Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
518.1.1
) ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσέως γέρας ἕξειν. (ῃερς. 523.) εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσφι καλέσας ἐνέφυ τε τῇ χειρὶ καὶ εἶπε· Τηλέμαχε, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις· ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα, τουτέστι σημαντικὸν καὶ μαντευτικόν. (ῃερς. 533.) καὶ ἑρμηνεύων στενῶς καὶ οὐδὲ πάνυ σαφῶς τὸν τοιοῦτον οἰωνὸν διὰ τοὺς περιεστῶτας, ἵνα μὴ ἔκπυστα γένηται τὰ σιγῆς ἄξια, φησίν· ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, εἰ καὶ ὁ Εὐρύμαχος ἐθέλει τὸ τοῦ Ὀδυσσέως γέρας ἕξειν, ἤτοι τὴν βασιλείαν, (ῃερς. 534.) ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, τουτέστι δεσπόται, ἐγκρατεῖς, ὡς καὶ Ἀρχίλοχος· Ἀσίης καρτερὸς μηλοτρόφου, ὅ ἐστιν ἄρχων. (ῃερς. 526.) ἄλλως μέντοι πλατύτερον ὅμοιός ἐστιν ὁ νῦν οἰωνὸς τῷ πρὸ ὀλίγου ἐπὶ ἀετοῦ καὶ χηνὸς, πλὴν ὅσον ἐκεῖ μὲν ἄμφω τὰ ζῷα μεγάλα, ἐνταῦθα δὲ οὐ τοιαῦτα, καὶ ἐκεῖ μὲν ὡς φάγων τῶν μνηστήρων σύμβολον ἦν ἡ ἀδηφάγος χὴν, ἐνταῦθα δὲ ἡ τρήρων πέλεια τὴν ἐκείνων, ὡς προγέγραπται, δειλίαν συμβολοσκοπεῖ καὶ ἀγγέλλει κατὰ τὸν ποιητὴν ὡς ἄγγελος οἰωνὸς κακὸν ἦμαρ τελευτήσειν τοῖς μνηστῆρσι πρὸ γάμου, καθὰ καὶ τῇ πελείᾳ νῦν αὐτίκα ὄλεθρος ἐπῆλθεν ἅμα τῇ φήμῃ τοῦ Τηλεμάχου, ὃς σὺν καὶ τῷ πατρὶ τῦπον ἀετοῦ τε ἔχει καὶ κίρκου, περὶ οὗ καὶ αὐτοῦ προδεδήλωται. (ῃερς. 517.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ὅτι τε ὑπερώϊον ἐνταῦθα πεντασυλλάβως ἔφη ὁ ποιητὴς, ἐξ οὗ τὸ ὑπερωϊόθεν ἐπίῤῥημα. (ῃερς. 521.) καὶ ὅτι καὶ αὐτὸς ὁ Τηλέμαχος κρίνει τὸν Εὐρύμαχον ὑπερτερεῖν τῶν ἄλλων μνηστήρων, φιλαλήθως αὐτὸν ἐπαινῶν. (ῃερς. 525.) καὶ ὅτι τὸ μὲν ὄρνις γένος, ὡς καὶ ἀλλαχοῦ ὁ ἀετὸς, εἰδικὸν δέ τι, μᾶλλον δὲ εἴδους ἄτομον, ὁ κίρκος, ὡς ἐκεῖ ὁ χήν. (ῃερς. 532.) ὁ δ' ἐνταῦθα οἰωνὸς ἐπὶ συμβόλου καὶ σημείου μαντικοῦ τίθεται, ὅθεν καὶ οἰωνίζεσθαι τὸ μαντεύεσθαι. δῆλον δ' ὅτι τοιοῦτόν τι πολλάκις καὶ ὁ ὄρνις δηλοῖ, ὡς καὶ ἐν τῷ, δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ, καὶ ἐν ἄλλοις δὲ πολλοῖς. (ῃερς. 531.) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τὸ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο ὄρνις, ὁριστικόν ἐστι τοῦ οἰωνοῦ. ἔστι γὰρ μαντικὸς οἰωνὸς ὄρνις οὔ τοι ἄνευ θεοῦ πετόμενος. (ῃερς. 526.) ταχὺν δὲ τὸν κίρκον εἶναι καὶ Ἀπόλλωνος ἱερὸν, τεθρύλληται, καθὰ καὶ ὅτι τῷ Διῒ ἀνιέρωται ὁ ἀετός. (ῃερς. 532.) Τὸ δὲ ἔγνων οἰωνὸν ἐόντα ταυτόν ἐστι τῷ, ἔγνων ὡς οἰωνίζεταί σοι. (ῃερς. 533.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἐν τούτοις, γένους βασιλεύτερον, γένευς εἶπε ποιητικώτερον διὰ πλείω φωνῆς ὄγκον. Τὸ δὲ βασιλεύτερον συγκριτικῶς λεχθὲν δηλοῖ ὡς καὶ ἄλλοι μέν εἰσι βασιλεῖς ἐν Ἰθάκῃ καθά που καὶ ὁ Τηλέμαχος εἶπεν, ὅμως δὲ πάντων βασιλεύτερον τὸ γένος τοῦ Ὀδυσσέως. (ῃερς. 534.) Τὸ δὲ ἐν δήμῳ Ἰθάκης, πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ οὐδαμοῦγῆς οὐκ ἔστι βασιλεύτερον γένος ἄλλο, ἀλλ' ἐν Ἰθάκῃ. Τὸ δὲ ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, οὐκ ἀναγκαίως μὲν κεῖται, ποιεῖ δ' ὅμως πλείω σαφήνειαν, ἵνα τὸ μὲν οὐκ ἔστιν ἄλλο γένος βασιλεύτερον εἴη ἄρσις, θέσις δὲ τὸ, ἀλλ' ὑμεῖς. ἀστεία δὲ ἡ λύσις τοῦ οἰωνοῦ πρὸς τὴν τοῦ Τηλεμάχου πρότασιν. ἐκεῖνος μὲν γὰρ θεῷ εἶπε γνωστὸν εἶναι εἰ τὸ τοῦ Ὀδυσσέως γέρας ἕξει Εὐρύμαχος, Θεοκλύμενος δὲ ἀποφαίνεται τὸ τοῦ Ὀδυσσέως βασιλεῦσαι γένος. ἐνταῦθα δὲ ἔστιν εἰπεῖν καὶ ὅτι Θεοκλύμενος καλὸν ἐπίβαθρον, τουτέστι ναῦλον, ἀποδίδωσι τῷ Τηλεμάχῳ τὴν περὶ τοῦ μέλλοντος ἀγαθὴν εἴδησιν. (ῃερς. 536.) Ὅτι ὁ ἐπὶ ἀγαθῇ ἀγγελίᾳ ὑπισχνούμενός τι ἀγαθὸν καλῶς ἂν εἴπῃ τὸ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἔστι δὲ τὸ θέμα τοῦ συναντόμενος ἄντω ἄντομαι. (ῃερς.

Intertext edge

Open linked passage

Note