Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.1.1
) τὸ μέντοι, ἀνεπετάσθησαν, ὃ δηλοῖ τὸ μέγεθος τῶν θυρῶν, ἐξ ὁμοιότητος ἐλήφθη διαπεταννυμένων πτερύγων, ἀετοῦ τυχὸν ἢ τοιοῦδε τινὸς μεγάλου ὄρνιθος. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ἰλιάδι περί που τὴν τοῦ ˉω μεγάλου ῥαψῳδίαν παραβολικῶς. ὡς γὰρ τὸ μύκον ἐπὶ θυρῶν μὴ παρασημηνάμενος ἐν Ἰλιάδι ἀπὸ ταύρου λαβεῖν ἐνέφηνεν αὐτὸ ἐνταῦθα διὰ τοῦ, ἀνέβραχεν ἠΰτε ταῦρος, οὕτως ἐνταῦθα θύρας διαπετασθῆναι ἁπλῶς οὕτως εἰπὼν ἑρμηνεύει τὴν λέξιν ἐκεῖ διὰ παραβολῆς τῆς ἀπὸ ἀετοῦ. ἐν τούτοις δὲ μνηστέον τοῦ, κλαυσιᾷ τὸ θυρίον, ὃ κεῖται παρὰ τῷ κωμικῷ, καὶ λογιστέον, ὅσον τὸ διάφορον τούτου πρὸς τὸ Ὁμηρικόν. ἐκεῖνος μὲν γὰρ παίζων πρὸς ἦχον θυρίδος λεῖον καὶ ἄῤῥοιζον οὕτως ἔφρασεν, ἰσχνάνας τὴν προφορὰν τοῦ νοήματος διά τε τοῦ ἀφώνου κάππα καὶ τοῦ ὑγροτάτου λάμβδα. ἐπεὶ καὶ δοκοῦσι τὰ τοιαῦτα θύρια ἐθέλειν κλαίειν ὡσεὶ νεογιλὰ σκυλάκια. Ὅμηρος δὲ σεμνῶς ἅμα καὶ προσφυῶς μεγάλης θύρας εὖ ἀραρυίας τρισμὸν τραχὺν τῇ φράσει μιμούμενον οὔτε ἄφωνόν τι παρείληφε κατὰ τὰ ψιλὰ, οὐδὲ ἀμετάβολον ἰσχνόφωνον, ἀλλ' εὐγενῶς ἐπελέξατο τὸ ἀνέβραχε, τραχυφωνήσας μὲν διὰ τοῦ ˉρ περιφανῶς, ὑποσεμνύνας δὲ τὸ τραχύφωνον καὶ τῇ τοῦ ˉβ συνεκφωνήσει ὡς οἷον βομβοῦντος, ἔτι δὲ καὶ τῇ τοῦ δασέος ˉχ, ἃ δὴ τρία σύμφωνα καὶ τὸ βρυχᾶσθαι ἀποτελοῦσιν. (ῃερς. 47.) Ἰστέον δὲ ὅτι τὸ ἀνακόπτειν παρὰ τοῖς ὕστερον καὶ ἀντὶ τοῦ ἀνασειράζειν ἐπὶ ἵππων λέγεται, ὅμοιόν τι ὂν τῷ ἀναχαιτίζειν. ἐκεῖθεν δὲ τροπῆς γενομένης καὶ ὕδωρ ἀνακόπτεσθαι λέγεται. καὶ ἀταξίαν δέ τις ἀνακόπτει ὡς οἷα τινὸς ἵππου δυσηνίου ὁρμήν. Περὶ δὲ ὀχήων ἤτοι ὀχέων καὶ μοχλῶν ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ, τάδ' ἀνέβραχε, μετεσχημάτισται ἀπὸ τοῦ θηλυκοῦ γένους τῶν θυρῶν, ὡς πρὸς τὰ ἐπαγόμενα καλὰ θύρετρα. (ῃερς. 49.) Τὸ δὲ, βοσκόμενος λειμῶνι, παρατετηρημένως ἔφη, ὡς τοῦ ταύρου τότε ὑπὸ τρυφῆς ἀναβράχοντος μάλιστα. (ῃερς. 50.) Τὸ δὲ πληγέντα κληΐδι, ὅμοιον ὡς εἰ καὶ ἀνακοπέντα εἶπε κατὰ τὸ ἀνέκοπτεν ὀχῆας. ἐπεὶ καὶ ταυτόν ἐστι κόπτειν καὶ πλήττειν. ἐκ δὲ τῶν ἀνωτέρω ῥηθέντων, ἤγουν τῆς κληῗδος, τῶν βαλάνων, τοῦ ἀνακόπτειν, τοῦ ἀνακρούειν, καὶ τῶν τοιούτων, λαβών τιςπαλαιὸς ἐρωτικὴν προσφώνησιν ἐν ἐποποιΐᾳ ἐλάλησε πρὸς γυναῖκα, κομψῶς φράσας· ἣν ὁ βουλόμενος ἀναλεξάσθω εὑρών. (ῃερς.

Intertext edge

Open linked passage

Note