Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
) Εἰσὶ δὲ οἱ τούτου λόγοι, ὁποῖοι ἂν εἶεν ξεινοδόχου ἀνδρὸς ὑπουργικοῦ ἀγαθοῦ καὶ εὐπόρου, λυπουμένου μὲν ἐπὶ νέοις δεσπόταις, μεμνημένου δὲ παλαιᾶς εὐπραγίας, ἣν ἐκ τοῦ δεσπότου εἶχε. φησὶ γάρ· ξεῖν', οὔ μοι θέμις ἐστὶν οὐδ' εἰ κακίων ἤτοι πενέστερος ἢ εἰδεχθέστερος σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι. πρὸς γὰρ θεοῦ εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη. (ῃερς. 59.) ἡ γὰρ, ἤγουν αὕτη, δμώων δίκη ἐστὶν, αἰεὶ δειδιότων ὅτ' ἐπικρατέουσιν ἄνακτες οἱ νέοι, ἦ γὰρ τοῦ γε θεὸς κατὰ νόστον ἔδησεν, ὃς ἐμὲ ἐφίλει καὶ κτῆσιν ὄπασσεν, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, ὃς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξει. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται ᾧ ἐπιμίμνω, τῷ κέ με πόλλ' ὤνησεν ἄναξ εἰ αὐτόθ' ἐγήρα, (ῃερς. 68.) ἀλλ' ὤλετο. καὶ ὤφειλε μὲν ἐνταῦθα εἰπεῖν ὅτι διὰ τὴν Ἑλένην. ὁ δὲ ἄλλως διὰ λύπην ἄκραν σχηματίσας τὸν τοιοῦτον λόγον εἰς ἀρὰν φησίν· (ῃερς. 69.) ὡς ὤφελλ' Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, τουτέστι παντελῶς, ἢ προγόνυ, ὅ ἐστι πρόῤῥιζον, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε. καὶ γὰρ κεῖνος ἔβη Τρώεσσι μαχησόμενος. Καὶ ὅρα οἷον ἡ λύπη ἐστὶν, εἴ γε δι' αὐτὴν ὁ φιλοδέσποτος Εὔμαιος ἐπαρώμενος τῇ Ἑλένῃ συνεπαρᾶσθαι καὶ τοῖς δεσπόταις δοκεῖ. οἱ μέντοι παλαιοί φασι φῦλον Ἑλένης οὐ τὴν κατὰ πλάτος συγγένειαν τὴν εἰς πᾶν τὸ γένος διήκουσαν, ἀλλὰ τὴν κατὰ βάθος ἐν ἐκείνῃ περιϊσταμένην, οἷον τὸν τῆς Ἑλένης πατέρα καὶ αὐτὴν καὶ τοὺς ἐξ αὐτῆς, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, μνηστῆρες ἀγαυοὶ Τηλέμαχον οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο, φῦλον Ἀρκεισίου λέγει τὸν Λαέρτην καὶ τὸν ἐξαὐτοῦ Ὀδυσσέα καὶ τὸν ἀπ' αὐτοῦ Τηλέμαχον. ἄλλοι δὲ ἀφερεπόνως ἐπιβαλόντες οὔτε τὸν Ἰκάριον Λάκωνα εἶναι φασὶ τὸ γένος τὸν τῆς Πηνελόπης πατέρα, μήτε αὐτανεψίας τυγχάνειν τὴν Ἑλένην καὶ τὴν 2. 61 Πηνελόπην. οὐ γὰρ ἄν φασι τὸν φιλοδέσποτον Εὔμαιον κατὰ τῶν περιόντων δεσποτῶν ἀρᾶσθαι, οἳ τοῦ φύλου, ὅ ἐστι τοῦ γένους, τῆς Ἑλένης εἰσίν. (ῃερς. 56.) Ὅρα δὲ ὅτι ἐν τρισὶν ἐφεξῆς στίχοις ὁ ποιητὴς τῇ τοῦ ξένου ἐχρήσατο λέξει καταρχὰς, εἰπών· ξεῖνε, οὔ μοι θέμις, καὶ, ξεῖνον ἀτιμῆσαι, καὶ ξεῖνοί τε πτωχοί τε, κάλλος τι καὶ οὕτω τεχνησάμενος. ὅτι δὲ διαφέρει ξένος πτωχοῦ, προδεδήλωται. (ῃερς. 59.) Τὸ δὲ αὕτη γὰρ δμώων δίκη, ταυτόν ἐστι τῷ, αὕτη θέμις, οὗτος νόμος, οὗτος τρόπος, τοῦτο ἔθος, καὶ ὅσα τοιαῦτα. (ῃερς. 60.) Τὸ δὲ ἐπικρατέουσιν ἄνακτες, εὐφήμως περὶ μνηστήρων ἔφη τῶν βιαίων ὁ εὐπαίδευτος δοῦλος. (ῃερς. 61.) Τὸ δὲ οἱ νέοι, καλὸν μὲν ἦν καὶ χωρὶς ἄρθρου. ἔχει δὲ οὕτω διὰ τὴν ἀναφορὰν πλείω βαρύτητα. (ῃερς. 63.) Τὸ δὲ οἷα ἠδύνατο μὲν οἵαν εἰπεῖν ὀρθῶς, ἵνα ἦν, κτῆσιν ὄπασσεν οἵαν ᾧ οἰκῆϊ ἄναξ ἔδωκεν. εἵλετο δὲ καινότερον ἀποδοῦναι οὐ πρὸς κτῆσιν ἀλλ' ὡς πρὸς τὰ πράγματα. τοιαῦτα γὰρ ὁ οἶκος καὶ ὁ κλῆρος καὶ ἡ γυνή. ἐν οἷς ἐνθυμητέον, ὅτι οὐχ' ὡς ἔχων ταῦτα ὁ Εὔμαιος ἐκ τοῦ δεσπότου ἀπαριθμεῖται, ἀλλ' ὡς ἕξων ἂν καὶ εὐτυχήσων καὶ αὐτὸς εἴ περ ἔζη ὁ δεσπότης Ὀδυσσεύς. δῆλον δὲ τοῦτο ἐκ τῶν μεταταῦτα, ἔνθα ἐρεῖ Ὀδυσσεὺς τῷ τε Φιλοιτίῳ καὶ τῷ Εὐμαίῳ, ὅτι ἄξομαι ἀμφοτέροις γυναῖκας, ὥστε οὐκ εἶχεν οὐδ' ὁ Εὔμαιος ἄρτι γυναῖκα δοθεῖσαν αὐτῷ ὑπὸ Ὀδυσσέως. διὸ χαρακτῆρα σώζων ὁ Εὔμαιος ἀγαθοῦ δούλου δοκεῖ λέγειν, ὡς ἔδωκεν ἂν καὶ ἐμοὶ Ὀδυσσεὺς ὅσα δεσπότης εὔθυμος, ὅ ἐστιν εὔψυχος, ἀγαθῷ δούλῳ δίδωσι πολλὰ καμόντι καὶ τῷ κατ' αὐτὸν ἔργον αὔξοντι διὰ τοῦ ἐπιμένειν, ὃ καὶ μάλιστα χρήσιμον τοῖς δουλεύουσι. τὸν δὲ τοιοῦτον νοῦν διασαφῶν ἐπάγει· ὡς πολλά με ἂν ὤνησεν ἄναξ εἰ αὐτόθι ἐγήρα. (ῃερς. 63.) Ἰστέον δὲ ὅτι οἰκεὺς καὶ ἐνταῦθα οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὁ κατ' οἶκον φιλητός. ἐπαμφοτερίζει γὰρ ἡ λέξις, ὡς ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω δέ, φασι, καὶ ἄτμενος οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος, καὶ λάτρις δὲ κατά τινας μὲν ὁ ἁπλῶς θεράπων, κατὰ δ' ἑτέρους ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ἀπαχθείς. δοῦλος μέντοι μονάζει τῇ δουλείᾳ, καθὰ καὶ ὁ δμὼς, ὡς δῆλον καὶ ἐν τῷ, θῆτές τε δμῶές τε. οὕτω δὲ καὶ τὸ, ἀμφίπολος κοινόν, φασιν, ἄῤῥενος δούλου καὶ θηλείας ὄνομα. οἱ δὲ ταῦτα σημειωσάμενοι καὶ τὴν ἐλευθερίαν διασκεπτόμενοι ἐξελεύθερον μὲν εἶπον τὸν διὰ χρέος ὑπὸ τῷ δανειστῇ γενόμενον δούλου δίκην, εἶτα ἀπολυθέντα· ἀπελεύθερον δὲ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ. (ῃερς. 64.) Τὸ δὲ οἶκόν τε παρηχητικῶς ἅμα καὶ ἐτυμολογικῶς ἔχει πρὸς τὸ οἰκῆϊ. Κλῆρον δὲ καὶ ὧδε συνήθως τὸ ἐκ τοῦ κληροῦσθαι λάχος νοητέον· οἷ διαφορὰ πρὸς κλῆρον, ὅτι κληροῦνται μὲν πολλοὶ, ὡς εἰκὸς, λαγχάνει δὲ εἷς ὁ ἐπιτυγχάνων. καὶ οὕτω μὲν ταῦτα. