθεῖν, ὅ ἐστιν ἔξω τοῦ μεγάρου, ὅθεν ἦλθον. (ῃερς. 534.) ἐπεὶ δὲ τοῦτο διαβολὴ τοῦ φιλτάτου παιδὸς ἦν, εὐθὺς ὑπεραπολογεῖται αὐτοῦ ὡς εὔλογα ποιοῦντος. φησὶ γάρ· κτήσιος ἀσχαλόων τήν οἱ κατέδουσιν Ἀχαιοὶ, οἱ ἐμοὶ δηλαδὴ μνηστῆρες. (ῃερς. 528.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅς τις ἄριστος, καὶ τὸ, ἀπερείσια δοὺς ἕδνα· ὡς τοιούτου ἀξίου ὄντος τὴν Πηνελόπην ἔχειν. (ῃερς. 533.) Ἐν δὲ τῷ, καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν, περιττεύει ὁ καˉι σύνδεσμος Ἀττικῶς. Σημείωσαι δὲ ὅτι τε οὐχ' ἁπλῶς ἐμέμφετο τὰ εἰς ἑαυτὸν διὰ τὴν μητέρα ὁ Τηλέμαχος, ἀλλὰ καὶ ἀρᾶται ἀπελθεῖν αὐτὴν ἐκ τοῦ οἴκου· καὶ ὅτι καὶ πρὸ τούτων, ὅτε ἡ μήτηρ ἐμέμφετο αὐτὸν ὡς παῖς μὲν ὢν μᾶλλον ἐν φρεσὶ κέρδεα ἐνώμα, μέγας δὲ ὢν καὶ ἡβῶν οὐκέτι φρένας ἐναισίμους ἔχει, οὐ δι' ἕτερά τινα τὸν υἱὸν ἐμέμφετο, ἀλλὰ μάλισθ' ὅτι ταύτην ὠθῶν ἦν γήμασθαι. Εὐλαβοῦς δὲ ἤθους τὸ εὐκτικῶς ἀρᾶσθαι, οὐ μὴν ἐγκελεύεσθαι δριμέως τῇ μητρὶ ἀπελθεῖν, ἔτι γε μὴν καὶ ὡς ἐπὶ μεγάλῳ κακῷ ἡ εὐχὴ γίνεται τῷ παιδί. (ῃερς. 535.) Ὅτι θαμὰ τρωπῶν καὶ ὁ ποιητὴς πολυηχέα φωνὴν ἀηδόνος τρόπον, ἐπινοεῖταί τι ἐν τούτοις καὶ περὶ ὀνείρων φράσαι. καὶ προϊὼν μὲν ἄλλα τινὰ ἐρεῖ· νῦν δὲ πλάττει τὴν Πηνελόπην προβαλλομένην τῷ ξείνῳ Ὀδυσσεῖ ὀνείρου θέας καὶ ἐθέλουσαν λυθῆναι αὐτὸν, καὶ φησίν· ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ὃ δὴ πρωθύστερόν ἐστι· πρῶτον γάρ τις ὑπακούσας εἶτα ὑποκρίνεται· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, καὶ τέ σφιν ἰαίνομαι εἰσορόωσα. ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν. οἱ δ' ἐκέχυντο ἀθρόοι ἐν μεγάροις. ὁ δ' ἐς αἰθέρα ἢ ἠέρα δῖαν ἀέρθη. (ῃερς. 541.) αὐτὰρ ἐγὼ κλαῖον ὡς τοῦ ἰαίνοντος πράγματος ὀλωλότος καὶ ἐκώκυον ἔν περ ὀνείρῳ. ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαὶ οἰκτρὰ ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ἂψ δ' ἐλθὼν κατ' ἂρ ἕζετο ἐπὶ προύχοντι μελάθρῳ, φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· θάρσει, οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλὸν, ὅ τοι τετελεσμένον ἔσται. χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. (ῃερς. 551.) ὣς ἔφατο. αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροις ἐνόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ᾗχι πάρος περ. (ῃερς. 555.) ταῦτα τῆς γυναικὸς προβαλλομένης, ὦ γύναι, φησὶν Ὀδυσσεὺς, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ἄλλῃ ἀποκλίναντα, ἐπεὶ αὐτὸς Ὀδυσσεὺς πέφραδεν, ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος πᾶσι μάλα. (ῃερς.

Intertext edge

Open linked passage

Note