Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
558.1.1
) οὐδέ τις θάνατον καὶ Κῆρας ἀλύξει. τοῦτο δὲ ταυτὸν μὲν τῷ, μνηστῆρσι φαίνεται ὄλεθρος πᾶσι, σαφέστερον δέ ἐστιν ἐκείνου. δῆλον δὲ, ὡς κἀνταῦθα διττολογεῖ ἡ τοιαύτη ἔννοια διὰ τὸ χαίρειν αὐτῇ τὸν λαλοῦντα. ὅραμα δὲ ὁ ῥηθεὶς ὄνειρος, οἷα οὕτως ἀπεκβὰς ὡς ἐθεάθη. δοκοῦσι δὲ ἀληθεύειν οἱ καθ' ὕπνους ἑρμηνευθέντες ὄνειροι. Ἰστέον δὲ ὅτι τε οὓς ὀνείρους ἀληθεῖς ὄντας καὶ αὐτόχρημα οὕτως ἐκβάντας καθὰ ὡράθησαν ἐν ὕπνοις ὁράματα καλοῦμεν, θεωρηματικοὺς ἐκάλουν οἱ παλαιοὶ, ὁποῖος κἀνταῦθα ὁ τῆς Πηνελόπης, καὶ ὅτι διττοὶ κατ' ἐκείνους οἱ ὄνειροι· οἱ μὲν γὰρ ἀλληγορικοὶ, οἱ ἄλλα δι' ἄλλων ἀγορεύοντες, οἱ δὲ θεωρηματικοὶ, οἱ τῇ ἑαυτῶν, φασὶ, θέᾳ προσεοικότες. καὶ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἐναργῶς ἐδήλου τὰ κατὰ τῶν μνηστήρων διὰ τῆς μιᾶς χηνός. οὐδὲ γὰρ ἦν πλεῖόν τι ἐκεῖ γενέσθαι. ὁ δὲ τοῦ ὀνείρου ἀετὸς ἄλλως ποιεῖ πετόμενος αὐτόνομα καὶ οὐδὲ κάμνειν εἰδώς. (ῃερς. 539.) ἀρσενικῶς δὲ νῦν οἱ χῆνες προφέρονται, ὡς δηλοῖ τὸ, πᾶσιν αὐχένας ἦξε, καὶ, κέχυντο ἀθρόοι, καὶ, πυρὸν ἐρεπτομένους. καὶ ἔστιν Ἰωνικὸν μὲν ἡ χὴν, κοινὸν δὲ οἱ χῆνες. ἤδη δὲ καὶ οἰκεῖον καὶ αὐτὸ τοῖς καὶ ὑπερφιάλοις καὶ ἀγήνορσι μνηστῆρσιν. (ῃερς. 535.) Ὑποκρίνασθαι δὲ ἐν Ἰλιάδι μὲν τὸ ἁπλῶς ἀποκρίνασθαι, ὧδε δὲ τὸ ἐπὶ ὀνείρου λύσει θέσθαι ἀπόκρισιν. (ῃερς. 536.) Τὸ δὲ, πυρὸν ἔδουσι, πυρὸν ἐρέπτεσθαι μετ' ὀλίγα εἶπεν, ὅ πέρ ἐστιν οἰκειότερον ἐπὶ ζῴων ἀλόγων, ὡς ἐφάνη πολλαχοῦ. Βιωτικὸν δὲ τὸ, πυρὸν ἔδουσιν ἐξ ὕδατος, ὡς οὕτω πιαινομένων χηνῶν. οἷς ἐοίκασιν οἱ μνηστῆρες διὰ τὸ ἀδηφάγον καὶ οἰκουρὸν καὶ τὸ τῇ τρυφῇ ἐπιχαίνειν, ὅ πέρ ἐστιν ἐτυμολογία χηνῶν. δοκεῖ δὲ καὶ ἀγαθὸς εἶναι πιαίνειν χῆνας ὁ πυρὸς, ἄλλο τι ὢν παρὰ τὸν σῖτον, ὡς ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 537.) Τὸ δὲ, ἰαίνομαι εἰσορόωσα, γυναικείας ἀφελείας ἐστίν. ἀφελὲς δὲ καὶ τὸ ὅλον τοῦτο χωρίον. διὸ καὶ γλυκύ ἐστι. (ῃερς. 538.) Τίς δὲ ὁ ἀγκυλοχείλης αἰετὸς, ἐν τῇ Ἰλιάδι ἀκριβῶς δεδήλωται. Ἐξ ὄρους δὲ ὁ τοιοῦτος ἀετὸς ἐφάνη ἐλθεῖν, ὃν τρόπον καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἡ ἐναργὴς οἰωνοσκοπίαπερὶ τοῦ Ὀδυσσέως ἐδήλωσε. (ῃερς. 539.) Τὸ δὲ, αὐχένας ἦξε, διαλυθὲν σαφέστερον φράζεται, οἷον, αὐχένας ἔαξεν. ἄλλως μέντοι συνέμπτωσιν ἔχει πρὸς ἀόριστον τὸν δηλοῦντα τὸ ἤγαγε. Φυσικῶς δὲ κατὰ ἰδιότητα, καθὰ λέοντες, οὕτω καὶ ἀετοὶ τῶν ἁλισκομένων τοὺς αὐχένας ἀγνύουσιν, ἐκκλίνοντες τὴν ὡς εἰκὸς ἐκ τῆς κεφαλῆς ἐπιβουλήν. Τὸ δὲ, οἱ δ' ἐκέχυντο, πάνυ καιρίως ἔχει. κεχύσθαι γὰρ κατὰ γῆς δοκεῖ τὰ παρειμένα σώματα. (ῃερς. 540.) Ὅρα δὲ καὶ τὸ αἰθέρα ἢ ἠέρα θηλυκῶς λεχθὲν, ὡς καὶ ἐν ἄλλοις γίνεται. ἐς αἰθέρα γάρ, φησι, δῖαν ἀέρθη. (ῃερς.

Intertext edge

Open linked passage

Note