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἔδωκεν ἤγουν ἔνειμε κλῆρον ἀφορμὴ γέγονε τοῖς ὕστερον τῆς τοῦ κληρονόμου συνθέσεως καὶ τῶν ἐξ αὐτοῦ. (ῃερς. 69.) Τὸ δὲ ὑπὸ γούνατ' ἔλυσε, δοκεῖ ἀντιθέτως εἰρῆσθαι πρὸς τὸ πρόχνυ, ἵνα πως λέγῃ, ὡς ἐπὶ γόνυ πέσοι τὸ τῆς Ἑλένης φῦλον, ἐπεὶ πολλῶν ὑπὸ γούνατ' ἔλυσε. (ῃερς. 68.) Περὶ δὲ τοῦ ὡς ὤφελλεν ἀπολέσθαι ἰστέον ὡς ἡ τοιαύτη ἔννοια δοκεῖ ἀπεύχεσθαι τὸ ἐν τοῖς πράγμασιν ἐνδεχόμενον. ὁ γὰρ φάμενος ὡς ὤφελλε γενέσθαι τόδε τι δυσαρεστεῖται εἴ περ πέφυκεν αὐτὸ γενέσθαι καὶ μὴ γενέσθαι καὶ μὴ κατὰ ὀφειλὴν ἀναγκαίαν γέγονεν. ὁμοίας δὲ ἐννοίας καὶ τὸ, ὡς ὤφελλέ τι μὴ γενέσθαι. δῆλον δὲ ὅτι τε καὶ ὀφείλειν τέτριπται κοινῶς, καὶ ὀφέλλειν δὲ ποιητικώτερον. καὶ ὅτι τὸ ὀφείλω καὶ περισπασμοῦ ὑπόνοιαν ἔχει. διὸ ὡς οἰκῶ οἰκέτης καὶ οἰκέσιον, οὕτω καὶ ὀφειλῶ ὀφειλέτης καὶ ὀφειλέσιον. καὶ ὅτι τὸ ὀφείλω συγκοπὲν ὄφλω γέγονε. διαφορὰ δέ, φασιν, αὐτῶν, ὅτι ὄφλει μέν τις ἐπὶ δίκῃ, ὀφείλει δὲ, ὡς ἡ κοινὴ λέγει συνήθεια. οὐκοῦν καὶ ὁ γέλωτα ὄφλων καταδίκης λόγῳ τοῦτο πάσχειν λέγεται. (ῃερς. 72.) Ὅτι σπουδῆς δηλωτικὸν τὸ, ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, ὡς εἴ τις εἴποι, ἀνεκομβοῦτο διὰ ἔργον, ὥς τε τὰ πρὸ τούτου, ἄζωστος ἦν ὁ τοῦτο ποιήσας Εὔμαιος, ὁποῖοι ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι ἱστοροῦνται οἱ ἐν ταῖς γυμνασίοις νήσοις· ἄζωστοι γάρ, φασιν· εἰ δὲ Ἡσίοδος ἐπὶ ἀργίας τὸ ζώσασθαι τίθησιν ἐν τῷ, γείτονες ἄζωστοι κίον ζώσαντο δὲ πηοὶ, ἑτέρου λόγου ἐκεῖνο καὶ οὐδέν τι πρὸς τὰ ἐνταῦθα. (ῃερς. 73.) Ὅτι ἔθνεα χοίρων λέγει ἀντὶ τοῦ πλήθη, ὡς καὶ ἐν Ἰλιάδι ἔθνεα μελισσάων, ὅθεν λαβὼν καὶ Ὀππιανὸς ἔθνεα πόντου τοὺς ἰχθύας φησίν. Ὅτι ἀρχαϊκὸν ἁπλοῦν ὁ ποιητὴς διασκευάζων μαγείρευμά φησι· βῆ ἐς συφεούς· ὃ ἑρμηνεύων ἐπάγει· ὅθι ἔθνεα χοίρων. (ῃερς. 74.) εἶτα ἡ διασκευὴ συντομωτάτη διὰ τὸ μὴ δεῖν εἶναι ἄρτι πανηγυρικῶς φρασθῆναι τοῦτο. ἔνθεν ἑλὼν δύο ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, ὅ ἐστιν ἔσφαξεν, εὗσέ τε, μίστυλλέν τε καὶ ἀμφ' ὀβε 2. 62 λοῖσιν ἔπειρεν. ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκεν Ὀδυσσῆϊ θερμὰ αὐτοῖς ὀβελοῖσιν. ὁ δ' ἄλφιτα λευκὰ ἐπάλυνεν, ὅ ἐστιν ἐπέπασε κατὰ ἔθος ἀρχαῖον τὸ ὕστερον ἀργῆσαν. ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, ἤγουν συνέμιξεν ὕδατι, ὥστε κεῖσθαι πίνειν. (ῃερς. 75.) Ὅρα δὲ τὸ εὗσε καὶ μίστυλλε καὶ ἔπειρε, πάρισα συχνὰ τὴν τῆς ξενικῆς τραπέζης φράσιν γοργῶς ἀρτύοντα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ ἐπαναστροφὴν κατὰ μερισμὸν λέξεως ἐν τῷ, ἱέρευσεν εὗσεν, ὡς τὸ Σαμία μία ναῦς. καὶ ἔστι κάλλους καὶ τοῦτο. Περὶ δὲ τοῦ εὗσεν ἱκανῶς προγέγραπται, ὥς περ καὶ περὶ τῶν λέξεων τοῦ τοιούτου τόπου ἐν ἄλλοις δεδήλωται. ἔνθα καὶ περὶ τοῦ μιστύλλειν, ὃ καιριώτατα εἰπεῖν, ταυτόν ἐστι τῷ σμικρύνειν, ὡς ἐκεῖ φαίνεται. (ῃερς. 77.) Ἀγροτικὴ δὲ καὶ ἡ νῦν τράπεζα, καθὰ καὶ ἡ ῥηθεῖσα στρωμνή. (ῃερς. 78.) κισσύβιόν τε γὰρ ὁ κρατὴρ, περὶ οὗ προγέγραπται, καὶ ἡ τροφὴ μονοειδὴς, κρέα ὀπτὰ ὀβελοῖς αὐτοῖς ἀφελῶς παρακείμενα, ἤγουν σὺν αὐτοῖς ὀβελοῖς Ἀττικῶς. Κισσύβιον δὲ καὶ νῦν, ὡς καὶ προεδηλώθη, ποτήριον ἀγροτικὸν, ὃ μετ' ὀλίγα σκύφος ἐρεῖ οὐδετέρως ἐν τῷ, σκύφος ἔδωκεν οἴνου πλέον, ὅ περ ὁ Λυκόφρων ἀρσενικῶς οἶδεν, εἰπών· τὸν δὲ λοίσθιον ἐκπιὼν σκύφον. τινὲς δὲ σκύφον ἐνταῦθα γράφουσι καὶ τὸ Ὁμηρικόν. Ἰστέον δὲ ὅτι τὸν καλὸν Εὔμαιον μαγειρικῶς ὑπουργήσαντα ἐνταῦθα τῷ δεσπότῃ, ὡς εἴρηται, τέττιγα μὲν ἐρεῖ τις ἂν, οὐκ ἂν δὲ καὶ μαίσωνα. Χρύσιππος γάρ, φασιν, οἴεται μαίσωνα μὲν, ὡς ἀπὸ τοῦ μασᾶσθαι, καλεῖσθαι τὸν πολιτικὸν μάγειρον, τὸν δ' ἐκτόπιον τέττιγα. ἦν δὲ καὶ κωμῳδίας ὑποκριτὴς Μαίσων, προσωπεῖον εὑρηκὼς καλούμενον μαίσωνα· ἐξ οὗ καὶ σκώμματα Μαισωνικὰ, ὡς δοκεῖν, παρὰ τὸν τοιοῦτον Μαίσωνα, εἰρῆσθαι καὶ τὸν μάγειρον Μαίσωνα. πλὴν εὐφυῶς καὶ Χρύσιππος ἠτυμολόγησε. λέγεται δὲ καὶ ἡ Θετταλικὴ ματτύη ἐκ τοῦ μασᾶσθαι παρῆχθαι, ὥς περ καὶ ἡ μαστίχη. ὁ δὲ Ἀθήναιος λέγει, ὅτι ἡμεῖς φαμὲν ἀπὸ τοῦ μάττειν, ἀφ' οὗ καὶ ἡ μάζα καὶ ἡ Κυπρία μαγὶς καὶ ὑπερμαζᾶν τὸ ἄγαν τρυφᾶν. λέγει δὲ καὶ ὡς καταρχὰς μὲν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μάζαν ἐκάλουν· ὅθεν καὶ μαζαγρέτης ὁ καὶ ἄκολος, καὶ μάττειν τὸ σκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιττῶς μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν πολυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ σκευάζειν αὐτὸ, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. διὸ καὶ Ἄλεξις πρὸς δήλωσιν ἀκολάστου παρασκευῆς προσέθετο τῇ ματτύῃ τὸ λέπεσθαι, εἰπών· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. ἦν δέ, φασι, λέπεσθαι παρ' Ἀθηναίοις ἐπὶ ἀσελγοῦς καὶ φορτικῆς ἀφροδισίων ἡδονῆς, ὁποία καὶ ἡ τοῦ δέφεσθαι. Ὅρα δὲ ὅτι ὀπτὰ κἀνταῦθα