Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
514.1.1
) Τὸ δὲ μία δ' οἴη φωτὶ ἑκάστῳ βίον δηλοῖ ἀγροτικὸν ἀπέριττον. διὸ οὐδ' ἠρκέσθη μία εἰπεῖν, ἀλλὰ προσέθετο καὶ τὸ οἴη, ὃ δὴ πολλαχοῦ ταυτὸν δύναται τῷ μία. καὶ οὕτω μὲν ἀγροτικὸν τὸ μονόχλαινον καὶ ὁ εἷς χιτὼν, ἀστικὸν δὲ τὸ ἀνάπαλιν. (ῃερς. 515.) Τηλέμαχος οὖν χλαῖνάν τε καὶ λοιπὰ εἵματα δοὺς τῷ ξένῳ κατὰ τὸν Εὐμαίου λόγον πέμψει ὅπῃ ἐθέλει. Δῆλον δὲ ὅτι φιλοξένου ἀνδρὸς ἔνδειξις τὸ, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δ' ὅπῃ σε κραδίη θυμός τε κελεύει. (ῃερς. 518.) Ὅτι κηδόμενος ὁ καλὸς Εὔμαιος τοῦ πλανήτου δεσπότου τίθει ἄρα οἱ πυρὸς ἐγγὺς εὐνὴν διὰ τὸ ῥιγοῦν, ἐν δ' οἰῶν τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν. ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ πυκνὴν καὶ μεγάλην, (ῃερς. 521.) ἥ οἱ παρεκέσκετο ἤτοι παρέκειτο ἢ παρεχέσκετο ἤγουν παρείχετο ἀμοιβὰς, τουτέστι πρὸς ἀμοιβήν. (ῃερς.

Intertext edge

Open linked passage

Note