Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
522.1.1
) ὃ ἑρμηνεύων ἐπάγει· ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. εἰκὸς γὰρ τὸν ὄρχαμον ἀνδρῶν Εὔμαιον καὶ ἀμοιβάδα χλαῖναν ἔχειν, οὐχ' ὥστε δύο χλαίνας φορεῖν, ἀλλ' ἵνα χειμῶνος ἐπιγενομένου ἀμείβων ὡς καὶ πυκνοτέραν καὶ μεγάλην χροῖτο αὐτῇ, πυκνῇ μὲν οὔσῃ διὰ τὸ ψύχος, μεγάλῃ δὲ, ἵνα σκέπῃ τὸν ὅλον Εὔμαιον. διὸ ἡ μετ' ὀλίγα φορουμένη χλαῖνα ἔξω ἐν αἰθρίᾳ μάλα μὲν πυκνὴ, οὐ μεγάλη δέ. (ῃερς. 523.) Ἐνταῦθα δὲ ὅρα καὶ ὡς εἰπὼν ἔνθ' Ὀδυσσεὺς κατέλεκτο ἐπάγει· ὣς ὁ μὲν
522.2.1
Ὀδυσσεὺς κοιμήσατο, ὡς ἢ ἄμφω ταυτὰ εἶναι ἢ τὸ μὲν κατέλεκτο ἐπὶ ἀνακλίσεως, τὸ δὲ ἕτερον ἐπὶ ὕπνου. (ῃερς. 526.) Ὅτι παιδεύων ὁ ποιητὴς τὸ πλεῖον τῆς κατὰ βίον σπουδῆς χρῆναι τῶν ὑπερεχόντων εἶναι πλάττει ἐνταῦθα τὸν ὄρχαμον Εὔμαιον ἐν τῷ τοὺς ἄλλους ἔσω κοιμᾶσθαι διὰ τὴν σκοτομήνιον καὶ κακὴν νύκτα ἔξω κοιμώμενον αὐτὸν ἔνοπλον πρὸς τοῖς βοσκήμασιν ἐπὶ φυλακῇ. ὃ καὶ βλέπων Ὀδυσσεὺς χαίρει. φησὶ γοῦν ὡς οἱ μὲν ἄλλοι ἄνδρες νεανίαι ἔσω παρὰ τὸν ξένον ἤγουν ἐγγὺς τοῦ ξένου κοιμήσαντο, οἷα δι' ἡμέρας καμόντες ἔξω, οὐδὲ συβώτῃ ἥνδανεν αὐτόθι κοῖτος ὑῶν ἄπο κοιμηθῆναι. ἀλλ' ὅ γ' ἂρ ἔξω ἰὼν ὡπλίζετο, χαῖρε δ' Ὀδυσσεὺς ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. εἶτα ἑρμηνεύων τὸ ὡπλίζετο φησί· πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς 2. 88 βάλετ' ὤμοις, ἀμφὶ δὲ χλαῖναν ἑέσσατο ἀλεξάνεμον, ὡς προεῤῥέθη, μάλα πυκνήν. ἂν δὲ νάκην ἕλετο, ἤγουν ἀνείλετο, δέρμα αἰγὸς ἐϋτρεφέος μεγάλοιο, ἕτερα ταῦτα ὅπλα κατὰ χειμῶνος. εἵλετο δ' ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. βῆ δ' ἴμεναι κείων ἤγουν κοιμηθησόμενος, ὅθι περ σύες ἀργιόδοντες πέτρῃ ὑπὸ γλαφυρῇ εὗδον Βορέω ὑπ' ἰωγῇ, τουτέστι σκέπῃ. ἔνθα ὁ Βορέας ἰὼν ἄγνυται καὶ οὐ δίεισιν ἐνδοτέρω. κεῖται δὲ ἡ λέξις καὶ ἐν τοῖς πρὸ τούτων. καὶ ἔχει ὁμοίαν αὐτῇ τὴν κυματωγὴν, ὡς προδεδήλωται. (ῃερς. 526.) Ὅρα δὲ τὸ ὡπλίζετο λεχθὲν μὲν καὶ νῦν συνήθως ἀντὶ τοῦ ἡτοιμάζετο. κατὰ συμβεβηκὸς δὲ εὑρεθὲν ἐνταῦθα καὶ ἐπὶ στρατιωτικῆς ὁπλίσεως· τοιοῦτον γὰρ τὸ περιθέσθαι ξίφος καὶ ὀξὺν ἄκοντα ἑλέσθαι. (ῃερς. 529.) Ἀλεξάνεμος δὲ, ἡ ὡς ἐῤῥέθη, ἀλέγουσα ἤτοι ἀποσοβοῦσα τὸ ἐξ ἀνέμων ψύχος, ἢ βοηθοῦσα κατὰ ἀνέμων. κεφαλαιωτέον δ' ἐνταῦθα χάριν ἀναμνήσεως, ὡς πρὸς ὁμοιότητα τοῦ ἀλεξάνεμος χιτὼν ἐῤῥέθη καὶ νειὸς ἀλεξιάρη ἡ παρὰ Ἡσιόδῳ, καὶ ἀλεξίκακος ὁ κατὰ μετάληψιν καὶ κηραμύντης παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ὁ ἐν ἐπιγράμματι ἀλεξιβέλεμνος χιτὼν, ὃς ἔστι θώραξ πολεμικός. τοιαύτης δὲ συνθετικῆς δυνάμεως καὶ τὸ ἀλεξιφάρμακον καὶ τὸ ἀλεξίλογον, οἷον, Φοίνικες δ' εὗρον γράμματα ἀλεξίλογα, φορτηγοὺς δ' ἀκάτους Κάρες ἁλὸς ταμίαι. εἶεν δ' ἂν ἀλεξίλογα γράμματα ἢ τὰ ἀλέγοντα ἤγουν βοηθοῦντα εἰς λόγον, ἢ δι' ὧν ἀποσοβεῖται τὸ πλείω λέγειν. (ῃερς. 530.) Ἡ δὲ νάκη καὶ νάκος λέγεται ὁμοίως τῷ, νάπη νάπος καὶ βλάβη βλάβος, ὡς τὸ, σὺ δ' ἐπιτήρει τὸ βλάβος, καὶ δίψα δίψος, καὶ νείκη νεῖκος ἡ φιλονεικία· ἐκ δὲ τοῦ νάκος καὶ νακοτίλλαι οἱ τίλλοντες τὰ κώδια, ὥς φασιν οἱ παλαιοὶ, προφέροντες καὶ χρῆσιν τοῦ νάκους τὸ, βοέην καὶ νάκος. λέγεται δέ, φασι, νάκη ὡς οἱονεὶ ἀνάκη, ἐφ' οἷς ἀνέκειντο ὑπνοῦντες. ὁ μέντοι Εὔμαιος ἄλλως, φασὶν, ἔχει τὴν νάκην ἤτοι τὸ αἴγειον δέρμα· ἐπὶ φορήματι γὰρ, ὡς καὶ εἴ τις ἀνάψοιτο λεοντῆν ἢ παρδαλέην ἢ λυκέην. διὸ καὶ εὐτρεφοῦς ἦν αἰγὸς, ὡς ἂν εἴη καὶ αὐτὴ ἀλεξάνεμος. Τὸ δὲ μεγάλοιο δείκνυσιν ὡς ἀρσενικῶς ἐῤῥέθη ὁ αἴξ. (ῃερς. 531.) Ὀξὺν δὲ ἄκοντα πρὸς σαφήνειαν λέγει, ἔτι δὲ καὶ πρὸς διαστολὴν τῆς ἄκων ἄκοντος μετοχῆς, ἥτις καὶ ἐκτείνει τὴν ἄρχουσαν ὡς συναιρεθεῖσα ἐκ τοῦ ἀέκων ἀέκοντος. ὁ μέντοι ἄκων τὸ ὅπλον συστέλλεται παρὰ τὴν ἀκὴν, ὃ δηλοῖ τὴν ὀξύτητα, δι' ἣν καὶ ὀξὺς λέγεται τρόπῳ ἐτυμολογικῷ. Κυνῶν δὲ ἀλκτῆρα οὐ τῶν οἰκείων λέγει. οὐ γὰρ ἂν ἀλάλκοι τοὺς ἑαυτοῦ, εἰ μὴ ἄρα μαίνοιντο κατὰ τοὺς τοῦ Ἀκταίωνος, ἀλλ' εἴ που, ἀλλοτρίοις ποτέ τις περιτύχοι τὸν τοιοῦτον κρατῶν ἄκοντα. (ῃερς. 