Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
553.1.1
) Πύελος δὲ συνήθως ἡ λεκανίς. οὐκ ἂν δὲ ἴσως αὕτη παρὰ τὸ πτύειν γίνοιτο, ἀλλὰ παρὰ τὸν πυὸν, ὅς ἐστιν ἀπάνθισμα γάλατος, καθὰ δηλοῦται ἀλλαχοῦ, ὡς τοιούτων ἴσως ἀγγείων ξυλίνων χρησιμευόντων εἰς ὑποδοχὴν πυοῦ τοῖς νομεῦσι κατὰ τοὺς προῤῥηθέντας γαυλούς. (ῃερς. 555.) Τὸ δὲ, ὑποκρίνασθαι ὄνειρον, τὸν ὀνειροκρίτην συντίθησι. (ῃερς. 556.) Τὸ δὲ, ἄλλῃ ἀποκλίναντα, πρωτότυπόν τί ἐστι τοῦ παρακλιδὸν ἐπιῤῥήματος, οὗ χρῆσις ἐν τῷ, οὐκ ἂν ἄλλα εἴποιμι παρακλιδὸν, ἤγουν ἀποκλίνας τῆς ἀληθείας. (ῃερς. 560.) Ὅτι δόξαν τῷ ποιητῇ φιλοσοφῆσαί τι περὶ ὀνείρων ὡς πῇ μὲν ψευδομένων, πῇ δὲ καὶ ἀληθῆ τινὰ δηλούντων, πλάττει τὴν Πηνελόπην μετὰ τὴν, ὡς ἐῤῥέθη, λύσιν τοῦ κατὰ τοὺς χῆνας ὀνείρου λέγουσαν τῷ ὀνειροκρίτῃ Ὀδυσσεῖ οὕτω· ξεῖνε, ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίνονται. (ῃερς. 561.) οὐδέ τι πάντα, τὰ τῶν ὀνείρων δηλαδὴ, τελείεται ἀνθρώποισι. καὶ τοῦτο μὲν γνωμικῶς ἐῤῥέθη. (ῃερς. 562.) τὸ δὲ ἐφεξῆς τέρας ἔχει τι συμβολικόν. ἐπάγει γάρ· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι· τῶν οἳ μὲν ἂν ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἱ δ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντες. οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. (ῃερς. 568.) ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ γὰρ ἂν ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο, ἀλλὰ δηλονότι ἐκ τῆς ἐλεφαντίνου πύλης ὁ κατὰ τοὺς χῆνας ἦλθέ μοι ὄνειρος. ὀκνεῖ γὰρ πεισθῆναι ἡ Πηνελόπη ὡς τῶν τοσούτων μνηστήρων περιγενήσεται μόνος ὁ Ὀδυσσεύς. (ῃερς.

Intertext edge

Open linked passage

Note