Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
562.1.1
) Ἰστέον δὲ ὅτι τὰς τῶν ὀνείρων ταύτας θύρας ἐξέτριψαν πολλοὶ τῶν σοφῶν, οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως δι' αὐτῶν ὁδεύσαντες. καὶ οἱ μὲν ἀκολουθοῦντες τῷ ποιητῇ καὶ ἐξ αὐτοῦ ἔχοντες ἀφορμὰς οὕτω πως τὰς τοιαύτας ὑπανοίγουσι θύρας τοῖς ἐθέλουσι θεωρεῖν τὰ κατ' αὐτὰς, λέγοντες αἴνιγμα τὸν λόγον εἶναι, βουλόμενον εἰπεῖν, ὡς οὐ πάντες οἱ ὄνειροι ἀληθεῖς, ἀλλ' οἱ μὲν αὐτῶν τοιοῦτοι, οἱ δὲ ψευδεῖς. διὸ λέγειν τὸν ποιητὴν κερατίνην μὲν πύλην, ὅθεν οἱ ἀληθεῖς καὶ ἔτυμα κραίνοντες, παρηχουμένου πως τοῦ κραίνειν τοῖς κέρασιν, ὡς ἐκ τοῦ κέρας κεραίνω καὶ κραίνω· ἐλεφαντίνην δὲ, ὅθεν οἱ ψευδεῖς καὶ ἐλεφαιρόμενοι, ὅ ἐστι παραλογιζόμενοι, ἀπατῶντες, καὶ ἔλπεσθαι μόνον ποιοῦντες. ἐντεῦθεν γὰρ τὸ ἐλεφαίρω, ὡς οἷον εἰπεῖν, ἐλπαίρω, οὗ χρῆσις καὶ ἐν Ἰλιάδι. οὐδ' ἂρ Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων· ὅ ἐστιν ἀπατήσας, βλάψας. ἐντεῦθεν δὲ ἔστι πορίσασθαι, ὡς εἴ γε τὸ ἐλεφαίρειν ἐκ τοῦ ἔλπειν γίνεται, εἶεν ἂν προσφυεῖς ἀλλήλοις καὶ ὁ Ἐλπήνωρ καὶ ὁ Ἐλεφήνωρ, οὐ πρὸς ἔμφασιν μέντοι ψόγου, εἴ γε μὴ ὅτε ὁ δόλων ἆτος Ὀδυσσεὺς μήτε ὁ κλεπτοσύνῃ τε ὅρκῳ τε κεκασμένος βασιλεὺς ψογερῶς περιέλκονται. καὶ οὕτω μέν τινες θυροκρουστοῦσι τὰς τῶν ὀνείρων πύλας. Ἕτεροι δὲ ὁμοίως μὲν, κατὰ δὲ ἀλλοίαν ἐπιβολὴν κερατίνην μέν φασι τὴν ἀληθῆ καὶ διαφανῆ, ἐλεφαντίνην δὲ τὴν ἀσαφῆ καὶ συγκεχυμένην. ἐπεὶ διὰ κέρατος μὲν ἔστιν ἰδεῖν ἐνοπτρισάμενον, δι' ἐλέφαντος δὲ οὒ, ὡς οὐδὲ διὰ γάλακτος. Τινὲς δὲ συμβολικώτερον ἄλλως ἐκδεξάμενοι τὸν λόγον κερατίνην μὲν πύλην τοὺς ὀφθαλμοὺς ἀπέδωκαν κατὰ τὴν ἐκ μέρους συνεκδοχὴν, ὅ ἐστι σύλληψιν· ἐπεὶ κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸστόμα διὰ τοὺς ἐλεφαντόχρωτάς φασιν ὀδόντας, ἵνα λέγῃ συμβολικῶς ἡ σοφὴ Πηνελόπη πιστότερα τῶν ἁπλῶς οὕτω λεγομένων εἶναι τὰ ἐξ ἀποτελέσματος ὁρώμενα. διὸ καὶ τοῖς περὶ Ὀδυσσέως ὀνειροκριτικῶς λεγομένοις πιστεύειν δηλαδὴ, ὅτε ἂν ἴδοι αὐτά. Ἄλλοι δὲ κέρασι μὲν εἴκασαν τοὺς