ὁ σπουδαῖος Εὔμαιος τῷ Ὀδυσσεῖ κρέα παρέθετο, σχεδιάσας διὰ τάχος. ἄλλως μέντοι ἐπαινεῖται μᾶλλον ὀπτήσεως ἡ ἕψησις. οὐ μόνον γάρ, φασιν, ὠμότητα περιαιρεῖ, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύναται καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ' εὐμενέστερον καὶ ἀκινδυνότερον συμπέττει τὴν τροφήν. (ῃερς. 81.) Ὅτι διαφορά τις εἶναι δοκεῖ χοίρων καὶ συῶν, ὡς ἐμφαίνει ὁ Εὔμαιος ἐν τῷ, ἔσθιε νῦν ὦ ξεῖνε τά τε δμωέσσι πάρεστι χοίρεα. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ ἴσως ἢ καθ' ἡλικίαν ἡ διαφορὰ τοῖς χοίροις καὶ τοῖς σιάλοις, ἢ κατὰ τὸ, ζατρεφέας μὲν εἶναι τοὺς σιάλους, οἳ καὶ καλοῦνται οὕτω διὰ τὸ σιτεῖσθαι ἅλις, ὀλιγοτρεφεῖς δὲ τοὺς χοίρους, ὁποῖα καὶ τὰ παρὰ τοῖς ῥήτορσι μετάχοιρα, τὰ τῶν ὑῶν ὀψίγονά, φασι, καὶ λειπογάλακτα. δοκοῦσι δὲ ἐξορθοῦ δέλφακες οἱ Ὁμηρικοὶ ἐνταῦθα εἶναι χοῖροι· οὓς δὴ δέλφακας Ἀριστοφάνης μὲν ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν τοὺς νέους χοίρους λέγει, μᾶλλον δὲ τοὺς νεωτάτους γράψας οὕτω· Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν σίαλοι· ἡ δὲ θήλεια, σῦς μόνον. Ἱππώναξ δὲ γρόμφιν λέγει, εἴτε καθόλου πᾶσαν ὗν δηλῶν, εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, δέλφακες μὲν τὰ πεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα, χοῖροι. καὶ οὕτω μὲν ὁ εἰρημένος Ἀριστοφάνης τοὺς δέλφακας στεῤῥοτέρους οἶδε χοίρων καὶ τελειοτέρους, Ἐπίχαρμος δέ, φασι, τοὺς ἄῤῥενας καὶ τελείους. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα ἐν τῷ, δέλφακος ὀπωρινῆς, ὅ περ ὁ δειπνοσοφιστὴς παρασημειωσάμενος λέγει ἐπικρίνων, ὡς κυρίως αἱ θήλειαι οὕτω λέγοιντ' ἂν, ὡς δελφύας ἔχουσαι εἴτουν μήτρας ὅθεν καὶ οἱ ἀδελφοί. ἀποφαίνεται δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων τοῦ Ἀριστοφάνους, τοῦ γραμματικοῦ δηλαδὴ, σαφὲς εἶναι τὸ τὰ μὲν χοίρεα ὡς εὐτελῆ ἐσθίεσθαι τοῖς δούλοις, τοὺς δὲ σιάλους τοῖς μνηστῆρσιν ὡς καὶ τελείους καὶ εὐτραφεστέρους διὰ τὸ σεσιτεῦθαι, καθὰ δηλοῖ καὶ ἡ ἐτυμολογία τῆς λέξεως τῶν σιάλων οἳ σιτεύονται 2. 