Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
575.1.1
) Τὸ δὲ, στὰς πολλὸν ἀπάνευθεν, τόξου τε ἀρετὴ καὶ τοξότου ἐστί. Τοῦ δὲ διαῤῥίπτειν ὀϊστὸν οὐκ ἔστι κρείττω λέξιν εὑρεῖν· κάλλιον γάρ ἐστι καὶ τοῦ ἀφιέναι καὶ τῶν λοιπῶν. (ῃερς. 576.) Τὸ δὲ, ἄεθλον τοῦτο ἐφήσω, δυνατὸν μὲν γράφειν καὶ ἄεθλον τοῦτον ἐφήσω, ὡς δηλοῖ ἑξῆς τὸ, μηκέτι ἀνάβαλλε τοῦτον ἄεθλον. ἔδοξε δὲ ὅμως τῷ ποιητῇ τὸν ἄεθλον ἐνταῦθα οὐδετέρως εἰπεῖν τὸ ἄεθλον, ὁμοίως τῷ, ὁ λύχνος τὸ λύχνον καὶ τοῖς τοιούτοις. (ῃερς. 577.) Τὸ δὲ, ῥηΐτατα ἐντανύσει, καὶ τὸ, δυοκαίδεκα πάντων, διαστίζει σωφρόνως. ὡς εἴ γε μὴ οὕτω τανύσει τις, οὐδὲ πάντων διοϊστεύσει, οὐκ ἂν τοιούτῳ ἀνδρὶ αὐτὴ ἕποιτο. Κουρίδιος δὲ οὐ μόνον ἀνδρὶ γυναικὶ, ἀλλ' ἰδοὺ καὶ τόδε δῶμα κουρίδιον. (ῃερς. 580.) Τὸ δὲ, μάλα καλὸν καὶ ἔμπλεον βιότου καὶ τὸ ἑξῆς, εὐδαίμονος οἴκου ἔπαινος. Δῆλον δὲ ὅτι ἀρχαϊκὸν μὲν τὸ ἐνίπλειον καὶ τὰ κατ' αὐτὸ, τῆς ὑστέρας δὲ Ἀτθίδος τὸ ἔμπλεων καὶ τὰ οὕτω σύστοιχα. (ῃερς. 583.) Τὸ δὲ, ὦ γύναι Ὀδυσῆος, καὶ τὸ, πρὶν γὰρ ἐλεύσεται Ὀδυσσεὺς καὶ τὰ τούτου ἐφεξῆς ἀστείως ἐσχημάτισεν Ὀδυςσεὺς, ὡς αὐτὸς ἤδη παρὼν τῇ γυναικί. (ῃερς. 584.) Τὸ δὲ ἀνάβαλλε ἀντὶ τοῦ ἀναβάλλου, ὑπερτίθεσο. καὶ σημείωσαι ὅτι ἀσυνήθως ἐκπεφώνηται κατ' ἐνέργειαν, παθητικῶς γὰρ ἄλλως ἡ λέξις τέτριπται. (ῃερς. 586.) Σημείωσαι δὲ καὶ ὅτι ἀνωτέρω διὰ τῆς Πηνελόπης εἰπὼν ὁ ποιητὴς τὸ, ὃς δ' ἂν ῥᾷον ἐντανύσει βιὸν ἐν παλάμαις καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, ἄλλως τὸ αὐτὸ διὰ τοῦ Ὀδυσσέως ἔφρασε, παραφράσας ἐν τῷ, πρὶν τόδε τόξον ἐΰξοον ἀμφαφόωντας νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, ἀντὶ μὲν βιοῦ τόξον εἰπών. τὸ δὲ ἐν παλάμῃσι μεταλαβὼν εἰς τὸ ἀμφαφόωντας, τὸ δὲ, διοϊστεύσει πελέκεων καὶ ἑξῆς, στενοχωρήσας εἰς τὸ, διοϊστεῦσαί τε σιδήρου. (ῃερς.

Intertext edge

Open linked passage

Note