Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
525.1.1
) ἔνθεν ἵκετο πήματα πάσχων προπροκυλινδόμενος, ἤγουν ἱκετεύων, ἢ καὶ ἱκετευτικῶς ἀπὸ τόπου εἰς τόπον ἥκων. στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζῳοῦ. (ῃερς. 527.) πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε, ὁ Ὀδυσσεὺς δηλαδή· εἰ καὶ ὁ Εὔμαιος διὰ τὸ τῆς ἀνακεφαλαιώσεως σύντομον οὐ διεσάφησε. (ῃερς. 523.) Τὸ δὲ ὅθι Μίνωος γένος ἐστὶν, ἱστορικῶς ἔφη διὰ πολυπειρίαν ὁ Εὔμαιος, ὥς περ καὶ τὸ ἀγχοῦ Ἰθάκης εἶναι τοὺς Θεσπρωτοὺς καὶ πίονα δῆμον ἔχειν. τοῦτο δὲ ἢ διὰ τὸ ἐκεῖσε λιπαρόγεων, ἢ διὰ τὸ ἄλλως εὐδαιμονεῖν τὰ ἐκεῖ. περιᾴδεται δὲ ἐν ταῖς ἱστορίαις ὁ Μίνως ὡς καὶ εὐγενὴς καὶ λόγιος καὶ ἀνακαθαίρων τοὺς πειρατάς. ἕτεροι δὲ καὶ αὐτὸν λῃστρικὸν ἱστόρησαν. Ἰστέον δὲ, ὡς Ὅμηρος μὲν ἀναλόγως καθὰ ἥρως ἥρωος, οὕτω καὶ Μίνως Μίνωος ἔκλινεν. οἱ δὲ ὕστερον καὶ ἰσοσυλλάβως ὡς Μενέλεως Μενέλεω, οὕτω καὶ Μίνως Μίνω. ἄλλοι δὲ καὶ ἄλλως ἔφασαν καινότερον, ὅτι ὥς περ Ἀττικῶς Πετεὼς Πετεὼ καὶ πλεονασμῷ Πετεῶο ἐν Ἰλιάδι, καὶ Ἀνδρόγεως Ἀνδρόγεω καὶ Ἀνδρογέωο, οὕτω καὶ Μίνως Μίνω καὶ Μίνωο. ἦν δἄν, φασι, καὶ Ἄθως Ἄθωο, εἰ μὴ ἐκώλυε τὸ μέτρον ἐν τῷ, ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα. (ῃερς. 525.) Αἱ δὲ δύο προθέσεις ἐν τῷ προπροκυλινδόμενος τὸ ἄγαν ὑποπτωτικὸν τοῦ ξένου δηλοῦσιν ἐν τῷ ἱκετεύειν. Τὸ δὲ στεῦται καὶ νῦν ἀντὶ τοῦ διαβεβαιοῦται, ὑφίσταται. ἀλλαχοῦ μέντοι καὶ τὸ ὑπισχνεῖσθαι ἡ λέξις δηλοῖ. Τὸ δὲ ἄγειν καὶ νῦν ἐπὶ ἀψύχων κεῖται τῶν κειμηλίων. (ῃερς. 530.) Ὅτι ἄνεσιν δηλοῖ εὐφρόσυνον τὸ, οὗτοι δὲ ἠὲ θύρῃσι καθήμενοι, τουτέστι πρὸ θυρῶν, ἑψιαάσθων, ἢ αὐτοῦ κατὰ δώματα ἐπεὶ σφίσι θυμὸς ἐΰφρων, ἤγουν γλυκὺς, ἄπονος. τῆς παλαιᾶς δέ, φασιν, Ἀτθίδος ἑψιάσθων εἰπεῖν δυϊκῶς ἀντὶ τοῦ ἑψιάσθωσαν. ποιητικὴ δὲ λέξις τὸ ἑψιᾶσθαι ἤτοι λόγον παίζειν· καὶ δασύνεται, ὡς δῆλον ἐν τοῖς ἐφεξῆς ἐκ τοῦ, ἐφεψιόωνται γυναῖκες, καὶ ἐκ τοῦ, ἀφεψιασάμην ἤτοι ἀφωμίλησα, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκ τούτου δὲ ἴσως εἴρηται καὶ Φιλέψιος, τὸ κείμενον παρὰ τῷ κωμικῷ. οἱ δὲ παλαιοὶ ἑρμηνεύοντες τὴν λέξιν φασὶν οὕτως· ἑψιᾶται ἀντὶ τοῦ, γελᾷ, παίζει, διαλέγεται· καὶ ἑψία παιδία, γέλως, χλεύη· καὶ ἑψίαι ἑορταί. εἴτε δὲ ἀπὸ τοῦ ἕπεσθαι γίνεται εἴτε παρὰ τὸ ἕπω τὸ λέγω κατὰ πνευματισμὸν Ἀττικὸν, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. (ῃερς. 532.) Ἰστέον δὲ καὶ, ὡς εἴ περ οἱ, ὡς ἐῤῥέθη, ἑψιώμενοι ἔχουσι καὶ πλοῦτον, ἁρμόσει αὐτοῖς καὶ τὰ ἐφεξῆς. αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐν οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσι, καὶ τὰ ἑξῆς, ὡς ἀλλαχοῦ προγέγραπται, ὅπου δυσφημοῦνται οἱ μνηστῆρες, ὡς ἀπὸ ἀλλοτρίων εἰλαπινάζοντες, διὰ τὸ μὴ ἄνδρα εἶναι οἷος Ὀδυσσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Καὶ ὅρα ὅτι ἀκήρατα φησὶ κτήματα οὐ τὰ ἀκέραια· ἔδονται γάρ· ἀλλὰ τὰ μὴ κειρόμενα πρὸς βίαν καὶ λῃστρικῶς. (ῃερς. 533.) Τὸ δὲ σῖτος καὶ οἶνος, ἑρμηνεία ἐστὶ τῶν ῥηθέντων κτημάτων. Οἰκῆας δὲ κἀνταῦθα πάντας τοὺς ἐν τῷ οἴκῳ λέγει, ὁποίας ἂν καὶ εἶεν τύχης. οὐ γὰρ δή που τὰ τῶν μνηστήρων δοῦλοι μόνοι ἔδουσιν, ἀλλὰ πάντες οἱ αὐτοῖς οἰκειακοί. (ῃερς. 536.) κρίνει δ' ἐν τούτοις ἡ Πηνελόπη καὶ εἰλαπίνην εἶναι τὴν τῶν μνηστήρων ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ δαῖτα, ἔνθα ἤματά, φησι, πάντα εἰλαπινάζουσι πίνουσί τε οἶνον. Καὶ ὅρα δαπάνην ἄμετρον, εἴ περ ὁσημέραι γίνεται ὑπὸ τοσούτων ἀνδρῶν. Τὸ δὲ πίνουσί τε, συννοεῖται μὲν καὶ τῇ εἰλαπίνῃ γινομένῃ ἐκ τοῦ λάπτειν καὶ πίνειν, ἢ κατὰ εἴλας πίνειν, ἐξεφωνήθη δὲ ὅμως καὶ ἰδίᾳ πρὸς τὸ σαφέστερον. (ῃερς. 541.) Ὅτι Πηνελόπης εἰπούσης ἔνδον τῷ Εὐμαίῳ πρὸς τοῖς ἄλλοις, καὶ ὡς εἴ περ Ὀδυσσεὺς ἔλθοι, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν, Τηλέμαχος μέγ' ἔπταρεν· ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβησε· γέλασε δὲ Πηνελόπεια, καὶ ἐπισπεύδει ἐλθεῖν τὸν ξένον εἰς αὐτὴν, εἴ πως μάθοι τι ἐξ αὐτοῦ ἀγαθὸν περὶ τοῦ ἀνδρὸς, ὡς οἷα τεκμηραμένη τῷ πταρμῷ, ταχὺ τὸν Ὀδυσσέα σὺν τῷ τέκνῳ τὰς τῶν μνηστήρων βίας ἀποτίσεσθαι. ὄρνις γάρ ποτε ἦν τοῖς παλαιοῖς καὶ ὁ πταρμὸς, ἐπεὶ καὶ ἡ κεφαλὴ τιμία, ἐξ ἧς τὸ τοιοῦτον σύμβολον. διὸ καὶ προσεκυνεῖτο ὁ πταίρων· καὶ τὴν αἰτίαν λέγουσιν οἱ σοφοὶ, ἐν οἷς καὶ Ἀριστοτέλης. (ῃερς. 545.) ἔστι δὲ ὃ λέγει στοχαστικῶς ἐνταῦθα ἡ Πηνελόπη τόδε· οὐχ' ὁράας, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλα, οὐδέ κέ τις θάνατον καὶ Κῆρας ἀλύξοι. σημειοῦται δὲ τοῦτο ἡ γυνὴ, ἐξὧν ἐπέπταρεν ὁ υἱὸς πᾶσιν οἷς εἶπεν αὐτή. ὡς εἴ γε μὴ οὕτω γέγονεν ἤγουν μὴ ἐπὶ πᾶσιν ἔπταρεν, ἀλλ' ἐν μέσῳ τῶν αὐτῆς λόγων, οὐκ ἂν ἐδήλου πάντας μάλα θανεῖν. Ἰστέον δὲ ὅτι εὕρηται καὶ παρὰ Ἡροδότῳ σημειώδης πταρμὸς, εἰπόντι, ὡς Ἱππίας ὁ Πεισιστράτου ἔπταρε καὶ ἔβηξε μεῖζον τοῦ συνήθους καὶ ὡς πρεσβύτῃ σεισθέντων τῶν ὀδόντων εἷς ἔπεσε καὶ ἦν σημεῖον. Ἰστέον δὲ καὶ ὅτι τὸ πταίρειν καὶ πτάρνυσθαι λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ ἄρνυσθαι καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἐκ τοῦ πτῶ παράγεται τὸ πταίρω κατὰ ὀνοματοποιΐαν, ὥς περ καὶ τὸ πτύρω ἐπὶ ἵππων, ἐξ οὗ ὁ πτυρμός. (ῃερς. 542.