Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
540.1.1
) Ὅτι ὁ παραδιδοὺς ἀγαθῷ φίλῳ ξένον τινὰ ἐπὶ φιλοφροσύνῃ ἔχοι ἂν φάναι τὸ, ὦ δεῖνα, σὺ δή μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, ἤγουν φίλει καὶ τίμα εἰσόκεν ἔλθω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς τὸν ῥηθέντα Πείραιον περὶ Θεοκλυμένου. ἐφ' ᾧ δευτέραν σοφωτέραν ταύτην φροντίδα σχὼν ὁ Τηλέμαχος οὐκέτι, ὡς ἐῤῥέθη, παριστᾶν αὐτὸν ἐθέλει τῷ Εὐρυμάχῳ, ἀλλὰ μεταθέμενος τῷ Πειραίῳ παραδίδωσι, δοκιμάσας οὕτω διὰ τὸ μαντικῆς αὐτὸν εὑρεῖν ἐπιστήμονα. (ῃερς. 545.) Σημείωσαι δὲ καὶ ὅτι ὁ καταδεξάμενος ὑποδέξασθαι τὸν, ὡς ἐῤῥέθη, παραδιδόμενον ξένον, εἰκότως πρὸς τὸ εἰσόκε ἔλθω, ἐρεῖ τὸ, ὦ δεῖνα, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις, τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. εἴη δ' ἂν τὸ κομιῶ ἐφερμηνευτικὸν τοῦ φιλέειν καὶ τιέμεν· τούτου γὰρ ἐκεῖνα ἦσαν δηλωτικά. ἔστι δὲ τὸ κομιῶ μέλλων δεύτερος Ἀττικὸς τοῦ κομίζειν ὅμοιος τῷ ἐγγιῶ καὶ βαδιοῦμαι καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ ἡ λέξις τὸ, ἐπιμελείας ἀξιώσω. (ῃερς. 540.) Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Πείραιον υἱὸν ὄντα Κλυτίου Κλυτίδην λέγει κατὰ συγκοπήν. τὸ γὰρ ἐντελὲς Κλυτιάδης ἐστὶν ὁμοίως τῷ Ἀλεξιάδης καὶ τοῖς τοιούτοις. (ῃερς. 553.) Ὅτι τὸ, οἱ μὲν ἀναβάντεςἔπλεον, ἐνταῦθα παραφράζων φησίν· οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, τουτέστιν ἀνωθήσαντες τὴν ναῦν ὑψοῦ ἐν νοτίῳ ὥστε πλέειν. κυρίως γὰρ ὠθεῖν τὸ ἀπὸ χθαμαλωτέρων ἀνάγειν εἰς ὑψηλότερον. (ῃερς. 555.) Ὅτι καὶ ἐνταῦθα τὸν σπουδαίως θέοντα φέρεσθαι λέγει ποσὶν, οὐ μὴν αὐτὸν φέρειν τοὺς πόδας, εἰπών· τὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρα ἵκετο αὐλὴν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι. (ῃερς. 557.) αἷς ὁ συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς· ὅ περ σύστοιχόν ἐστι τῷ, ὅμως δέ τοι ἤπια οἶδε. διὰ δὲ τὸ τοιοῦτος εἶναι καὶ ἐσθλὸς ἐῤῥέθη. Ὅρα δὲ καὶ ὅτι μετρήσας ἤδη τάς τε θηλείας ὕας καὶ τοὺς ἄῤῥενας καὶ εἰς ῥητὸν ἀριθμὸν περιστήσας, ἤγουν εἰς ἐνακοσίους καὶ ἑξήκοντα, ὅμως ἐνταῦθα ὕες μάλα μυρίαι εἶπεν ὁ ποιητὴς, ἐκπλήττειν καὶ οὕτως ἐθέλων τῇ ἀοριστίᾳ τὸν ἀκροατήν. (ῃερς. 556.) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι καὶ ἀῤῥένων συῶν ὄντων, ἔτι δὲ καὶ θηλειῶν, ἐξενίκησε τὸ ἀπὸ μέρους τοῦ τῶν θηλειῶν οὕτω φράσαι τοὺς ὅλους. ἐνεχώρει μὲν γὰρ εἰπεῖν, ὕες μυρίοι οἷσι συβώτης ἐνίαυεν· εἵλετο δὲ Ἰωνικῶς ἅμα καὶ Ἀττικῶς, θηλυκῶς φράσαι, ὕες μυρίαι αἷς ἐνίαυε. (ῃερς. 555.) Τὴν δὲ ῥηθεῖσαν αὐλὴν καὶ αὖλιν παρωνύμως καὶ ἔπαυλιν ἔστιν εἰπεῖν. Τὸ δὲ ἐνίαυεν ἀντὶ τοῦ, ἐνδιέτριβεν, ὅθεν καὶ ἐνιαυτὸς, χρόνος ἐπιμήκης ἔχων τριβήν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἐπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν πόλιν ὑποστροφή. ΟΔΥΣΣΕΙΑΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἀναγνωρισμὸς Ὀδυσσέως ἡ ῥαψῳδία αὕτη ἐπιγέγραπται. ἀνεγνωρίσθη γὰρ ἀναγκαίως ἐνταῦθα τῷ υἱῷ Τηλεμάχῳ, ἵνα προβουλεύσωνται. (ῃερς. 2.) Ὅτι τὸ, ἐντύνοντ' ἄριστον ἅμα ἠοῖκηάμενοι πῦρ, δεῖπνον δηλοῖ σκευάζεσθαι τῷ Εὐμαίῳ καὶ τῷ Ὀδυσσεῖ. διὸ καὶ πρὸ ὀλίγων ἐῤῥέθη τὸ, ἅμα ἠοῖ φαινομένῃ δειπνήσας. ταυτὸν οὖν ἐνταῦθα δεῖπνον καὶ ἄριστον συνωνυμίας λόγῳ, γενόμενα τὸ μὲν παρὰ τὸ δεῖ πονεῖν, τὸ δὲ παρὰ τὸ ἄρην τηνικαῦτα συνίστασθαι, ὥς περ αὖ πάλιν ἑσπέρας δόρυ παύεται, τουτέστι πόλεμος, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι ἅπαξ ἐνταῦθα ἡ τοῦ ἀρίστου λέξις εἴρηται καὶ ἅπαξ ἐν Ἰλιάδι, καὶ ἐλέχθη περὶ τούτου καὶ ἐκεῖ. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ ἀρίστου καὶ δείπνου καὶ τῶν τούτοις ὁμοστοίχων καὶ τοιαῦτα τινά. ἄριστον, τὸ ἀκράτισμα, ἤγουν τὸ πρωϊνὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμόν, φησι, καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς. προφέρει δὲ ὁ αὐτὸς καὶ χρήσεις, ἐν αἷς καὶ τὸ, ἀκρατιοῦμαι μικρὸν εἶθ' ἥξω πάλιν. λέγει δὲ καὶ ὅτι Φιλήμων τροφαῖς τέσσαρσι χρᾶσθαι φησὶ τοὺς παλαιοὺς, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ· καὶ ὅτι τὸν μὲν ἀκρατισμὸν διανηστισμὸν ἐκεῖνοι ἔλεγον, τὸ δὲ ἄριστον δορπηστὸν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἔστι δέ, φησιν, ἡ τάξις τῶν ὀνομάτων καὶ παρ' Αἰσχύλῳ, ἐν οἷς παράγει τὸν Παλαμήδην λέγοντα οὕτω· σῖτον δ' εἰδέναι διώρισα, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι τρία. τῆς δὲ τετάρτης, φησὶ, τροφῆς οὕτω μέμνηται Ὅμηρος· ἔρχεο δειελιήσας, ὃ καλοῦσι τινὲς δειλινὸν βρῶμα, μεταξὺ ὂν τοῦ ὑφ' ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. ὅτι