Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
544.1.1
) Μέλαθρον δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἐξέχον τῆς δοκοῦ μέρος, οὕτω λεγόμενον διὰ τὸ μελαίνεσθαι καὶ θέρεσθαι ὑπὸ ἡλίου. (ῃερς. 547.) Τὸ δὲ, οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐσθλὸν, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἐμφανῶν ἀγαθῶν. ἀντίκεινται δὲ τὸ ὄναρ καὶ τὸ ὕπαρ. καὶ γίνεται ὄναρ μὲν παρὰ τὸ ὂν καὶ τὸ αἴρειν, ὕπαρ δὲ παρὰ τὸν ὕπνον καὶ τὸ αἴρειν, ἵνα εἶεν ὕπαρ μὲν ὕπνου ἄρσις διὰ τὴν ἐγρήγορσιν, ὡς οἱονεὶ ὕπναρ, ὄναρ δὲ παρὰ τὴν τοῦ ὄντος ἄρσιν· φαντασίᾳ γὰρ τὰ καθ' ὕπνους καὶ οὐκ ἐν ὀντότητι. (ῃερς. 550.) Τὸ δὲ, πότμον ἐφήσω, ἢ ἀντὶ τοῦ ἐπιπέμψω, διά τινων δηλαδὴ βολῶν, ὡς ἀπὸ τοῦ ἵημι ἥσω, ἀφ' οὗ καὶ ἥμων ὁ ἀκωντιστής· ἢ ἀστειότερον ἀντὶ τοῦ ἐντελοῦμαι, ἀπὸ τοῦ ἐφίημι, ὅθεν καὶ ἐφετμὴ ἡ ἐντολὴ, ἵνα λέγῃ, ὅτι ὄλεθρον ἐντελοῦμαι αὐτοῖς, ὁποῖον ἐπετείλατό τισι Παλλὰς Ἀθήνη ἐν τοῖς πρὸ τούτων. (ῃερς.

Intertext edge

Open linked passage

Note