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι πάρισα, τὸ ἔπταρε, κονάβησε, γέλασε· δι' ὧν γελᾷ οἷον ὁ τοῦ λόγου ῥυθμὸς ἀναλόγως τῇ τοῦ συμβόλου χάριτι. (ῃερς. 545.) Τὸ δὲ οὐχ' ὁράας, ἢ ἀντὶ τοῦ νοεῖς· ἐπεὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει· ἢ καὶ ἀντὶ τοῦ ἀκούεις, ὡς ἂν εἴη αἴσθησις ἀντὶ αἰσθήσεως, οὗ τὸ ἀνάπαλιν ὁ Ἶρος ἐρεῖ ἐν τῷ, οὐκ ἀΐεις ὅτι μοι ἐπιλλίζουσι μνηστῆρες; ἔδει γὰρ ἐκεῖνον εἰπεῖν ὁρᾷς. (ῃερς. 541.) Ἰστέον δὲ ὅτι τὸ, μέγα ἔπταρε, πρὸς πιθανότητα κεῖται, ἵνα καὶ ἔνδον ἀκουσθῇ ὁ μέγας πταρμός. ἑρμηνεία δὲ τοῦ μέγα τὸ, δῶμα σμερδαλέον κανάχησεν ἢ κονάβησεν. ἐγέλασε δὲ ἡ Πηνελόπη, ἢ φαινομένως καθ' ὁμοιότητα τοῦ ἐξεγέλασεν, ἢ καὶ κατὰ ψυχὴν, ὡς τὸ, ἐγέλασε νόος παρὰ τῷ Ὀππιανῷ. (ῃερς. 546.) Τὸ δὲ, οὐκ ἀτελὴς θάνατος μνηστῆρσι πᾶσι, καὶ τὸ, οὐδεὶς θάνατον ἀλύξοι, ταυτὸν δηλοῦσιν, ἐπίτηδες τῆς Πηνελόπης ἐμμενούσης τῇ φράσει διὰ τὸ χαίρειν τῷ πράγματι. (ῃερς. 554.) Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα καινὸν ἤτοι σολοικοφανὲς ἐν τῷ, μεταλλῆσαί τί ἑ θυμὸς κέλεται καὶ κήδεά περ πεπαθυίῃ. τὸ μὲν γὰρ ὀρθὸν, ὅτι κέλεται αὐτὴν ὁ θυμὸς μεταλλῆσαί τι καὶ κήδεά περ παθοῦσαν. Ὁ δὲ συβώτης ἢ ὡς δοῦλος βαρβαρίζων ἢ καὶ τὴν ˉε ἀντωνυμίαν ἀντὶ τῆς οˉι λαβὼν ὡς εἴ περ εἶπεν ὅτι ὁ θυμὸς αὐτῇ βούλεται μεταλλῆσαι, ἐπάγει τὸ πεπαθυίῃ ἀντιπτωτικῶς. ὡς ἐὰν εἶπεν, αὐτῇ παθούσῃ. (ῃερς. 555.) τὸ δὲ πεπαθυίῃ, ἀσύνηθες εἰς χρῆσιν. διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ· ὅθεν τὸ πάθω· ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω· οὗ παρακείμενος πεπαθηκὼς, καὶ κατὰ πάθος πεπαθώς· ὅθεν ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται, καθὰ καὶ προδεδήλωται. (ῃερς. 557.) Ὅτι ἐσθλὸς ἄγγελος ὢν καὶ ὁ Εὔμαιος καὶ αἴσιμα εἰδὼς, ὡς ἀλλαχοῦ διορίζεται ὁ ποιητὴς, λαλεῖ τι πλέον τῷ ξένῳ Ὀδυσσεῖ, ὧν ἐκ τῆς δεσποίνης ἤκουσεν. ἡ μὲν γὰρ ἔφη ἐνδῦσαι τὸν Ὀδυσσέα χλαῖνάν τε χιτῶνά τε εἵματα καλὰ, ὁ δὲ προστίθησι καὶ τὸ, ὧν σὺ μάλιστα χρηΐζεις. σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις, δώσει δέ τοι ὅς κ' ἐθέλῃσι. (ῃερς. 559.) Καὶ ὅρα καὶ νῦν τὸ βοσκήσει ὡς ἐπὶ ἀλόγων λεχθὲν ἀπὸ περισπωμένου ῥήματος τοῦ βοσκῶ, βοσκήσω, ἀφ' οὗ καὶ τὸ βόσκημα καὶ ὁ βοσκηματώδης ἄνθρωπος. μικροπρεπὴς δὲ ἡ τῆς δεσποίνης ὑπόσχεσις καὶ οὐ βασιλικὴ, διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ εἰπεῖν ἃ εἶπεν. ἀναγκαίως δὲ ἐσχημάτισται τὸ βοσκήσεις· ἄλλως γὰρ οὐκ ἔστι μέλλων τοῦ βόσκειν. (ῃερς. 561.) Ὅτι ἐν τῷ, Εὔμαιε, αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι τῇ Πηνελόπῃ, δι' ἑνὸς ˉν κατὰ φύσιν εἴρηται τὸ ἐνέποιμι, ὡς δηλοῖ ὁ κατὰ δάκτυλον ποδισμὸς τῆς λέξεως. ἐσχημάτισται δὲ ὁ λόγος τῷ Ὀδυσσεῖ. λέγει γὰρ, ὡς ταχὺ ἂν τῇ Πηνελόπῃ νημερτέα εἴποι πάντα, ἐσαύριον δηλαδὴ μετὰ τὴν μνηστηροφονίαν. ὡς νῦν γε ψεύσεται καὶ πρὸς αὐτήν. (ῃερς. 563.) Ὅτι τὸ, ὁμὴν δ' ἀνεδέγμεθα ὀϊζὺν, ὅμοιόν ἐστι παροιμίᾳ τῇ λεγούσῃ, τὴν ἐμὴν κάμνεις νόσον. ὁ ψευδόξενος δὲ Ὀδυσσεὺς καὶ τοῦτο φησὶν, ἐσχηματισμένως εἰπὼν, ὅτι οἶδα εὖ περὶ ἐκείνου, ἤγουν τοῦ Ὀδυσσέως· ὁμοίαν γὰρ ἀνεδέγμεθα κακοπάθειαν. ὅ περ ἀληθῶς οὕτως ἔχει. δῆλον γὰρ ὅτι τε μάλιστα οἶδεν ἑαυτὸν, καὶ ὅτι πονῶν οὐκ ἂν ἦν ἀμέτοχος τοῦ πονεῖν. (ῃερς. 564.) Ὅτι ὁ μετὰ παῤῥησίαν βλαβερὰν προκαλούμενος εἰς ὅμοιόν τι εἴποι ἂν τὸ, ἀλλ' ἀνδρῶν χαλεπῶν ὑποδείδια ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει· ὅ περ ἐπὶ μεγίστου πολέμου λέγεται, ὡς καὶ προείρηται. καὶ γὰρ νῦν ὅτε με ὁ δεῖνα κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὐδεὶς ἐπήρκεσε. (ῃερς. 567.) Καὶ ὅρα τὸ, ὀδύνῃσιν ἔδωκεν, ἀντὶ τοῦ, ὠδύνησε, ῥηθὲν κατὰ ἀστείαν περίφρασιν. (ῃερς. 572.) Ὅτι ἀξιοῖ δι' Εὐμαίου ὁ ξένος, ἵνα εἴ περ βούλοιτο ἡ δέσποινα περὶ τοῦ ἀνδρὸς ἔρεσθαι, ποιήσῃ οὕτως, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοί, φησι, λύγρ' ἔχω· οἶσθα καὶ αὐτὸς, ἐπεί σε πρῶθ' ἱκέτευσα. δέεται ἄρα μάλιστα ἱματίων ὁ Ὀδυσσεὺς οὕτω ῥιγῶν πρός τε ἑσπέραν καὶ πρωῒ δὲ, ὡς προδέδεικται. δῆλον δὲ καὶ ἐντεῦθεν, οἷος ἦν καιρὸς τῆς τοῦ Ὀδυσσέως οἴκοι ἐπανελεύσεως. (ῃερς. 576.) Ὅτι ὁ δι' ἀγγελίας προκαλεσάμενος πτωχόν τινα, ἰδὼν δὲ τὸν ἄγγελον κενὸν ἐλθόντα, εἴπῃ ἄν· οὐ σύ γε ἄγεις; τί τοῦτ' ἐνόησεν ἀλήτης; ἤ τινά που δείσας ἐξαίσιον; ἠὲ καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης. τοῦτο δὲ γνωμικόν ἐστιν, ὡς καὶ προδεδήλωται. (ῃερς. 578.) Τὸ δὲ ἀλήτης, κάλλος ἐνταῦθα ποιεῖ κείμενον ἐν δυσὶ στίχοις πρὸς τῷ τέλει. (ῃερς. 577.) Τὸ δὲ ἐξαίσιον, δηλοῖ μὲν τὸ ἔξω τοῦ αἰσίου. ἔστι δὲ ἢ αἰτιατικῆς πτώσεως, ἵνα δηλοῖ δείσας τινὰ ἄνδρα ἐξαίσιον, ἢ ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἔξω τοῦ δέοντος. οὕτω καὶ ἐν Ἰλιάδι ἐξαίσιον Θέτιδος ἀρὰν λέγει τὴν ἄδικον. τινὲς δὲ τὸ δείσας ἐξαίσιον καὶ ἀντὶ τοῦ μέγα φοβηθεὶς εἶπον. (ῃερς. 578.) Τὸ δὲ ἢ καὶ ἄλλως αἰδεῖται, ἑτεροιοῦται κατὰ σχῆμα πρὸς τὸ φθάσαν. ἦν γὰρ ὀρθὸν εἰπεῖν ἤ τινά που δείσας ἢ καὶ ἄλλως αἰδούμενος. (ῃερς. 580.) Ὅτι ἐπί τινος εὐλόγως προβαλλομένου φόβον βίας καλὸν εἰπεῖν τό· μυθεῖται κατὰ μοῖραν, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. (ῃερς. 586.) ὁμοίως δὲ καὶ τὸ, οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὅς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε κατὰ θνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Καὶ ἄλλως δὲ τὰ τοιαῦτα οἰκεῖα ἐπί τινος λαλοῦντος εὔλογα. Ὅρα δὲ τὸ, οὐκ ἄφρων ὀΐεται, ἀντὶ τοῦ φαίνεται, νομίζεται. (ῃερς. 580.) τὸ μέντοι, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος, ἐνεργητικῶς κεῖται κατὰ κοινὴν συνήθειαν ἀντὶ τοῦ νομίζοι. καιρικὴν δὲ ἀναμονὴν δηλοῖ τὸ, ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα, ἤγουν ἄχρις ἑσπέρας. (ῃερς. 593.) Ὅτι ποιμενικὸς λόγος τὸ, ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον. Καὶ ὅρα τὸ κεῖνα, τὰ πράγματα δηλαδή· οὗ ἑρμηνεία τὸ, σὸν καὶ ἐμὸν βίοτον. ἀόριστον δὲ καὶ τοῦτο, καθὰ καὶ ἐκεῖνο, διὰ τὸ πρὸς εἰδότα λέγεσθαι. δῆλον δ', ὅτι φιλικῶς καὶ ἀδελφικῶς εἶπεν ὁ εὔνους δοῦλος πρὸς τὸν δεσπότην τὸ, σὸν καὶ ἐμὸν βίοτον. (ῃερς. 594.) Ὅτι φιλοφρονικὸν τὸ, σοὶ δ' ἐνθάδε πάντα μελόντων, ἤτοι μελέτωσαν. αὐτὸν μέν σε πρῶτα σάω, τουτέστι σῶζε, ὡς καὶ ἐν ἄλλοις κεῖται, καὶ φράζεο θυμῷ, μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, οὓς θεὸς ἐξολέσειε, πρὶν ἡμῖν πῆμα γενέσθαι. (ῃερς. 599.) Ὅτι τὸ, σὺ δ' ἔρχεο δειελιήσας, ἀντὶ τοῦ ἕως δείλης διατρίψας ἐνταῦθα. διὸ περὶ δείελον ἦμαρ ὁ παραγγελθεὶς Εὔμαιος ἄπεισι. τὸ μέντοι εἰπεῖν δειελιήσας ἀντὶ τοῦ βρωματισάμενος τροφὴν δειλινὴν, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. τὸ πολὺ γὰρ τρεῖς ἦσαν τροφαί· ἄριστα δεῖπνα δόρπα τε κατ' Αἰσχύλον, ὃν καὶ αὐτὸν ψέγειν δοκεῖ ὁ αἰτιασάμενός τινας, οἳ δὶς ἑκάστης ἡμέρας ἐμπιπλάμενοι ζῶσι· καὶ ἄλλως δὲ δειελιήσας ἀντὶ τοῦ πρὸς δειλινὴν ὥραν γενόμενος κατὰ τοὺς παλαιοὺς, ἤγουν βαθεῖαν μεσημβρίαν ἰδών. οἱ δὲ ἐπὶ τροφῆς δειλινῆς τὴν λέξιν νοοῦντες προφέρουσι Καλλιμάχου τὸ, δειελίην αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου, τὴν πρὸς δείλην δηλαδὴ τροφὴν αἰτοῦντες. ἔνθα σκεπτέον, ὡς εἰ ψεκτέον τὸ ἄλλως εἰς κόρον γαστρίζεσθαι ἀριστῶντα τινὰ καὶ δορποῦντα καί που καὶ δειπνοῦντα, πῶς οὐ μάλιστα ψεκτέον τὸ καὶ δειλινὴν τροφὴν προσίεσθαι τά τε ἄλλα, καὶ ὡς ἀεργίας αἴτιον; οὐκοῦν τὴν τοιαύτην τροφὴν ἀποῤῥιπτέον ἐκ τῆς καθ' Ὅμηρον ἱστορίας, ἵνα μὴ νοῆται ὁ ποιητὴς ἱστορῶν τροφὰς ἑκάστης ἡμέρας λαμβάνεσθαι τέσσαρας. οὕτω δὲ κατά τινας καὶ τὰς τοῦ Αἰσχύλου, εἰπόντος, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι. οὐδεὶς γάρ, φασι, δείξει ὡς παρὰ τῷ ποιητῇ τρεῖς τροφαὶ λαμβάνονται. εἰ δὲ μέμνηται ἀρίστου καὶ δείπνου καὶ δόρπου, ἀλλ' αὐτὰ δύο εἰσὶν, οἷα συνωνυμούντων τοῦ δείπνου καὶ τοῦ ἀρίστου καὶ τοῦ αὐτοῦ ποτὲ μὲν ἀρίστου, ποτὲ δὲ δείπνου ὀνομαζομένου. δῆλον δὲ, ὡς οὐκ ἄν τινα θορυβήσῃ ὡς ἐπὶ τρισὶ τροφαῖς τὸ παρὰ Μενελάῳ συμπόσιον, ἐν ᾧ ἰδιάζον τι κεῖται παρὰ τὰ κοινά. δειπνήσαντες γὰρ ὁμιλοῦσιν· εἶτ' ἀπονιψάμενοι πάλιν δειπνοῦσιν, ὡς παρετήρησαν οἱ παλαιοί. (ῃερς. 601.) Ὅτι ἀγαθῆς ἐλπίδος προβολὴ τὸ, αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ θεῷ μελήσει. (ῃερς. 603.) Ὅτι βρῶσιν ἀρκοῦσαν δηλοῖ τὸ, πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. οὐ μακρὰν δὲ τοῦ κορεσάμενος ἐστὶ τὸ πλησάμενος· ὅθεν καὶ πλείη γαστὴρ ἡ εἰς κόρον πεπληρωμένη. (ῃερς. 605.) Ὅτι τρυφώντων ἔνδειξις τὸ, μέγαρον πλεῖον δαιτυμόνων, τοὶ δὲ ὀρχηστύϊ καὶ ἀοιδῇ τέρποντο. εἰ δὲ καὶ πολύωρος ἡ δαὶς, ἔστιν ἐπαγαγεῖν καὶ τὸ, ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ, ἤγουν δείλη. ὡς γὰρ μέσον ἦμαρ ἡ μεσημβρία, οὕτω καὶ δείελον ἦμαρ ἡ δείλη. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρ' αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. ΟΔΥΣΣΕΙΑΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω γούνατα κάμψαι καὶ χεῖρας ἐπ' ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπ' ἀνδρὶ ἐοικότι ἔχειν πρὸς αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ, γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον. (ῃερς. 1. σθθ.) ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως· Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης ἄστεος. μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς, οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ' ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς Δημοσθένης καλλιῤῥημονῶν πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων ῥαγῆναι δι' ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον πτωχὸς μὲν ὁ δι' ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν. τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς. (ῃερς. 2.) καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις. ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος ἀκούσοι ἄν ποθεν τὸ, ὦ' ρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπ' ἐκείνων ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δ' ὁ λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν ἀνθρώπου εἰκῇ δαπανῶντος. (ῃερς. 3.) Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς, ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρ' αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλ' ἀπεκλίθη ἐπὶ τὸ προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσαςἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρ' οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι Δοῦρις, ἐφίεται τῷ βασιλεῖ μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. εἰ δὲ ὁ Πέρσης Δαρεῖος, ὁ τοὺς μάγους ἀνελὼν, ἐπιγεγραμμένον εἶχε τῷ αὐτοῦ μνήματι τὸ, ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς, πολυπότης μὲν ἂν εἴη, μέθυσος δὲ οὔ. ἲς δὲ διαφέρει βίας, ὅτι αὐτὴ μὲν ἐπὶ νεύρων κυριολεκτεῖται, ἡ βία δὲ ἐπὶ ἰσχύος ἢ ῥώμης. (ῃερς. 4.) Τὸ δὲ, εἶδος δὲ μάλα μέγας, δύναται ποιῆσαι παρῳδηθῆναι ἐπὶ τοῦ Ἴρου τὸ, ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ βία ἦν. Οὐχ' ἁπλῶς δὲ μέγας ὁ Ἶρος, ἀλλὰ καὶ μάλα μέγας. διὸ μετ' οὐ πολὺ καὶ βουγάϊος προσρηθήσεται, ὡς καὶ ἐν Ἰλιάδι ὁ Αἴας. οὔκουν τὸ ἁπλῶς μέγα ἢ μάλα μέγα οἶδεν ἐξαρκεῖν εἰς ἔπαινον, εἰ μὴ καί τινι ἀρετῇ ἐπικοσμοῖτο. διὸ Τυδεὺς μὲν, μικρὸς ὢν δέμας, ἔπαινον εἶχε τὸ μαχητὴς εἶναι, μνηστὴρ δὲ, καλὸς μὲν ἰδεῖν, οὐ φρενήρης δὲ, σκώπτεται διὰ φρενῶν στέρησιν. λέγεται δ' ὕστερον καὶ Ἀναξανδρίδης καλὸς ὢν τὴν ὄψιν καὶ κόμην τρέφων, ὅμως ὑπὸ πικρίας παράβολος εἶναι καὶ διατοῦτο ψεκτέος. ἡττώμενος οὖν ποτὲ καὶ δυσκολαίνων τὰς κωμῳδίας καὶ ταύτας κομψῶς ἐχούσας κατέτεμνεν εἰς τὸν λιβανωτόν. οὐκοῦν οὐδὲ ὁ Ἶρος μάλα μέγας ὢν ἐπαινεῖται, ἀλλὰ διὰ τὸ μὴ σπουδαῖος εἶναι δυεῖν ἐπιθέτων τὸ μὲν ἐκ τοῦ μεγάλου βοὸς εἴληχε, τὸ βουγάϊος, (ῃερς. 5.) τὸ δ' ἐξ ἀρνὸς, καθὰ εἰρήσεται, ἤγουν τὸ Ἀρναῖος. Ἀρναῖος γὰρ ἢ ὁ εὐκταῖος μητρὶ τῇ καὶ θεμένῃ αὐτῷ τοὔνομα, ὡς ἀπὸ τοῦ ἀρὰ ἡ εὐχὴ πλεονασμῷ τοῦ ˉν πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ ἀραίου, ἢ ὁ βοσκηματώδης καὶ προβατώδης κατὰ τὸ εὔηθες, ἢ παρὰ τῷ ἄρνυσθαι καὶ ἀντιλαμβάνειν καὶ ἐντεῦθεν ζῆν. ἀντιλαμβάνοι δ' ἂν ὁ Ἶρος ψωμὸν ῥαπίσματος, καὶ κρέας κονδύλου, καὶ οἶνον ἀγγελίας τῆς ὅπου δήποτε. ὅτι δὲ τῶν κυρίων ὀνομάτων τινὰ καὶ αἱ μητέρες ἰδίᾳ ἐτίθεντο τοῖς παισὶ, καὶ Εὐριπίδης δηλοῖ, ἔτι δὲ καὶ ὁ κωμικός. Τὸ δὲ, θέτο μήτηρ, θέσει δηλοῖ καὶ οὐ φύσει εἶναι καὶ τὰ κύρια ὀνόματα. (ῃερς. 6.) Τὸ δὲ, ἐκ γενετῆς, δῆλον ὡς ἐκ τοῦ γενέσω μέλλοντος ἀχρήστου γενόμενον ὅμως αὐτὸ χρηστόν ἐστιν εἰς πᾶσαν γραφήν. τοιοῦτον δὲ καὶ ὁ γενέσω καὶ ἡ γένεσις καὶ τὸ γενέσιον καὶ τὸ σύστοιχον αὐτοῖς γενέθλιον. Ἶρος δὲ κατὰ τὸν ποιητὴν παρὰ τὸ εἴρω τὸ λέγω καὶ ἀπαγγέλλω, ὅθεν καὶ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς. (ῃερς. 7.) Καὶ ὅρα ὡς πλατέως οὕτως ἐτυμολογεῖ τὸν Ἶρον ἀναφανδὸν ὁ ποιητὴς, ἔνθα δῆλον ὅτι ἐς τοσοῦτον ὁ Ἶρος ἐπένετο, ὡς καὶ τοῦ κατ' αὐτὸν κυρίου ὀνόματος ἐκπεσεῖν, ἀντικληρώσασθαι δὲ τὸ ἐκ τοῦ δυστυχήματος, καθότι πᾶσιν εἰς ἀγγελίαν χρήσιμος ἦν. ἐξ αὐτοῦ δὲ ὕστερον Ἶροι καὶ πάντες οἱ ἐπαιτοῦντες, καθὰ καὶ Εἵλωτες οἱ δοῦλοι ἀπὸ τῶν ἐν τῷ κατὰ Μεσσήνην ἕλει Εἱλώτων, οἳ τοῖς Λάκωσιν εἶξαν δουλικῶς, καὶ ὡς οἱ τρυφηταὶ Σαρδανάπαλοι ἀπὸ τοῦ ὁμοίου