δὲ τοῦτο ἤγουν τὸ δειελιήσας ἀντιλέγεται ὡς μὴ δηλοῦν τετάρτην τροφὴν, ἐπεὶ μηδὲ οἶδεν Ὅμηρος τροφὰς ἐφ' ἑκάστης ἡμέρας τέσσαρας, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὡς ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν, ὃ ἡμεῖς ἄριστον φαμέν· δόρπον δὲ τὸ ἑσπερινόν. ἐπὶ δὲ τούτοις ἐπικρίνει συνωνυμεῖν τὸ ἄριστον τῷ δείπνῳ ἐξ Ὁμηρικῆς χρήσεως ὡρμημένος. (ῃερς. 4.) Ὅτι τὸν Τηλέμαχον ἐλθόντα περίσαινον κύνες ὑλακόμωροι, οὐδ' ὕλαον προσιόντα. ἐνόησε δὲ ὁ ἐμφρόντις Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, ἤγουν περιῆλθεν αὐτὸν ὁ κτύπος τῶν ποδῶν τοῦ υἱοῦ. οὕτω καὶ ὁ γέρων Νέστωρ ἐν Ἰλιάδι νοεῖ πρὸ τῶν ἄλλων τὸ ἐλπιζόμενον, ὅτε φησὶν ἐκεῖνος, ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. καὶ εἰκότως ταῦτα. ἐκεῖ τε γὰρ ὁ Νέστωρ ἐφ' οἷς ἐλπίζει ἐγρήγορε. καὶ νῦν δὲ ὁμοίως ὁ Ὀδυσσεὺς προσδοκῶν τὸν υἱόν. (ῃερς. 8.) διὸ καὶ λέγει πρὸς Εὔμαιον· ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ' ὑλάουσιν ἀλλὰ περισαίνουσι. ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω, ὃν κτύπον ἀνωτέρω ἔφη ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. οὐκ ἔχει δὲ καιριωτέραν ἐπὶ κυνῶν λέξιν εἰπεῖν τοῦ σαίνειν καὶ τοῦ ὑλάειν, ἐξ οὗ παράγωγον τὸ ὑλάσσειν καὶ τὸ ὑλακτεῖν. ὧν ἀγριώτατον μὲν ἡ ὑλακὴ, ἐξ οὗ κύνες ὑλακόμωροι, ὡς προδεδήλωται· πραῢ δὲ τὸ σαίνειν, παραχθὲν ἐκ τοῦ τὸ οὐραῖον τηνικαῦτα σείεσθαι. ἀπὸ γὰρ τοῦ σέω, σῶ, ἐξ οὗ τὸ σείω, ἐξ αὐτοῦ καὶ τὸ σαίνω, κυριολεκτούμενον μὲν ἐπὶ κυνῶν, ἤδη δὲ καὶ ἐπὶ ἑτέρων ζῴων, μεταφερόμενον δὲ τροπικῶς καὶ εἰς τοὺς ὑπούλους καὶ κολακικοὺς, ἔτι δὲ καὶ εἰς τοὺς λαιθάργως δάκνοντας. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη, σέω, οὗ παράγωγα τὸ σείω καὶ τὸ σαίνω, προῆλθε καὶ τὸ σήθω, ἀφ' οὗ καὶ σητάνειος ἄρτος, καὶ τηλία, ἧς χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐκεῖθεν δὲ καὶ τὸ σόω, οὗ σύνθετον παράγωγον ὁ λαοσσόος Ἄρης, ὅ περ εἰκὸς γενόμενον σούω προσλήψει τοῦ ˉυ σχεῖν ῥῆμα ἐκ κινήσεως Λακωνικὸν τὸ ἀπέσσουα, ἤγουν ἀφώρμησεν, ἀπῆλθεν, ἀπέθανεν. καὶ τὸ σούσθω δὲ παρὰ Σοφοκλεῖ ἐκ τοῦ σόω, θέματος ὥρμηται. σοέσθω γὰρ ἐκεῖθεν καὶ κράσει σούσθω. ἔτι ἐκ τοῦ σέω σῶ ἐκείνου τοῦ πρώτου καὶ τὸ σύω τὸ ὁρμῶ. τοῦ δὲ σαίνειν σύνθετον τὸ σαίνουρον, πρὸς ἀναλογίαν τοῦ λόφουρον, ἴσως δὲ καὶ ὁ σάννας ἢ σάννος ἐξ αὐτοῦ παρῆκται, ὃς ὅτι τὸν εὐήθη σημαίνει, ἀλλαχοῦ ἐγράφη. καὶ τοῦτο μὲν τοιοῦτον. Δῆλον δὲ ὅτι διὰ τὸ, ὡς ἐῤῥέθη, καίριον ἐπέμεινε καὶ τῇ τοῦ σαίνειν λέξει καὶ τῇ τοῦ ὑλάειν. (ῃερς. 4.) Ὅρα δὲ ὡς τὸ μὲν ὑλακόμωροι ἐκτείνει τὴν ἄρχουσαν, τὸ δὲ ὕλαον καὶ τὸ οὐχ' ὑλάουσι συστέλλει αὐτήν. (ῃερς. 10.) Ἰστέον δὲ ὅτι τὸ, ἀλλὰ περισαίνουσιν, ἀναγκαίως πρόσκειται. οὐ γὰρ ἁπλῶς φίλου ἥκοντος σύμβολον τὸ μὴ ὑλάειν τοὺς κύνας, εἰ μὴ καὶ περισαίνουσι. (ῃερς. 6.) Τὸ δὲ περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν ἐσχημάτισται. τὸ γὰρ ὀρθὸν καὶ σαφὲς καὶ κοινὸν ἦν τὸ, σαίνοντάς τε κύνας κτύπον τε ποδῶν. ὁ δὲ, ὑποστίξας εἰς τὸ κύνας, ἐπήγαγεν ὡς ἀπὸ ἄλλης ἀρχῆς ἰδικὴν ἔννοιαν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδῶν. ἔστι δὲ τὸ περιῆλθε ταυτὸν τῷ ἠκούσθη, περὶ αὐτὸν ἦλθε. παρὰ δὲ τοῖς ὕστερον περιελθεῖν λέγεται καὶ τὸ ὑπούλως μετελθεῖν, καὶ τὸ κατεργάσασθαι δὲ, οἷον, περιῆλθε τὸν δεῖνα τὸ φάρμακον. δῆλον δὲ καὶ ὅτι ταυτὸν τὸ, περὶ δὲ κτύποςἦλθε ποδοῖϊν, καὶ, ποδῶν δ' ὑπὸ δοῦπον ἄκουσεν. (ῃερς. 8.) Ἐν δὲ τῷ, ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, διορίζει τοῦ ἑταίρου τὸν γνώριμον. καὶ ἴσως μὲν τιμιώτερον ὁ ἑταῖρος τοῦ ἁπλῶς γνωρίμου. ἴσως δὲ καθολικώτερόν τι ὁ γνώριμος, περιέχων τόν τε ἑταῖρον καὶ τοὺς ἄλλους ὁπωσοῦν συνήθεις. ἅπαξ δέ, φασιν, ὧδε ἡ τοῦ γνωρίμου κεῖται λέξις. Τὸ δὲ ἄλλος, ἑτεροιότητα δηλοῖ γνωρίμου καὶ ἑταίρου, καὶ οὐκ ἔστι κατὰ τὸ κοινὸν σύνηθες, οἷον τὸ, οὐχ' οὗτος ἐστὶν ἀλλὰ ἄλλος, καθ' ὃ σημαινόμενον μετ' ὀλίγα κεῖται τὸ, (ῃερς. 34.) ἠέ τις ἀνδρῶν ἄλλος ἔγημεν, ὃς δὴ ἄλλος ἀντιδιαστέλλεται πρὸς τὸν Ὀδυσσέα. Σημείωσαι δ' ἐν τοῖς περὶ τοῦ ὑλάειν ῥηθεῖσι καὶ ὅτι τὸ αὐτὸ καὶ ῥάζειν καὶ ῥοίζειν λέγεται. φέρεται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ῥάζειν καὶ ῥοίζειν κυρίως μὲν τὸ ὑλακτεῖν· μετήνεκται δὲ καὶ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας. (ῃερς. 11.) Ὅτι ἀπόβασιν δηλοῖ στοχαστικοῦ λόγου τὸ, οὔ πω πᾶν εἴρηται ἔπος ὅτε τόδε τι γέγονεν, οἷον ἐνταῦθα, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισιν. ἅμα γὰρ Ὀδυσσεὺς ἔφη ὡς ἥξει τις καὶ εὐθὺς ἐπέστη ὁ Τηλέμαχος. οἷς ἐπάγων τὰ εἰκότα ὁ ποιητὴς φησί· (ῃερς.