533.) Γλαφυρὴ δὲ νῦν πλάττεται πέτρα εἰς ὑποδοχήν τινα τοῦ Εὐμαίου, ἵνα μὴ αἴθριος βρέχοιτο καὶ ψυχρῷ Βοῤῥᾷ καταπνέοιτο. εἰκὸς δὲ καὶ σπηλαιώδη τετυχηκέναι πέτραν ἐκεῖ ὑποδεχομένην καὶ σύας. Τὸ δὲ Βορέω ἐκ τοῦ Βορέας Βορέου Βορέεω συγκέκοπται, ὁμοίως τῷ Ἑρμείω, καὶ εὐμελίω Πριάμου, καὶ τοῖς τοιούτοις. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τηλέμαχον Ἀθηνᾶ ὄναρ ἐπιστᾶσα εἰς Ἰθάκην ἐπανελθεῖν προτρέπεται, ὃς δῶρα παρὰ Μενελάου λαβὼν πέμπεται, καὶ ἐμβαίνειν μέλλων εἰς τὴν ναῦν Θεοκλύμενόν τινα Ἀργεῖον μάντιν ἀναλαμβάνει ἐπὶ φόνῳ φεύγοντα. καὶ Εὔμαιος Ὀδυσσεῖ διηγεῖται, ὡς Φοίνικες αὐτὸν ληϊσάμενοι ἐκ Συρίας νήσου ἀπέδοντο Λαέρτῃ. καὶ ἡ Τηλεμάχου ναῦς κατάγεται εἰς Ἰθάκην, καὶ ταύτην εἰς ἄστυ ἀποπέμψας αὐτὸς πρὸς Εὔμαιον ἔρχεται. ΟΔΥΣΣΕΙΑΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ πλάττει τὴν Ἀθηνᾶν ὁ ποιητὴς ἀγχοῦ ἱσταμένην τῷ Τηλεμάχῳ καὶ τὰ ποιητέα ὑποτιθεμένην. ἅ πέρ εἰσι τό, τε εἰς Ἰθάκην ἐπανελθεῖν, διὸ καὶ Τηλεμάχου ἐπάνοδος αὕτη ἐπιγράφεται, καὶ τὸ τοὺς μνηστῆρας ἐλλοχῶντας φυλάξεσθαι, καὶ τὸ εἰς τὸν Εὔμαιον ἀπελθεῖν. ὃ μάλιστα τῇ Ὁμηρικῇ χρησιμεύσει πλάσει πρὸς τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμόν. φρονεῖ γὰρ, ὡς εἰκὸς, ὁ Τη 2. 89 λέμαχος ἐκ τῆς κατ' αὐτὸν Ἀθηνᾶς, καιρὸν εἶναι ἤδη τοῦ ἐπανελθεῖν αὐτὸν, μὴ καὶ γένηταί τι τῶν μὴ θελητῶν αὐτῷ. διὸ καὶ εἰς εὐρύχορον Λακεδαίμονα ἡ Ἀθηνᾶ πλάττεται ἥκειν νόστου ὑπομνήσουσα ὡς οἷον ἐκλαθόμενον καὶ ὀτρυνέουσα νέεσθαι, οὐχ' ὡς ἐν ὀνείρῳ, ἀλλ' ἐναργῶς. ὁ Νεστορίδης μὲν γὰρ μαλακῷ δέδμητο ὕπνῳ. (ῃερς. 7.) Τηλέμαχον δ' οὐχ' ὕπνος ἔχε γλυκὺς, ἀλλ' ἐνὶ θυμῷ νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγρυπνῶν οὖν συννοεῖται Ἀθηνᾶς ὑπομιμνησκούσης, ὡς οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάληται, κτήματά τε προλιπὼν ἄνδρας τε οὕτως ὑπερφιάλους, μή τι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι. (ῃερς.

Intertext edge

Open linked passage

Note