οὐρανίους ὀνείρους, οὓς καὶ διοπέμπτους ἔλεγον καὶ ἀληθεῖς· ἐπεὶ καὶ τὰ κέρατα εἰς ὕψος ἀνέχουσιν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. δηλοῖ δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς τοὺς μὲν οὐρανίους ἐν τῷ, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστι, τοὺς δὲ χθονίους ἐν τῷ, Λευκάδα πέτραν καὶ Ἠελίου πύλας καὶ δῆμον ὀνείρων. ἐθέλει οὖν εἰπεῖν ἡ γυνὴ, ὡς ἐμοὶ ὁ θεαθεὶς ὄνειρος οὐκ ἦν ἐκ Διὸς, ἀλλά ποθεν κάτωθεν. Εἰσὶ δὲ οἳ καὶ οὕτως ἐνόησαν, ὡς ὅσα μέν τις ἴδοι πλησάμενος τροφῆς ᾗ καθυπουργοῦσιν οἱ ἐλεφαντοφανεῖς ὀδόντες, ταῦτα ψεύδονται· ὅσα δὲ φαντασθείη ὁ νήφων καὶ ἀναπεπταμένος ὑψοῦ καὶ ἄνω νεύων κατὰ τὸ κέρας τὸ ἀγχιστεῦον τῷ τῆς κεφαλῆς ἡγεμονικῷ, ταῦτα δὲ ἀληθῆ εἰσί. καὶ τοῦτο δέδωκεν ἀρχὴν τῷ Ἰταλῷ ἐν τῷ περὶ ὀνείρων λόγῳ εἰπεῖν τὸ ᾀδόμενον, ὅ πέρ ἐστι τοιοῦτον προσφωνηθέν τινι βασιλεῖ· τὸ δὲ εἶναι νηστείας τὸ κέρας σύμβολον καὶ τοῦ ἕλε φάγε τὸν ἐλέφαντα, καλὸν μὲν, ὦ βασιλεῦ, ἀλλὰ δημῶδες εἰπεῖν. ἐθέλει τοίνυν εἰπεῖν κατὰ τὸν λόγον τοῦτον ἡ Πηνελόπη, ὡς ὁ περὶ τῶν χηνῶν ὄνειρος οὐ νήφοντος ἦν λογισμοῦ, ἀλλὰ δηλαδὴ τοῦ ἀνάπαλιν, ἤτοι ὡς εἰπεῖν ἐξ ὀδόντων, ὅ περ ὤκνησεν εἰπεῖν ὡς μὴ αὐτῆς ἄξιον, εἰποῦσα μὲν τὴν ἄρσιν τὸ μὴ ἐκ τοῦ κατὰ κεφαλὴν ἡγεμονικοῦ τὸν ὄνειρον εἶναι, σιγήσασα δὲ τὴν θέσιν τὸ, ἀλλ' ἐκ πλησμίου τροφῆς. ὁ δ' αὐτὸς Ἰταλὸς καὶ ἐκ τῆς ἐνταῦθα ῥηθείσης τετάρτης ἐννοίας ὡρμημένος τῆς κατὰ τοὺς οὐρανίους καὶ χθονίους ὀνείρους γράφει, ὡς ἡ φαντασία δύναμίς ἐστι ψυχικὴ τῶν τε ἁπλουστέρων μεταίχμιος καὶ τῶν παχυτέρων καὶ γεωδεστέρων. καὶ τούτων τὸ μὲν κέρας, τὸ δὲ ἐλέφας, φησὶν, ὀνομάσθη, ὡς τοῦ μὲν εἰς ὕψος ὁρῶντος καὶ ἄνω ὄντος, καθὰ καὶ τῶν παχυτέρων ὑπέρκειται τὰ ἁπλούστερα· τοῦ δὲ τῇ προνομαίᾳ νενευκότος εἰς ἔδαφος, καὶ τοῦ μὲν νοῦ τυγχάνοντος, τοῦ δὲ αἰσθήσεώς τε καὶ τῶν ἑπομένων αὐτῇ. οἱ μὲν οὖν ἐξ ἐλεφάντων ὄνειροι ἐξ αἰσθήσεώς εἰσιν, ἢ μᾶλλον εἰπεῖν, ἐκ γῆς μελανοπτερύγων μητρὸς ὀνείρων· οἱ δ' ἐκ κεράτων ἐκ μετεώρου τινὸς, καὶ ὡς εἰπεῖν, οἱ μὲν ἐκ νοῦ καὶ νοερᾶς καταστάσεως, οἱ δὲ ἔκ τινων σωματικῶν καὶ ἀλόγων δυνάμεων· ὅθεν οἱ μὲν ἀληθεῖς ὡς ἐκ χωρίων ἀληθινῶν εἰς φαντασίαν νεύοντες, οἱ δὲ ψευδεῖς ὡς κάτωθεν εἰς αὐτὴν ἀναβαίνοντες καὶ τὸ εἰλικρινὲς θολοῦντες αὐτῆς καὶ ἀμαυροῦντες τὸ καθαρώτατον. καὶ οὕτω μὲν καλὰ ταῦτα. πολλῶν δὲ ὄντων ἃ σεμνύνει τὸν ἐλέφαντα καὶ τὸ εὐγενὲς καὶ θέας ἄξιον ζῷον, ἰδοὺ καὶ Ὁμηρικὸν εἰς ἐκεῖνον πεπόρισται σέμνωμα τὸ κατὰ τὴν ὀνειρείαν ἐλεφαντίνην πύλην. περιᾴδεται οὖν καὶ αὐτὴ οὐδὲν ἧττον ἤ περ αἱ θεωρικαὶ καὶ ξυνωρίδες τῶν ἐλεφάντων καὶ τὰ κατὰ πόλεμον ἀγήματα τῶν αὐτῶν. ἱστορεῖται γάρ που ὥς περ ἄγημα στρατιωτῶν ἀθανάτων καὶ μηλοφόρων, οὕτω καὶ ἄγημα ἐλεφάντων. τακτικὴ δὲ λέξις τὸ ἄγημα, ἴσως μὲν παρὰ τὸ ἄγειν γεγονυῖα, ἴσως δὲ παρὰ τὸ ἀγῶ ἀγήσω, διὰ τὸ ἐκπλήττειν καὶ θαυμάζεσθαι. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι τοῦ ἀληθοῦς ὀνείρου ἐτυμολογουμένου ἀπό τε τοῦ, αὐτὸ τὸ ὂν εἴρειν, ἔτι δὲ καὶ ἀπὸ τοῦ ὀνέω τὸ ὠφελῶ, ἐξ οὗ καὶ τὸ ὄνειαρ πλεονασμῷ τοῦ ἰῶτα, ὠνόμασέ τις ὄνειαρ καὶ αὐτὸ τὸ ὄνειρον, οἷον, ὄνειαρ κεράτων οὐδ' ἐλέφαντος ὄν. ἐξ οὗ δῆλον, ὅτι οὐκ ἐπὶ βρωμάτων μόνον λέγεται τὸ ὄνειαρ, ἀλλὰ πᾶν εἰς ὄνησιν ἐπιτήδειον οὕτω καλεῖται, ὁποῖόν τι καὶ ὁ ἀληθὴς ὄνειρος. οἱ γλωσσογράφοι μέντοι ἐπὶ βρώματος τὴν λέξιν ἰδίασαν. (ῃερς. 560.) Ἀμήχανοι δὲ ὄνειροι, πρὸς οὓς οὐκ ἔστι κρίσιν τινὰ ὡρισμένην τεχνήσασθαι ἤτοι μηχανήσασθαι. διὸ καὶ ἀκριτόμυθοι οἱ αὐτοί. σαφεστέρα δὲ τούτου ἑρμηνεία τὸ, οὐδέ τι πάντα τελείεται ἀνθρώποις, ἀλλ' εἰσὶν οἳ καὶ μάτην ἁπλῶς οὕτω βλέπονται, ἀμηχανίαν ἐμποιοῦντες καὶ ἀκριτομυθίαν τοῖς κατασκεπτομένοις αὐτούς. Ἀμενηνοὶ δὲ ὄνειροι οἱ φαντασιοῦντες μὴ στερεμνίως τὰ βλεπόμενα καὶ ὡς εἰπεῖν μετά τινος μένους. εἴρηται δὲ καθ' ὁμοιότητα τῶν ἀμενηνῶν ἐν Ἅιδου εἰδώλων τῶν ἐν τῇ νεκύιᾳ διὰ καὶ τὸ συγγενῶς ἐκεῖνα πρὸς τοὺς ὀνείρους ἔχειν κατὰ τὸ, ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται. (ῃερς. 565.) Τοῦ δὲ ἀκράαντα τὸ ῥῆμα κραιαίνω, ὥς περ τὸ κραίνω τοῦ ἄκραντα, οἷον, ἄκραντα γαρύετον. (ῃερς.