Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
571.1.1
) ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος ἥ μ' Ὀδυσῆος οἴκου ἀποσχήσει. νῦν γὰρ καταθήσω ἄεθλον τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχ' ἑξείης δρυόχους ὣς, δώδεκα πάντας. στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαῤῥίπτασκεν ὀϊστόν. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτο ἐφήσω· ὃς δέ κε ῥηΐτατ' ἐντανύσει βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, τούτῳ ἅμ' ἑποίμην νοσφισαμένη, τουτέστιν ἀφεῖσα, τόδε δῶμα κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ. τοῦτο δὴ τὸ παρεπόμενον τοῖς πάνυ τι ποθοῦσι. καὶ οὕτω μὲν ἡ Πηνελόπη. (ῃερς. 583.) ὁ δὲ ξεῖνος, ὦ γύναι, φησὶν, αἰδοίη Ὀδυσῆος, μηκέτι νῦν ἐν δόμοις ἀνάβαλλε τοῦτον ἄεθλον. πρὶν γὰρ ἐλεύσετ' ἐνθάδ' Ὀδυσσεὺς, πρὶν τούτους τόξου τε νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, τῶν πελεκέων δηλαδή. Ἰστέον δὲ ὅτι ἐθέλει Ὀδυσσεὺς οὕτω γενέσθαι, ὡς ἂν ἢ μή τινος τῶν μνηστήρων δυνηθέντος αὐτὸς μόνος εὐδοκιμήσῃ, ὃ καὶ γενήσεται, ἢ καὶ τυχὸν δυνηθέντων τινῶν ἐντανύσαι οἱ μὲν λοιποὶ χωρισθήσονται ἀπελθόντες, οἱ δὲ δυνηθέντες, ὀλίγοι ὄντες, στασιάσωσι καὶ αὐτοὶ πρὸς ἀλλήλους καὶ οὕτως εἰς πλέον ὀλιγωθέντες ἀλαπαδνότεροι ἔσονται. δῆλον δὲ, ὡς καὶ οἶδεν Ὀδυσσεὺς οἷον τὸ τόξον. ὅθεν καὶ θαῤῥεῖ μὴ ἂν ῥᾳδίως ἐντανυσθῆναι αὐτὸ τῶν τινὶ μνηστήρων. ἀστείως δὲ καὶ τοῦτο πλάττεται. ἦν μὲν γὰρ ποιῆσαι τινὰς ἐντανύσαντας καὶ βαλόντας, οὐκ ἐθέλει δὲ ὁ ποιητὴς τοῦτο, ἵνα μηδεὶς ἐκφύγῃ, ἀλλὰ πᾶσιν ἀχρείοις οὖσι τοξεύειν ἀναφανείη ὄλεθρος, καὶ μή τις θάνατον καὶ Κῆρας ἀλύξῃ, ὃ δὴ μάλιστα ἐθέλει ὁ φιλοδυσσεὺς Ὅμηρος. Δυσώνυμον δὲ ἠῶ τὴν τοῦ γάμου ἡ Πηνελόπη φησὶ, καθὰ καὶ τὴν Ἴλιον Κακοΐλιον εἶπεν οὐκ ὀνομαστήν. ἄλλως γὰρ οὐ δύσφημον οὐδὲ τὸ τῆς ἠοῦς ὄνομα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ, νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. οὐ βούλεται οὖν οὐδ' ὀνομάζειν ἡμέραν, ἧς ἀνθαιρεῖται νύκτα. (ῃερς. 572.) Ἰστέον δὲ ὅτι οὐκ ἀφυῶς ἄν τις τὴν δυσώνυμον ταύτην ἠῶ καὶ ἀποφράδα ἐρεῖ. ἡ γὰρ δυσώνυμος πάντως καὶ δυσφραδὴς, ὅμοιον δὲ εἰπεῖν ἀποφράς. Τὸ δὲ, οἴκου ἀποσχήσει, ἀντὶ τοῦ πόῤῥω ἕξει, ἐκβαλεῖ, ἀφέξει. οὗ ἐναντίον τὸ παρέξειν καὶ τὸ παρασχεῖν, ἃ δὴ καὶ ἐν Ἰλιάδι εὕρηνται. Τὸ δὲ καταθήσω καιρίως ἐῤῥέθη διὰ τὸ κάτω τίθεσθαι κατὰ γῆς τοὺς τοιούτους πελέκεας, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 573.) Σποπητέον δ' ἐνταῦθα, εἴ περ ὡς εἰκὸς ἡμιπέλεκκα ἦσαν τῷ εἴδει καὶ οἱ κατὰ τὸν Ὀδυσσέα γυμναστικοὶ πελέκεις. τί γὰρ ἄλλως ἔδει αὐτοὺς ἀκεραίους εἶναι; εἴτε δὲ οὕτως εἴτε ἑτέρως ἔχει, ἰστέον ὅτι πελέκεων μὲν οὐ μία σημασία· δηλοῖ γὰρ ἡ λέξις ὁμωνυμίας λόγῳ κατὰ τοὺς παλαιοὺς καὶ σταθμὸν ἐν Κρήτῃ ἑξάμνουν, ἢ δεκάμνουν. τὰ δέ γε ἡμιπέλεκκα μιᾷ ἐννοίᾳ τῇ συνήθει ἀρκοῦνται. Ὅρα δὲ τὸ ἑξάμνουν καὶ δεκάμνουν καινῶς παρασχηματισθὲν ἐκ τῆς μνᾶς. ἐκείνης γὰρ ἡ ἀνάλογος παραγωγὴ μναῖος καὶ μναῖον εἶναι ὤφειλεν. Ἀριστοτέλης δὲ σεμνότερον ἄλλως παραγαγὼν μναϊαῖος ἔφη, φυλάξας μὲν τὴν τριγράμματον εὐθεῖαν, ἥ περ ἦν ἡ μνᾶ, παραγαγὼν δὲ ἀπ' αὐτῆς μετὰ καὶ πλεονασμῷ τοῦ ἰῶτα τὸ μναϊαῖος, λίθος τυχὸν μνᾶν ἱστῶν, ἢ χαλκὸς, ἤ τι ἕτερον. ὁ δὲ ἐν τοῖς τοιούτοις πλεονασμὸς τοῦ ἰῶτα δηλοῦται καὶ ἐν τῷ, καμινιαία αἰθάλη, καὶ ἐν τῷ, παλαντιαῖος, καὶ ἐν ἄλλοις. ἔχει δὲ ὁ τόπος οὗτος καὶ πρωτοτυπίαν τοῦ ἀθλοθετεῖν ἐν τῷ, ἄεθλον καταθήσω. (ῃερς. 574.) Δρύοχοι δὲ κυρίως πάσσαλοι, ἐφ' ὧν στοιχηδὸν διατεθειμένων ἡ τρόπις ἵσταται τῶν καινουργουμένων πλοίων διὰ ἰσότητα. καὶ ἄλλως δὲ εἰπεῖν, δρύοχοι πάτταλοι ἐκ δρυὸς, ὅ ἐστιν ἁπλῶς ξύλου, καθιστῶντες τὴν τρόπιν ἐν τῷ πέριξ αὐτὴν συνέχειν, ὡς δῆλον ἐκ τοῦ, πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦ τ' ἔκαμνον τὸ κύτος. θαυμαστικὴ δὲ ἡ τοιαύτη ἔννοια παρὰ Ἀθηναίῳ ἐπὶ μεγίστης νηός. ἧς καὶ τοὺς ἱστοὺς ἐφ' ὕψει σεμνύνων ἐκεῖνος ἐπάγει τὸ, ἄστρων γὰρ ψαύει καρχήσια· ὃ παραπεποίηται ὑπερβολικῶς ἐκ τοῦ, οὐρανῷ ἐστήριξε κάρα. δῆλον δ' ὅτι ἄκρα τοιούτων ἱστῶν τὰ καρχήσια καὶ οἷον εἰπεῖν κάραι. τούτοις δὲ ὁμώνυμα καί τινα ποτήρια, ὡς ἐν ἄλλοις δηλοῦται. γίνονται δὲ δρύοχοι παρὰ τὸ τὴν δρῦν, ὅ ἐστι τὴν τρόπιν, συνέχειν ἑκατέρωθεν, ἢ καὶ ἄλλως παρὰ τὸ ξύλα συνεκτικὰ εἶναι τρόπεως. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ταυτὸν μὲν δρῦς καὶ ξύλον, οὐ ταυτὸν δὲ ὅμως δρύοχοι καὶ ξύλοχοι. δρύοχοι μὲν γὰρ ξύλα, ἐφ' ὧν ἡ τρόπις ἵσταται· ξύλοχοι δὲ δάσος δένδρων ἐν ὄρει. τὸ γοῦν δρυόχους ὣς ἀντὶ τοῦ κατὰ τάξιν καὶ στοῖχον, ὁποῖον ἔχουσι καὶ δρύοχοι. κατὰ στοῖχον γὰρ ἀκριβῆ καὶ οἱ πελέκεις ἵσταντο, ἵνα ὁ τῆς πρώτης στειλειᾶς ἤγουν ὀπῆς ἐπιτυχὼν διαμπερὲς ἔχῃ ὀϊστεῦσαι διὰ πάντων. πελέκεις γὰρ νῦν μόνος ὁ τούτων σίδηρος δίχα τῶν στειλειῶν. Ἰστέον δὲ ὅτι τινὲς ἔγραψαν δρυόχους ὡς δώδεκα. οἳ δρυόχους μὲν εἶπον πελέκεις, οἷς διὰ τῶν τρημάτων δρυΐνους στειλειοὺς ἔστιν ἐνέχεσθαι. Τὸ δὲ, ὡς δώδεκα, ἐνόησαν ῥηθῆναι ἀντὶ τοῦ, ὡσεὶ δώδεκα, κατὰ σχῆμα εἰκασμοῦ. εἴη δὲ ἂν κρεῖττον τὸ πρῶτον. (ῃερς.

Intertext edge

Open linked passage

Note