Σαρδαναπάλου. οὕτω δὲ καὶ ἀπὸ τοῦ Λικινίου Λικίνιοι καλοῦνται ἰδιωτικῶς οἱ ἀγρίως κολάζοντες, ὥς περ εἰ δεῖ τι καὶ ὑποπαῖξαι, καὶ τοὺς Νικολάους τὰ μελίπηκτα ἔκ τινος ὁμωνύμου ἀνδρὸς εὑρόντος παραλαλοῦσι τινὲς, ἀπὸ τοῦ Ναυκρατίτου σοφιστοῦ ἔχοντες ἀφορμήν· τὸν ὅμοιον δὲ τρόπον καὶ Μόλωνες οἱ πολυμεγέθεις, ἀπὸ τοιούτου Μόλωνος. (ῃερς. 6.) Τὸ δὲ, νέοι κίκλησκον ἅπαντες, ἐμφαίνει μὴ χρῆναι σκωπτικοὺς εἶναι τοὺς γέροντας. ἰδοὺ γὰρ τὸν τῆς Ἰθάκης πτωχὸν οἱ νέοι Ἶρον καλοῦσιν, ὡς εἴ τις εἴποι ἀπαγγελέα, οἷα τῶν μὴ τοιούτων, Ἀρναῖον καλούντων ἐκεῖνον, τὸ ἐκ γενετῆς ὄνομα, καὶ μὴ ἐθελόντων παίζειν κατὰ τοὺς νέους. δῆλον δὲ τὸ τοῦ ἀνδρὸς εὔηθες καὶ ἐκ τοῦ ἀπαγγέλλειν ἔνθα τις ἀνώγοι· ὅθεν εἰκὸς ἦν καὶ μὴ ἀγαθαῖς ἀγγελίαις αὐτὸν ὑπουργεῖν. Ἰστέον δὲ καὶ ὅτι ἀλήμονες μὲν καὶ ἄλλοι ἐν Ἰθάκῃ ἦσαν, ὡς προεδηλώθη, καὶ πτωχοί. διὸ καὶ οἱ μνηστῆρες μετ' ὀλίγα ὑπισχνοῦνται τῷ Ὀδυσσεῖ, οὔ τινα πτωχὸν ἄλλον ἔσω μίσγεσθαι αἰτήσοντα, ἀλλὰ μόνον αὐτὸν τὸν Ὀδυσσέα. καὶ ὅμως ὁ Ἶρος ἦν ἰθαγενὴς πανδήμιος, ὡς τῶν ἄλλων ἐπιγινομένων ὡς εἰκὸς τῇ πόλει ἀλημόνων δίκην καὶ αὖθις ἀπιόντων μετὰ τὸ ξενισθῆναι παρά τινων. τοῦτον δὴ τὸν Ἶρον καταγωνισάμενος Ὀδυσσεὺς οἰωνὸν εὕρηκεν ἀγαθὸν, καὶ τῶν πρὸς μνηστῆρας ἀεθλευμάτων προάγωνα καὶ προγύμνασμα. (ῃερς. 7.) Σημείωσαι δὲ τὸ ἀπαγγέλλεσκεν· ὤφειλε μὲν γὰρ εἰπεῖν, εἶρεν, ἀφ' οὗ ὁ Ἶρος, ὡς ἐκ τοῦ ἀγγέλλειν ὁ ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς εἰπεῖν καὶ αἰνῶς. (ῃερς. 8.) Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου οἴκου. ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν. (ῃερς. 10.) Ὅτι διώκων ὁ Ἶρος τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴτάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης. ἀλλ' ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν ἐθέλοντες. (ῃερς. 11.) Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ ἐξίλλειν, ἀφ' οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δ' ὑπίλλουσι στόμα, ἤγουν ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες. (ῃερς. 13.) Τὸ δὲ, ἔρις καὶ χερσὶ γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν. (ῃερς. 15.) Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον, εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν. τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου. (ῃερς. 20.) εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἂν ἔτ' εἴη αὔριον. (ῃερς. 23.) οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθ' ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ τοῦ Ὀδυσσέως μεγάρῳ. (ῃερς. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον, αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον ἀρσενικοῦ γένους, ἐξ οὗ τὸ, ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 21.) Τὸ δὲ, χείλεα φύρσω αἵματος, ἀντὶ τοῦ δι' αἵματος, κατὰ προθέσεως ἔλλειψιν. τὸ μέντοι κοινὸν φύρσω αἵματι μετὰ δοτικῆς. ἔστι δὲ φύρσαι τὸ μολῦναι καὶ συγχέαι. ὅθεν καὶ φύρδην συγκεῖσθαι τινὰ λέγονται. πρωτότυπον δὲ τὸ φυράσαι, ἀφ' οὗ καὶ φύραμα τὸ ζύμωμα. ἐκ δὲ τοῦ φυράσαι κατὰ συγκοπὴν τὸ φύρσαι, ἵνα τῷ λόγῳ τούτῳ εἴη τὸ, χείλεα φύρσαι αἵματος, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ, ἄλφιτον φύρσαι ὕδατος. Ἰστέον δὲ ὅτι τοῦ, χείλεα φύρσω αἵματος, προῆκται σύνθετον τὸ, αἱμόφυρτος μάχη παρὰ Λυκόφρονι. (ῃερς. 26.) Ὅτι ἀντιλέγων ὁ Ἶρος τῷ ξένῳ Ὀδυσσεῖ ἀναιδῶς, ἵνα καὶ ἡ κορωνὶς τοῦ θράσους ἐπιτεθῇ, τὸ προκαλέσασθαι δηλαδὴ τὸν ξένον εἰς ἀγῶνα ἐπὶ οἰκείῳ κακῷ, φησίν· ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος, ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ' ἐκ πάντας ὀδόντας γναθμῶνἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους. (ῃερς. 31.) πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; Καὶ ὅρα μωρίαν τοῦ Ἴρου, εἴ γε δοξάζει ἁπλῶς μηδένα τῶν γεραιοτέρων ἀξιόμαχον εἶναι πρὸς ἄνδρα νεώτερον. διὸ καὶ Ὀδυσσεὺς τῷ τοῦ ἄφρονος λόγῳ συνθέμενος ἐρεῖ, μὴ εἶναι ἀνδρὶ νεωτέρῳ μάχεσθαι γέροντα δύην ἔχοντα, μονονουχὶ λέγων, χρῆναι διαστῆξαι τὸν Ἶρον οὕτω πως· πῶς δ' ἂν σὺ γέρων ὢν κακοπαθὴς νεωτέρῳ ἀνδρὶ ῥωμαλέῳ μάχοιο; ἄλλως γὰρ οὐκ ἂν ὁ Ἶρος λέγοι ὑγιῶς. (ῃερς. 26.) Μολοβρὸς δὲ τίς ἐστι, προγέγραπται. Γελοῖος δὲ ὁ τοιοῦτος μὲν ὢν, ἑτέρῳ δὲ τὸ ὅμοιον ὀνειδίζων. Τὸ δὲ ἐπιτροχάδην παρατετηρημένως εἴρηται ἀντὶ τοῦ σπουδαίως καὶ κατ' ἐπιδρομήν· τοῦτο δὲ διὰ τὸ κομματικὸν τῶν ἐννοιῶν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου. ἐν γὰρ στίχοις δέκα ἔννοιαι κεῖνται ὑπὲρ τὰς δέκα. θυμὸν γοῦν πλαγίως ὀνειδίζει τῷ Ὀδυσσεῖ, ὡς οἷα δι' ὀργὴν