63 ἅλις. ἔτι πρὸς τούτοις ἰστέον καὶ ὅτι οὐ μόνον φειδοῖ τῶν τοῦ δεσπότου οἱ ἀμφὶ τὸν Εὔμαιον οὐ σιάλους ἀλλὰ συΐδια ἤσθιον, ἀλλὰ καὶ κατά τι ἔθος. ἐκράτει γὰρ ἴσως καὶ τότε τὸ ἐν τοῖς μετὰ ταῦτα νομοθετηθὲν ἕνεκά, φησι, θρεμμάτων ἐπιγονῆς, ἤγουν τὸ μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. καὶ τὴν ἱέρειαν δέ, φασι, τῆς Ἀθηνᾶς ἔθος ἦν οὐ θύειν ἀμνήν. ἔνθα ὅρα τὸ ἀμνὴν, ἧς ἀρσενικὸν ὁ ἀμνός. τῇ δ' αὐτῇ οὐδὲ τυροῦ ἐξῆν γεύεσθαι, ὡς δὲ καὶ χοῖρον Ἴωνες τὴν θήλειαν λέγουσιν, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται καὶ αὐτό. ἔτι ἰστέον καὶ ὅτι καὶ ὁ κωμικὸς ἔν τε τῷ, χοῖρε τρώγοις ἂν ἰσχάδας, καὶ ἀλλαχοῦ δὲ, ἐπὶ νεάκων χοίρων τὴν λέξιν τίθησιν. ὑποδηλοῖ δὲ Ὅμηρος ἐνταῦθα σμικρότητα χοίρων, εἴ γε δύο ἱερευθέντες εἰς βρῶσιν παρατίθενται. κεῖται δὲ τοιαύτη χρῆσις καὶ παρὰ τῷ ἑρμηνεύσαντι ὅτι σαργάνη ἦν σκεῦός τι ὃ περιηρτυμένοι ἔφερον τοὺς γαλαθηνοὺς χοίρους. ἦν δέ τι καὶ χοιροτροφεῖον, ἔτι δὲ καὶ χοιροκομεῖον, ὡς Ἀριστοφάνης ἐν Λυσιστράτῃ δηλοῖ. καὶ ταῦτα μὲν ἔχει λόγον. τὸ δὲ χύριον, πάνυ δυσχερὲς πῶς ἂν διὰ τοῦ ˉυ ψιλοῦ γράφοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ ὀνοματοποιΐαν τινά. ὅτι γὰρ ἄλλως μέτεστί τι τῶν χοίρων καὶ τῷ χυρίῳ, δηλοῖ ὁ εἰπὼν ὅτι χύριον δεσμὸς, ᾧ δεσμεῖται τὰ χοιρίδια· καὶ ὅτι χύριον ξύλον, ᾧ προσδεσμεύονται οἱ ὗς. ὑπονοεῖται δὲ κατὰ ὀνοματοποιΐαν ἡ τοιαύτη εἶναι γραφὴ, ἐξ οὗ γράφει Αἴλιος Διονύσιος, εἰπών· χύῤῥε, ἐπίφθεγμα πρὸς τοὺς ὗς. οὐ χεῖρον δὲ εἰδέναι καὶ ὅτι παρὰ τοῖς παλαιοῖς ὑσπέλεθρος κυρίως ἡ τῶν ὑῶν κόπρος λέγεται. ὅρα δὲ ὅπως ἀγαθοῦ δούλου ὑπέγραψεν ἦθος ἐνταῦθα ὁ ποιητὴς, οὐ φιλοῦντος, εἰ καὶ ζῇ ἐλευθερίως, ἀλλὰ καὶ ἀχθομένου εἴ περ αὐτὸς μὲν κάμνει ἐπὶ τοῖς τοῦ δεσπότου, ἐσθίουσι δὲ οἱ κακοὶ μνηστῆρες. τάχα δὲ καὶ ὑπογρύζει ὁ Εὔμαιος ἐπὶ τοῖς σιάλοις, εἰ μὴ καὶ αὐτῷ ἔξεστι τῶν τοιούτων ἀπεσθίειν. καί πως ὅμοιόν τι πάσχει τοῖς ὕστερον Συρακουσίοις ὀψοποιοῖς ἢ μαγείροις, ὧν εἴ τις ἴδιον εὕροι βρῶμα καὶ περιττὸν, ἐξουσίαν οὐκ εἶχε, φασὶ, χρήσασθαι αὐτῷ ἄλλως ὅτι μὴ κατὰ καιρὸν ὃν ἔδει. ὁ δὲ ἦν ἐνιαυτὸς, οὗ μή πω συντετελεσμένου θλίβοιντο ἂν καὶ ἐκεῖνοι μετέχοντες τοῦ εὑρήματος. (ῃερς. 82.) Ὅτι κατὰ ὕβρεως καὶ ὑβριστῶν λεχθείη ἂν τὸ, οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν. οὐ μὲν σχέτλια ἔργα θεὸς φιλέει, ἀλλὰ δίκην τίει καὶ αἴσιμα ἔργ' ἀνθρώπων. (ῃερς. 85.) τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη παρὰ τοῦ Εὐμαίου. τὸ δὲ ἐφεξῆς πάνυ ἐντρεπτικὸν τῶν κατὰ πόλεις βιαίων καὶ ἀδίκων ἀνδρῶν, τὸ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης ἀλλοτρίης βῶσι, τουτέστιν ἐπιβῶσιν ἀλλοδαπῆς χώρας, καί σφι θεὸς ληΐδα δοίη. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. οἵδε δέ τι ἴσασι, θεοῦ δέ τινα ἔκλυον αὐδήν· ὅ πέρ ἐστιν ὅμοιόν τι τῷ, ἐπισπόμενος θεοῦ ὀμφῇ. Σημείωσαι δ' ἐνταῦθα τὸ ἀκατάλληλον τῆς συντάξεως καὶ σολοικοειδὲς, ἐν τῷ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι. καὶ μὲν τοῖς, ὄπιδος κρατερὸν δέος. ἐχρῆν γὰρ εἶναι κατὰ δοτικὴν πτῶσιν, καὶ μὲν δυσμενέεσσι καὶ ἀναρσίοις ὄπιδός ἐστι δέος. μιμεῖται δὲ ὁ ποιητὴς ἐνταῦθα θυμούμενον ἄνδρα τὸν Εὔμαιον καὶ μὴ κρατοῦντα τῆς ἀκολουθίας τοῦ λόγου. ἴσως δὲ καὶ ἄλλως δύναται ὀρθῶς ἔχειν, εἴ περ τὸ δεύτερον μὲν ληφθείη ἀντὶ τοῦ ἀλλˉα, ἵνα εἴποι μὴ ἐκκρεμῶς ἀλλὰ ἀπολύτως, ὅτι καὶ μὲν ἀνάρσιοι ἄνδρες πλήσαντες δὴ τὰς νῆας ἀπῆλθον, ἀλλὰ καὶ τούτοις δέος ἐστὶν ὄπιδος. κρεῖττον μέντοι τὸ πρῶτον καὶ λογικώτερον καὶ ἀβίαστον. (ῃερς. 88.) Πειραταὶ δὲ ὑπόκεινται οἱ ῥηθέντες ἀνάρσιοι, ὡς δηλοῖ τὸ πλησάμενοι νῆας. ὄπιδα δὲ καὶ νῦν τὴν εἰς τὸ μέλλον θείαν ἐπιστροφὴν λέγει. Ἐλεητὺν δὲ τὸν ἔλεον Αἰολικῶς, ὥς φασιν οἱ παλαιοί. (ῃερς. 90.) Ὅτι βιαίαν μνηστείαν φράζει τὸ, οὐκ ἐθέλουσι δικαίως μνᾶσθαι, οὐδὲ νέεσθαι ἐπὶ σφέτερα, ἀλλὰ ἕκηλοι κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδὼ, ἢ οὐκέτι φειδώ. δαπάνην δὲ ἀνένδεκτον βίου πολλοῦ ἀλλοτρίου δηλοῖ τὸ, ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, ἤγουν ἐξ Ἡλίου ἢ Οὐρανοῦ κατὰ Ἄρατον, οὔ ποτε ἓν ἱερεύουσιν ἱερεήϊον, τουτέστιν οὐδέ ποτε σφαγιάζουσι σφάγιον ἓν, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶν, οὐδὲ δύ' οἴω, ἀλλὰ δηλαδὴ πολλά. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες, ἤγουν ἀντλοῦντες, ὃ δὴ πρωτότυπόν ἐστι τοῦ ἀφύσσοντες. (ῃερς. 96.) Σύστασις δὲ πλούτου τὸ, ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος, οὔ τινι τόσση ἀνδρῶν ἡρώων, οὔτε ξυνεείκοσι φωτῶν ἔστ' ἄφενος τοσοῦτον. Καὶ ὅρα ὅτι τε ζωὴν ἔφη τὴν εἰς τὸ ζῆν κτῆσιν καὶ χορηγίαν οἷα διχῶς τῆς ζωῆς λεγομένης κατὰ τοὺς παλαιοὺς, ἐπί τε τῆς συνήθους δηλαδὴ καὶ ἐπὶ τῆς περιουσίας. (ῃερς. 98.) καὶ ὅτι τὸ ξυνεείκοσιν ὅμοιόν ἐστι τῷ σύνδυο καὶ σύντρεις καὶ τοῖς τοιούτοις. (ῃερς. 99.) καὶ ὅτι οὐδετέρως ἔφη τὸ ἄφενος, καθὰ καὶ ἐν Ἰλιάδι. 2. 64 ἐν τούτοις δὲ καὶ ἤπειρον ἔφη μέλαιναν, ἰδίως τὴν ἀντικρὺ τῆς Ἰθάκης καθὰ καὶ ἀλλαχοῦ πολλαχοῦ, ὥς περ καὶ κατωτέρω εὐθύς. ἔνθα τὰ τοῦ Ὀδυσσέως ἀριθμῶν ζῷα ὅσα εἶχε πάλαι ποτὲ, φησὶν ὁ Εὔμαιος· ἐγὼ δέ κέ τοι καταλέξω· (ῃερς. 100.) δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι, βοῶν δηλαδὴ, ἴσως δὲ καὶ ἵππων. ἐπ' ἀμφοῖν γάρ, φασιν, ἡ ἀγέλη κυριολεκτεῖται. ἧς παράγωγον ἀγελαῖος μὲν, ὁ ἐξ ἀγέλης· ἀγέλαιος δὲ κατὰ τοὺς παλαιοὺς προπαροξυτόνως ὁ ἀμαθής. (ῃερς. 101.) τούτοις δ' ἐπάγει ὁ ποιητὴς τὸ, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. ἔνθα δέ τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα ἐσχατιῇ βόσκονται, ὧν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ, τουτέστιν ἄγει, ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε καί σφι συῶν τὸν ἄριστον ἐϋκρίνας, ὅ ἐστιν ἐπιλεξάμενος, ἀποπέμπω. (ῃερς. 106.) Καὶ ὅρα ὡς καὶ ἐνταῦθα συῶν ἄριστος ἐῤῥέθη, ὥς περ καὶ αἰγῶν ἄριστος. (ῃερς. 100.) Οἰῶν δὲ, ὅ πέρ ἐστι προβάτων, εὐθεῖα ὄϊς οἶς. τοιοῦτον δὲ καὶ τὸ φθόϊς φθοῖς. τούτων δὲ οἶς μὲν ἔχει καὶ πλαγίας, φθοῖς δὲ οὐ δίδωσι πεῖραν εἴ περ πλαγιάζει εἰς γενικὴν καὶ ἑξῆς. ἔστι δὲ φθοῖς ποιός τις πλακοῦς, οὗ τὴν κατασκευὴν οὕτω τις περιλαλεῖ· τυρὸν ἐκπιέσας τρίβε καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον διήθει. εἶτ' ἐπίβαλον μέλι καὶ σιλίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. ἐν τούτοις δὲ διηθεῖν μὲν τὸ διυλίζειν, ὅ περ ἀπηθεῖν λέγει ὁ κωμικός, ὅθεν καὶ ἠθμὸς ὁ διυληστήρ. περὶ δὲ σιλίγνεως ζητητέον μὲν ὅ τι ποτὲ εἶδος ἐστίν. Ἰστέον δὲ ὡς παράγει ἄρτον λεγόμενον σιλιγνίτην καὶ σιλιγνίαν διὰ τὴν ἐκεῖθεν μίξιν. ἡ δὲ ἡμίνα ἴσως ἥμισυ ἐστὶ μέτρου τοῦ ἲν, οὗ χρῆσις ἐν τῷ, ἔλαιον πλέον ἤ περ ἴν. (ῃερς.
56.1.2
) Ἐν δὲ τῷπαιδὸς ἀντιόωσαν, σημείωσαι τὴν λέξιν ὡς φανερῶς τὸ μετέχειν ἁπλῶς δηλοῦσαν καὶ ἄντην γίνεσθαι. (ῃερς. 63.) Περὶ δὲ τοῦ ἑπτακαίδεκα καὶ τοῦ, νύκτας τε καὶ ἦμαρ οὐ μὴν ἤματα, προδεδήλωται. (ῃερς. 65.) Τὸ δὲ, ἔδομεν πυρὶ, περίφρασίς ἐστι τοῦ ἐκαύσαμεν. ἔχει δέ τι καινὸν ἐνταῦθα τὸ πυρὶ οὐδέτερον ὡς λεχθὲν κοινότερον· ἄλλως γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρὰ κυριολεκτεῖται, ὡς δηλοῖ καὶ τὸ, (ῃερς. 69.) ἐῤῥώσαντο πυρὴν πέρι καιομένοιο. (ῃερς. 67.) Ἐσθῆτα δὲ θεῶν λέγει τὰ μυθικῶς ἄμβροτα εἵματα τὰ ἀνωτέρω ῥηθέντα, καλά τινα ὡς εἰκὸς ὄντα καὶ βασιλικὰ καὶ διατοῦτο ἐπικηρυσσόμενα θείᾳ κλήσει. (ῃερς. 68.) Ὅτι δὲ τὸ μέλι καὶ νεκρικὸν ἐδόκει μείλιγμα εἶναι, δηλοῦσι πολλοί. (ῃερς. 71.) Τὸ δὲ, ἤνυσε φλὸξ, ἀντὶ τοῦ ἔκαυσεν, ἐτελείωσε. λέξις δὲ αὕτη οὐ ποιητικὴ μὲν, καιριωτάτη δέ. (ῃερς. 72. 76.