Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
568.1.1
) Αἰνὸν δὲ ὄνειρον ἢ τὸν σκοτεινὸν, ὡς καὶ ἐπαινὴ Περσεφόνεια ἡ αἰανὴ, ἢ τὸν αἰνιγματώδη παρὰ τὸ αἶνος, ὃς δηλοῖ ποτὲ καὶ τὸ αἴνιγμα, καθὰ πολλαχοῦ ἐφάνη. (ῃερς. 570.) Ὅτι τὸ ἐν ποιήσει εὔπλαστον κατορθῶν πανταχοῦ μάλιστα ὁ ποιητὴς θαυμαστός ἐστι καὶ ἐνταῦθα εὐμεθόδως ἀπὸ τῶν ἄρτι προλαλῶν καὶοἷον προοιμιαζόμενος τὴν κατὰ τῶν μνηστήρων μάχην. ποιεῖ γοῦν τὴν Πηνελόπην οἷς οὐ μόνον ἄλλοι, ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ἐθέλει γήμασθαι αὐτὴν, ᾧ ἂν βούλεται, μελετῶσαν καὶ αὐτὴν ἀναγκαίως τὸ τοιοῦτον ἔργον. καὶ τοίνυν ἐπεὶ πρὸ βραχέων ἔφη τὸν ἄριστον αἱρήσεσθαι εἰς ἄνδρα, βουλεύεται αὐτὴ διακρῖναι τὸν τοιοῦτον καὶ νοεῖ πρὸς παράδειγμα τὸν Ὀδυσσέα ἐξευρεῖν αὐτὸν, καὶ ἆθλον ἐκείνη ἐξενεγκεῖν πελέκεας δώδεκα δι' ὧν ἐκεῖνος ὠΐστευε, καὶ τὸν ἰσχύσαντα οὕτω διοϊστεῦσαι λαβεῖν ἄνδρα, ὡς ἐοικότα τῷ πάλαι ἀνδρί. καὶ οὕτω παρ' ἑαυτὴν τὸ βούλευμα στήσασα κατὰ ψυχὴν ἐκκαλύπτει ἄρτι τῷ δῆθεν ξείνῳ, οἷα γνοῦσα τοῦτον ἀγχίνουν καὶ οἷος οὔ πώ τις ἀνὴρ πεπνυμένος ξεῖνος ἦλθεν εἰς αὐτήν. (ῃερς. 583.) καὶ Ὀδυσσεὺς ἀκούσας ἐπαινεῖ τὴν βουλὴν ὡς εὐτυχῶς αὐτῷ ἐπινοηθεῖσαν, καὶ παραινεῖ ποιῆσαι οὕτω. (ῃερς. 573.) καὶ τοίνυν ἡ μὲν γυνὴ ἐξαγάγῃ τοὺς πελέκεας καὶ τὸ παλαί ποτε τόξον τοῦ Ὀδυσσέως, καὶ προκαλέσεται τοὺς μνηστῆρας εἰς πεῖραν. οἱ δὲ λαβόντες μεταχειρίσονται ἀγεννῶς. καὶ ὁ ξεῖνος ζητήσει καὶ αὐτὸς τὸ τόξον ἐφ' ᾧ πειράσασθαι ἀφελῶς. καὶ οἱ μνηστῆρες μόγις μὲν, ἀλλ' οὖν δώσουσι. καὶ αὐτὸς διοϊστεύσας πάντων πελέκεων ἐπαινεθήσεται. εἶτα καὶ κατὰ τῶν μνηστήρων τραπόμενος ἀνύσει δεύτερον μέγιστον ἄεθλον. καὶ οὕτως εὐμόρφως ἐντεῦθεν ἀρξάμενος περανεῖ τὰ ἐφεξῆς πάνυ πιθανῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρεῖττον πλάσασθαι. ἔστι δὲ ἃ λέγει ἐνταῦθα ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τοιαῦτα· (ῃερς.