λαλοῦντι κομματικῶς. (ῃερς. 27.) Τὸ δὲ, γρηῒ καμινοῖ ἶσος, οἱ μὲν κατὰ τὸ πολύλαλον φασὶν, ὡς ἐν ῥητορικῷ δηλοῦται λεξικῷ· ἕτεροι δὲ τὸ μὲν γρηῒ διὰ τὸ ῥυσὸν τοῦ προσώπου εἶπον. Τὸ δὲ καμινοῖ διὰ τὸ ἐπιφαινόμενον μέλαν ὡς οἷον ἔκ τινος ἀσβόλης. Ἀρίσταρχος δὲ καὶ Ἡρῳδιανὸς καμινώ φασι τὴν καμινεύτριαν, ἤτοι φρύττουσαν κριθὰς πρὸς εὐχερεστέραν ἀλευροποιΐαν. αἱ δὲ τοιαῦται κριθαὶ καὶ κάχρυς δισυλλάβως καὶ ἐκτεταμένως ἐλέγοντο κατὰ Αἴλιον Διονύσιον θηλυκῶς. ὅθεν καὶ κατακαχρῦσαι παρὰ Παυσανίᾳ μεταφορικῶς τὸ καταφρύξαι καὶ συντρῖψαι. Κομανὸς δὲ σύνθετον τὴν λέξιν τῆς καμινοῦς νοῶν φησὶν οὕτω καλεῖσθαι διὰ τὸ καμεῖν τὰς ἶνας ὑπὸ γήρως. (ῃερς. 28.) ἐν δὲ τῷ, κόπτων ἤτοι πλήττων ἀμφοτέραις, λείπει τὸ χερσὶν, ὡς καὶ ἐν τῷ, ἀμφοτέρῃσιν ἐδέξατο, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 29.) Σῦς δὲ ληϊβότειρα ἡ διαβοσκομένη ἀλλότριον λήϊον, ἣν ἐξωδόντιζον οἱ δεσπόται τοῦ χωρίου. ὁ νόμος δέ, φασι, παρὰ Κυπρίοις. ἀπειλεῖ δὲ τοῦτο Ἶρος τῷ Ὀδυσσεῖ, ὡς ὅμοια δῆθεν πταίοντι, καὶ τὸ αὐτοῦ θέρος καταβοσκομένῳ τὴν εἰλαπίνην τῶν μνηστήρων. ἕτεροι δὲ ἐπέβαλον εἰπεῖν, κατασείεσθαι φύσει τοὺς ὀδόντας τῇ ληϊβοτείρῃ συΐ. εἰ δὲ ἀληθεύουσι, ζητητέον ἀπὸ μαρτυρίας παλαιᾶς. (ῃερς. 28.) Τὸ δὲ, ἐκ πάντας ὀδόντας, τὴν ῥηθεῖσαν ἐξοδόντισιν συντίθησι. (ῃερς. 30.) Τὸ δὲ ζῶσαι ζώνυσθαι τοὺς πυγμάχους δηλοῖ, ὡς μετ' ὀλίγα φαίνεται σαφῶς ἐν τῷ, ζώσατο μὲν ῥάκεϊ περὶ μήδεα Ὀδυσσεύς. καὶ τὸν Ἶρον δὲ δρηστῆρες ἄγουσι ζώσαντες ἀνάγκῃ. Περὶ δὲ τοῦ τοιούτου ζώνυσθαι καὶ ἐν τῷ κατὰ τὴν Ἰλιάδα ἐπιταφίῳ ἀγῶνι διείληπται. Ἰστέον δὲ, ὅτι ἐκ τοῦ ζῶσαι καὶ ἄλλα μὲν γίνονταί τινα, καὶ ὁ ζωστὴρ δὲ, καὶ τὸ παρὰ Σοφοκλεῖ ζῶμα δίχα τοῦ σίγμα· οἷον, καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον, ὃ ταυτόν ἐστι τῇ ζώνῃ, δι' ἧς, φασὶ, τρία τινὰ δηλοῦνται, ζωστὴρ, μίτρα καὶ τόπος σώματος, καθ' ὃν ζωνύμεθα. δῆλον δ' ὅτι, καθὰ ἐκ τοῦ χῶ καὶ ῥῶ γίνεται χωνύω καὶ ῥωνύω, οὕτω καὶ ἐκ τοῦ ζῶ, οὗ προστακτικὸν τὸ ζῶσαι, τὸ ζωνύω. ἀφ' οὗ ὡς χώνυμι, ῥώνυμι, οὕτω καὶ ζώνυμι, καθ' ἑτεροίαν δὲ παραγωγὴν καὶ τὸ ζωνύσκω· ὡς τὸ, ζωνύσκετο μίτρην. (ῃερς. 31.) Τὸ δὲ, πῶς ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο, γνωμικῶς λαλεῖται, καθὰ μετ' ὀλίγα καὶ τὸ, (ῃερς. 53.) οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα δύῃ ἀρημένον, ἤγουν βεβλαμένον τῇ κακοπαθείᾳ. τοιοῦτον γὰρ ἡ δύη, γινομένη κατὰ μὲν Πλούταρχον ἀπὸ τοῦ δύο ἀριθμοῦ, ἐπεὶ δυάζει, πῶς τὴν στοιχειακὴν καθ' ὑγείαν ἑνότητα τὸ κακοπαθὲς καὶ διαλύει τὴν ἕνωσιν διὰ τῆς φθορᾶς, ἄλλως δὲ κοινῶς παρὰ τὸ δύω ῥῆμα· ἐξ οὗ καὶ ἡ ὀδύνη, δύη τις οὖσα φύσει καὶ αὐτὴ κατὰ τὸ ἀπλεόναστον, εἰ καὶ ἄλλως ἐκ τοῦ δύω κατὰ πλεονασμὸν γίνεται δύνη καὶ ὀδύνη ἡ κατὰ βάθος δύνουσα. (ῃερς. 32.) Ὅτι ἐπεί περ ἔδει καὶ θεατὰς παρεῖναι τῷ τῶν πτωχῶν ἀγῶνι, ὡς ἐπὶ τῶν ἀέθλων γίνεται, καὶ ἐρεθισμοὺς εἰς θάρσος πλασθῆναι καὶ γέλωτας δὲ ὑποκινηθῆναι ὡς ἐπὶ ἔργῳ οὐ σπουδαίῳ, γίνεται νῦν καὶ ταῦτα, καὶ συναγερθέντες οἱ μνηστῆρες ποιοῦσιν οὕτω. φησὶ γοῦν ὁ ποιητής· ὣς οἱ μὲν πτωχοὶ πρὸ θυράων ὑψηλάων οὐδοῦ ἐπὶ ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. (ῃερς. 34.) τοῖσι δὲ, ἢ τοῖϊν, ξυνέηκεν ἱερὸν μένος Ἀντινόοιο, ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη· οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν χερσὶ μάχεσθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες. ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. (ῃερς. 44.) εἶτα ὁ δεινὸς Ἀντίνοος καὶ ἔπαθλον προτιθεὶς οἰκεῖον τοῖς διὰ γαστέρα μαχομένοις φησί· γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί· τάσδ' ἐπὶ δόρπῳ κατεθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες. (ῃερς. 46.) ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ὃς δὴ στίχος καὶἐν Ἰλιάδι κεῖται, τάων ἥν κ' ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω. (ῃερς. 48.) αἰεὶ δ' ἡμῖν μεταδαίσεται, ἤγουν συνειλαπινάσει· ὅ περ σαφέστερον φράζων φησίν· οὐδέ τιν' ἄλλον πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. ὃ καὶ αὐτὸ προσφυὲς ἔπαθλον τῷ περὶ δαιτὸς μαχομένῳ. ὡς οὖν ἤρεσκεν ὁ μῦθος τοῖς μνηστῆρσι, τότε δὴ δολοφρονέων μετέφη Ὀδυσσεύς· (ῃερς. 52.) ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα, ὡς προεγράφη, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς ἵνα πληγῇσι δαμείω. ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ παχείῃ πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ. (ῃερς. 58.) καὶ οἱ μνηστῆρες ἀπώμνυον ὡς ἐκέλευε, μὴ συνιέντες ὡς κατὰ δόλον λαλεῖ παίζων καὶ οὐ σπουδάζων. Τηλέμαχος δὲ μετὰ τὸν ὅρκον ἀξιωματικῶς λαλεῖ τὰ ἑξῆς, εὐθὺς δηλωθησόμενα. (ῃερς. 44.) Ἰστέον δὲ ὅτι τὸ, γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρὶ καὶ ἑξῆς, ὁ Θρᾷξ Δημοσθένης οὕτω παραφράζει· αἰγῶν ἤνυστρα ταυτὶ ἐπὶ τὸ δεῖπνον ἀπέκειτο ἡμῖν. τούτων ἓν, εἰ δοκεῖ, τῷ νικήσαντι ἆθλον ἀποφαίνωμεν. Τί δὲ τὸ ἤνυστρον, δηλοῦσι κάλλιον οἱ τὰ ζωϊκὰ ἠκριβωκότες· οἳ τῇ γαστρὶ καθὰ ἤνυστρον, οὕτω καὶ ἐχῖνον συγκληροῦσι. καὶ τοῦτο μὲν τοιοῦτον. ἃ δὲ ὁ Τηλέμαχος ἔφη, ἔχει οὕτω· (ῃερς. 60.) ξεῖνε, εἰ σε ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ τοῦτον ἀλέξασθαι ἤγουν ἀποσοβῆσαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν δείδιθι· ἐπεὶ πλεόνεσσι μαχήσσεται, ὅς κέ σε θείνῃ, ἤγουν ὃς ἄν σε τύπτῃ. (ῃερς. 64.) ἐπεὶ δὲ σφοδρὸς ὁ λόγος, λεαίνει τὸ τραχὺ τούτου δεξιῶς ὁ νεανίας ῥήτωρ κατ' οἰκονομίαν ἐπαγαγὼν κολακικώτερον τὸ, (ῃερς. 66.) ξεινοδόκος μὲν ἐγὼν, ἐπὶ δ' αἰνεῖτον βασιλῆες, Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. καὶ αὐτὸς μὲν οὕτως, οἱ δὲ πάντες ἐπῄνεον, ὡς τῶν ἀρίστων τῷ ἐπαίνῳ θελχθέντων, οἷς εἰκὸς τοὺς λοιποὺς ἐπακολουθεῖν. Καὶ ὅρα τὴν ἐν καιρῷ ὑπόπτωσιν τοῦ βασιλικοῦ παιδὸς, ἐφ' οἷς ἐζημιοῦτο οὐδὲν οἷα κερδαλέα φρονῶν. οὐκέτι γὰρ βασιλέα, ἢ γοῦν ἀλλὰ οἴκου ἄνακτας ἑαυτὸν λέγει, ἀλλὰ βασιλεῖς μὲν τὸν Ἀντίνοον καὶ τὸν Εὐρύμαχον ὀνομάζει, αὐτὸς δὲ ξεινοδόκος εἶναι τοῦ πτωχοῦ λέγει, ἀφθόνητον ἐπιλεξάμενος ὄνομα. (ῃερς. 33.) Πανθυμαδὸν δὲ ὀκριᾶσθαι λέγει τὸ ὡς εἰκὸς ὁλοψύχως τραχύνεσθαι. περὶ δὲ τοῦ τοιούτου ῥήματος ἐν ἄλλοις δηλοῦται. ἀφ' οὗ καὶ λίθος ὀκριόεις ὁ τραχύς. (ῃερς. 34.) Τὸ δὲ τοῖσι ξυνέηκε, δηλοῖ, ὡς καὶ ἀλλαχοῦ φαίνεται, μὴ γενικῇ καὶ αἰτιατικῇ πτώσει ἀεὶ συντάσσεσθαι τὸ ξυνιέναι. Ὅρα δὲ καὶ ὅτι χρηστολογεῖ κατὰ ἔθος οἰκεῖον ὁ ποιητὴς τὸν κάκιστον Ἀντίνοον ἐν τῷ, ἱερὸν μένος Ἀντινόοιο, ὡς καὶ μετ' ὀλίγα ἱερὴ ἲς Τηλεμάχοιο φησίν. εἰ γὰρ καὶ κακὸς ὁ Ἀντίνοος, ἀλλ' εἶχε τινὰ ἐφ' οἷς ἐχρῆν αὐτὸν ἐπαινεῖσθαι. (ῃερς. 35.) Τὸ δὲ ἐκγελάσας ἀντὶ τοῦ λίαν γελάσας, κατ' ἐπίτασιν συνήθη τῆς ˉεξ προθέσεως· ἢ οὐ μόνον κατὰ νοῦν γελάσας, ἀλλὰ καὶ ἐκφῄνας τὸν γέλων. καὶ ἔστι τοῦτο ἑτεροῖον τοῦ παρ' Ἡσιόδῳ ἐκγελάσαι τὸν Δία. τὸ μέντοι, γέλω ἔκθανον, μετ' ὀλίγα ὑπερβολὴν δηλοῖ γέλωτος· ἠρεμαιότερον δὲ τὸ, ἴσαν εἴσω ἡδὺ γελόωντες· ὑφειμένον δὲ πάντῃ τὸ, ἀνΐηξαν γελόωντες. Δῆλον δὲ ὅτι οὐχ' ἧττον ἤ περ οἱ Τιρύνθιοι φιλογέλωτες καὶ οἱ μνηστῆρες εἰσὶν ἐν οὐ δέοντι. οὔτε γὰρ σῖνος ἔχουσί τι σωματικὸν οὔτε Ὀδυσσεὺς οὔτε ὁ Ἶρος, οὐδὲ ὅ περ αὐτοῖς γίνεται, γελοιασμὸν ἔχει. ξενίζει γὰρ οὐδὲν, ἄνδρας ἐπαίτας ἐρίζειν περὶ δαιτὸς, εἴ γε καὶ πτωχὸς πτωχῷ φθονέει. καὶ νῦν μὲν ἰδίαις γνάθοις γελῶσιν, ἐν τοῖς ἑξῆς δὲ ἀλλοτρίαις, ὡς ἐκεῖ φανήσεται. καὶ πείσονται τὰ καὶ δακρύων μὲν καὶ γέλωτος δὲ ἄξια. μνηστέον δ' ἐνταῦθα τοῦ μεμψαμένου ἄκαιρον γέλωτα τὸν ἐπ' ἀνθρώποις οἵ περ οὐκ ἂν γελῷντο. Ἀνάχαρσις δὲ ἦν ἐκεῖνος· ὃς ἐν συμποσίῳ, γελωτοποιῶν μέν, φασιν, εἰσαχθέντων, ἀγέλαστος διέμεινε, πιθήκου δὲ ἐπεισαχθέντος ἐγέλασεν, εἰπὼν ὅτι οὗτος μὲν φύσει γελοῖος ἐστὶν, ὁ δ' ἄνθρωπος ἐπιτηδεύεται. καθὰ δήπου καὶ ὁ Ὀδυσσεὺς ἐνταῦθα γελωτοποιὸς μὲν μὴ ὢν, τοῖς δὲ ἀκολάστοις μνηστῆρσι κινήσας γέλωτα, ὁποῖον οὐ μόνον Ἀνάχαρσις ἐμίσησεν, ἀλλὰ καὶ ὁ καλὸς Εὐριπίδης ἐν τῷ, οἳ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους εὐπρεπεῖς ὄντες ἐν γέλωτι. καὶ τοίνυν ἐναριθμητέον ταῖς τοῦ πολυμηχάνου Ὀδυσσέως ἐπινοίαις καὶ τὴν σκευωρίαν ἣν ἐτεχνάσατο σκηνικῶς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς ἐπὶ εὐτελείᾳ καὶ τῷ ἐντεῦθεν γέλωτι, καθὰ καὶ ὅτε τὴν Τροίαν εἰσέδυ τὸ Παλλάδιον ὑφαιρησόμενος. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 37.) Τὸ δὲ, οἵην τερπωλὴν θεὸς ἤγαγεν εἰς τόδε δῶμα, οἰκεῖον λέγεσθαι, ὅτε τί ποθεν ἀστεῖον ἀναφανείη, ὁποῖόν τι καὶ νῦν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, τὸ γελοιαστικὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου ἐπεισόδιον. καθάπαξ γὰρ εἰπεῖν, ὁ διὰ πάσης τῆς Ἰλιάδος σκυθρωπὸς ποιητὴς καὶ ὡς οἷον ἄγριος μυρίας ἱλαρότητας ἐν Ὀδυσσείᾳ σοφίζεται οὐ μόνον ἐν ἐκφράσεσικαὶ ξενικαῖς διηγήσεσι καὶ ἀνδρῶν τρυφώντων ἐκθέσει καὶ ἀοιδῶν αἷς οἱ τοιοῦτοι χαίρουσιν ἀλλὰ καὶ ἐν τῷ σκώπτειν καὶ παίζειν, ὃ καὶ ἐνταῦθα ποιεῖ μετὰ καὶ ποιητικῆς χάριτος. τί γὰρ δεῖ εἰπεῖν καὶ τὰ λοιπὰ οἷς ὅσα καὶ παῖδας ἡδέως τιτθεύει τοὺς ἁπαλωτέρους καὶ ἁπλουστέρους ἀκροατὰς, οὐ μόνον ἐν τοῖς κατὰ τοὺς Φαίακας καὶ τὴν νεκυίαν, ἀλλὰ καὶ τοῖς πρὸς Εὔμαιον λαμπρῶς ἐψευσμένοις, καὶ τοῖς πρὸς Πηνελόπην καὶ Ἀθηνᾶν αὐτήν· οἷς ἐναβρύνων τὸν ῥήτορα Ὀδυσσέα ὁ ποιητὴς ἔφη τὸ, ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. (ῃερς. 39.) Τὸ δὲ ξυνελάσομεν, ἐκ μεταφορᾶς ἔοικε ῥηθῆναι ζῴων, ἃ κατ' ἀλλήλων ὡς εἰς μάχην ἐρεθίζουσί τινες ἢ πληγαῖς ἢ ὠθισμοῖς. ἐπὶ τοιούτων γὰρ κυριολεκτεῖται τὸ ἐλάσαι. (ῃερς. 44.) Τὰς δὲ γαστέρας φύσκας τινὲς τῶν παλαιῶν ἡρμήνευσαν. ἁπλοϊκὸν δὲ καὶ ἀγροτικὸν τὸ εἰς δόρπον τοιαύτας φυλάσσειν κνίσης πεπλησμένας καὶ αἵματος. Πόθεν δὲ ἡ κνῖσα, καὶ ὡς προπερισπᾶται κατὰ Ἡρῳδιανὸν, οὐ προπολλοῦ εἴρηται. Τὸ δὲ κέαται ἤτοι κεῖνται δῆλον ὡς Ἰωνικόν ἐστι, καθὰ σὺν ἄλλοις καὶ τὸ δεδέαται παρ' Ἡροδότῳ ἀντὶ τοῦ δέδενται. (ῃερς. 46.) Τὸ δὲ νικήσει καὶ τὸ κρείσσων τε γένηται, ἐκ παραλλήλου ταυτὸ νοοῦσι, κείμενα καὶ ἐν τοῖς ἑξῆς· ὥς τε καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ, ἀντὶ τοῦ νικητὴς ἐκείνου γένηται. (ῃερς. 55.) Ἐν δὲ τῷ, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς, ἀμφίβολον ποίαν λέγει γαστέρα, εἴτε τὴν ἑαυτοῦ, δι' ἣν πάσχειν εἶπε καὶ πρὸ μικροῦ, εἴτε τὴν ὀπτωμένην καὶ κειμένην ὡς ἐῤῥέθη πρὸς ἔπαθλον. εἰ δὲ ἴσως τὴν οἰκείαν λέγει, πρῶτα μὲν σημείωσαι τὸ κακοεργὸς, εἰς ὃ χρησιμεύει Ἀλέξιδος τὸ, εἴ τις ἀφέλῃ τοῦτ' ἀφ' ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος ἤγουν τὴν γαστέρα, οὐδ' ἂν ἀδικοῖτ' οὐδὲν οὐδεὶς οὔθ' ὑβρίζοιτ' ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνονται τὰ δυσχερῆ. εἶτα θετέον καὶ παρατήρησιν παλαιὰν σκώπτουσαν ῥητορικώτερον τὸν Ὀδυσσέα ἐπὶ λαιμαργίᾳ, λέγουσαν, ὅτι ἐν πολλοῖς Ὅμηρος λαίμαργον αὐτὸν παραδίδωσιν, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε. ὑπερβάλλει δέ, φασι, τῇ λαιμαργίᾳ, καὶ ἔνθα οὐκ ἐν δέοντι γνωμολογεῖ περὶ γαστρὸς, ὃν ἐχρῆν εἰ καὶ ἐλίμωττε διακαρτερεῖν, ἢ ἀλλὰ μετριάζειν τὰ περὶ τροφήν. λέγουσι δὲ καὶ ὅτι ἐν τῷ, πένθος μὲν ἔχω ἐνὶ φρεσὶν, ἡ δὲ γαστὴρ τάδε ποιεῖ, τοιαῦτα Ὀδυσσεὺς ἐλάλησεν, οἷα οὐδ' ἂν ὁ Σαρδανάπαλος εἰπεῖν ἐτόλμησε, γέρων τε ὤν, φασιν, ἤσθιεν ἁρπαλέως κρέατ' ἄσπετα καὶ μέθυ ἡδὺ, ὡς προείρηται. Τὸ δὲ κακοεργὸν τῆς γαστρὸς καὶ τὰς δι' αὐτὴν ἔστιν ὅτε πληγὰς δηλοῖ μὲν καὶ ὁ παρὰ Πέρσαις καλούμενος βασιλέως φίλος, ὃς, καθὰ εἰς πλάτος ἑτέρωθι κεῖται, χαμαὶ καθήμενος καὶ κυνιστὶ σιτούμενος τὸ παρατεθὲν ἔπασχε πάνυ κακῶς· οὐχήκιστα δὲ καὶ ἡ τοῦ Χαλκιδέως Εὐφορίωνος ἱστορία, ὅς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει· καὶ εὑρίσκεσθαι τοὺς ὑπομένοντας τὸ κακόν· πλὴν τἀληθὲς εἰπεῖν, καὶ διὰ γαστέρα, εὐγενῶς δέ πως, καθὰ ἐκείνοις νενόμιστο, καὶ ὥς περ ἂν εἴ τινες θανάτῳ ἐκδιδοῖεν ἀνδρείως ἑαυτοὺς ἐν πολέμοις, ὅπως κατὰ τὴν ἐν Ἰλιάδι ἔννοιαν γυναῖκες καὶ παῖδες καὶ κλῆρος αὐτοῖς ὕστερον περισώζωνται. οὕτω γὰρ καὶ ἐκεῖνοι ἔφερον ἕκαστος ἀφαιρεῖσθαι τῆς κεφαλῆς, ὥς τε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον. φησὶ δὲ ὁ Ἀθήναιοις καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι, καθ' ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. καὶ ὅρα τὸ ἀποτυμπανισθῆναι, ταυτὸν ὂν τὸ, τὴν κεφαλὴν ἀποκοπῆναι. Καινὸν δ' οὐδὲν διὰ πέντε μνᾶς τοὺς εἰρημένους ταῦτα πάσχειν, εἴ γέ τινες τῶν ἐκεῖ καὶ ἄλλως εἰκῇ καὶ πρὸς οὐδὲν χρήσιμον ἐξανιστάμενοι τοῦ συμποσίου καὶ εἰς γῆν ὑπτιάζοντες προεκαλοῦντο τὸν σφάξοντα καὶ ἐσφάζοντο πρὸς ἔνδειξιν ἀλογίστου φερεπονίας. Ἰστέον δὲ καὶ ὅτι γαστρὸς ὁ Ὀδυσσεὺς ἡττώμενος, ὡς ἔφη, ὀρθῶς ἂν γάστρις λέγοιτο παρὰ τὸ γαστρίσαι, ὃ δηλοῖ μὲν καὶ τὸ χορτάσαι, σημαίνει δέ, φασι, καὶ τὸ εἰς γαστέρα πλῆξαι. Καὶ ὅτι, ὥς περ ἀπλήστου σκῶμμα ὁ γάστρις, οὕτω καὶ ὁ γαστρίμαργος καὶ ὁ γαστερόπληξ καὶ ὁ παντοφάρυγξ καὶ ὁ τραπεζεὺς καὶ ὁ τραπεζολοιχὸς καὶ ὁ κνισσολοιχὸς καὶ ὁ ἐνθεσίδουλος ἤτοι ψωμόδουλος· ἔνθεσις γάρ, φασιν, ὁ ψωμός· καὶ ὁ τένθης ὡς λίχνος· τένθη γάρ, φασιν, ἡ λιχνεία· καὶ ὁ θυράπαξ· κατὰ δὲ Ἱππώνακτα καὶ ὁ μεσσηγυδορποχέστης, ἤγουν ὃς μεσοῦντος δείπνου πολλάκις ἀποπατεῖ ὡς πάλιν ἐμπίπλασθαι. (ῃερς. 56.) Τὸ δὲ, ἐπ' Ἴρῳ ἦρα φέρων, τουτέστι χάριν, ὡς προδεδήλωται, παρηχήσεως οὐκ ἀπέοικεν, ὁποῖαι καὶ ἕτεραι προεδηλώθησαν. (ῃερς. 63.) Τὸ δὲ, πλεόνεσσι μαχήσεται, κατὰ ποιότητα προσώπων ἐῤῥέθη. ἄλλως γὰρ τοῦ ξεινοδόκου καὶ τῶν δύο βασιλέων, ἐν οἷς δοκεῖ τὸ πᾶν κεῖσθαι, πλείους πολλῷ οἱ λοιποὶ μνηστῆρες. (ῃερς. 64.) Τὸ δὲ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες, ἢ ἀντὶ τοῦ ἐπαινοῦσι καὶ οἱ βασιλεῖς ὁμοίως τῷ, οἱ δ' ἄρα πάντες ἐπῄνεον, ὅ περ εὐθὺς ἐπάγεται, ἢ ἀντὶ τοῦ, ἐπὶ δὲ, ἤγουν σὺν ἐμοὶ, συγκατατίθενται καὶ οἱ βασιλεῖς, ὁ Εὐρύμαχος δηλαδὴ καὶ ὁ Ἀντίνοος· οὓς, ὡς διείληπται, καταδημαγωγεῖ εὐμεθόδως ὁ Τηλέμαχος, μειλισσόμενος τὸ ὑβριστικὸν αὐτῶν καὶ ἀτάσθαλον. (ῃερς.