Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
589.1.1
) Ὅτι οὕτω τοῖς Ὀδυσσέως λόγοις ἡ γυνὴ χαίρει, ὥστε λέγειν ἀεὶ ἐθέλειν αὐτοῦ ἀκούειν. φησὶ γοῦν· εἰ ἐθέλεις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν ἀνθρώπους. ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκε θεὸς ἐπὶ ζείδωρον ἄρουραν. ἀλλ' ἤτοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἃ καὶ ἀλλαχοῦ ἔφη. (ῃερς. 591.) Ὅρα δὲ καὶ νῦν, ὅτι ἀρξάμενος ἀπὸ τοῦ γˉαρ συνδέσμου ἀπέδωκεν εἰς τὸ ἀλλά· οἷον, ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους εἶναι, (ῃερς. 595.) ἀλλὰ λέξομαι εἰς εὐνὴν, τουτέστι κοιμηθήσομαι δὴ, ὡς τοῦ δευτέρου ἀλλˉα ἰσοδυναμοῦντος τῷ δή. (ῃερς. 592.) Ἐν δὲ τῷ, ἑκάστῳ μοῖραν ἔθηκε, μοῖραν φησὶ τὴν καθ' εἱρμὸν βίου διανέμησιν, οἷον, μοῖρα τῷ ἐργωμένῳ κοπιᾶν, τῷ βαδίζοντι κινεῖσθαι, τῷ ὑπνοῦντι ἐγρηγορέναι. οὕτω δὲ καὶ τῷ ἐγρηγορότι ζῴῳ τὸ ἀπονυστάζειν καὶ διὰ τοῦτο ἀκολούθως ὑπνοῦν. (ῃερς. 593.) Τὸ δὲ, ἐπὶ ζείδωρον ἄρουραν, πρόσκειται διὰ τὸ θεῖα ἔξω μοίρας κεῖσθαι. (ῃερς. 596.) Τὸ δὲ, αἰεὶ δάκρυσι πεφυρμένη, ὑπερβολικῶς κεῖται. ὡς γὰρ οὐκ ἔστινἄϋπνόν τινα αἰὲν εἶναι, οὕτως οὐδὲ αἰεὶ δάκρυσιν ἔστι πεφύρθαι. ἐπεὶ καὶ ἄλλως αἰψηρὸς ὁ τοῦ γόου κόρος. (ῃερς. 597.) Τὸ δὲ ἐποψόμενος ἀλλαχοῦ προγέγραπται. (ῃερς. 599.) Ὅτι διαφορὰν ὁ ποιητὴς διδοὺς τοῦ τε χαμαὶ στορέσαι καὶ τῶν δεμνίων φησι· λέξεο ἢ χαμάδι στορέσας ἤτοι καταδέμνια θέντων. τὰ γὰρ κλινοειδῆ δέμνια ἐκ τῶν χαμαὶ αἴρουσι τὸν ἐγκοιμώμενον. (ῃερς. 598.) Καιρία δὲ λέξις ἐπὶ ἀνακλίσεως ὑπνωτικῆς τὸ λέξεσθαι. διὸ καὶ τρία ἐνταῦθα κεῖται τοιαῦτα ῥήματα κατὰ σχῆμα ἐπιμονῆς. Τὸ δὲ λέξεο προστακτικὸν πάνυ καινῶς ἔχει. γίνεται δὲ ἀπὸ τοῦ λέγω λέξω· οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα ἔστιν αὐτοῦ παθητικὸν τὸ λέξομαι· οὗ παρατατικὸς ἐλεξόμην, τὸ τρίτον λέξετο, καὶ ἐξ αὐτοῦ προστακτικὸν τὸ λέξεο. εἰ δέ γε καὶ εὐκτικόν που εὑρεθείη ἐν ἀντιγράφοις, εὔοδον καὶ οὕτω τὸ μέτρον ἔσται διὰ συνιζήσεως. (ῃερς. 599.) Τὸ δὲ χαμάδι ἔστι μὲν ὡς τὸ πολλάκι. δύναται δὲ καὶ διὰ τοῦ ˉσ γράφεσθαι χαμάδις, ὡς πολλάκις. οὕτω δὲ καὶ δηθάκις δηθάκι καὶ αὖθις αὖθι καὶ χωρὶς χωρί. Τὸ δὲ, ἢ καταδέμνια θέντων, ἀλλαγή ἐστι σχήματος. ἦν γὰρ τὸ ἀκόλουθον, ἢ χαμάδι στορέσας ἢ ἐν δεμνίοις. ὁ δὲ ἔφη· ἢ χαμαὶ στορέσας ἢ δέμνια θέτωσαν, αἱ δουλίδες δηλαδή. (ῃερς. 600.) κεῖται δὲ καὶ ἐν τούτοις ὑπερώϊα σιγαλόεντα τὰ ἐκπληκτικά. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Βουληθεὶς ἀνελεῖν Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαινίδας καὶ μεταγνοὺς διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία. ΟΔΥΣΣΕΙΑΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν προδόμῳ εὐναζόμενος Ὀδυσσεὺς (ῃερς. 2.) ἀδέψητον μὲν βοέην, τουτέστι βύρσαν, ἐστόρεσεν, ὕπερθεν δὲ κώεα πολλὰ οἰῶν, οὓς ἱερεύεσκον Ἀχαιοί. Εὐρυνόμη δὲ ἡ ταμία ἐπέβαλε χλαῖναν κοιμηθέντι, τουτέστιν εὐνασθέντι. ἄλλως γὰρ, ἐγρήγορεν, ὡς δηλοῖ τὸ, ἔνθ' Ὀδυσσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτο ἐγρηγορόων. (ῃερς. 6.) Καὶ ὅρα τὸ ἐγρηγορόων ἐκ τοῦ ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω, ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς ῥήτορσιν. (ῃερς. 2.) Ἀδέψητον δὲ βοέην λέγει καθ' ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετ' ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ μέλλων δέψω, καὶ Δωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφ' οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν· στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα πολλὰ οἱῶν. (ῃερς. 5.) Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας. (ῃερς. 6. σθθ.) Ὅτι τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι ὕστατα καὶ πύματα, τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι. τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφ' οἷς πάσχει ἐξ ὧν ἄλλοτέ ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δ' ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς. (ῃερς. 8.) Ἔτι ἰστέον καὶ ὅτι τὸν γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ δ' αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον. Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός, φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ Δημοσθένης, φησὶ, μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ. (ῃερς. 10.) Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατ' αὐτό. (ῃερς. 12.) Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ˉι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ˉι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ˉο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χ' ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε. (ῃερς. 14.) Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ. (ῃερς. 15.) Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπ' αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπ' αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ. (ῃερς. 16.) Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί. (ῃερς. 17.) Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω. (ῃερς. 18.) Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲδηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 22.) Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει· (ῃερς. 23.) τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλ' εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετ' ὀλίγα (ῃερς. 45.) σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα. (ῃερς. 24.) Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχ' ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δ' ὅτε γαστέρ' ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι· τότε γὰρ δηλαδὴ πυκνὰ στρέφεται ἡ γαστήρ· (ῃερς. 28.) ὣς ἂρ ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων. ὃ καὶ πρὸ τῆς παραβολῆς ἔφη εἰπὼν, νωλεμέως αὐτὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἀστείως δὲ τὸν περὶ γαστέρος ὀπτῆς πρὸ μικροῦ (ῃερς. 25.) ἀεθλεύσαντα τοιαύτῃ καὶ νῦν παραβολικῶς εἴκασε. ἐκεῖ μέντοι εἶχέ τις εἰπεῖν καὶ ὡς γαστρίζεσθαι ἤτοι κορέννυσθαι θέλων ὁ Ὀδυσσεὺς ἤθλει. Ἰστέον δὲ ὅτι γαστρίζεσθαι κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ὡς ἐῤῥέθη χορτάζεσθαι, ἀλλ' ἔστιν ὅτε καὶ τὸ κατὰ γαστρὸς τύπτεσθαι. (ῃερς. 27.) Αἰολλεῖν δὲ ἁπλῶς τὸ κινεῖν, ἐνταῦθα δὲ τὸ κατὰ εἴλησιν. δοκεῖ δὲ τοῖς παλαιοῖς γίνεσθαι παρὰ τὴν ἄελλαν τὸ αἰόλλειν, ὅ ἐστι ποικίλως καὶ πυκνῶς καὶ ταχέως στρέφειν καὶ κινεῖν. (ῃερς. 29.) Ὅτι εἰδοποιῶν ὁ ποιητὴς τί δή ποτε μερμηρίζων ὁ Ὀδυσσεὺς πυκνὰ, ὡς ἐῤῥέθη, νυκτὸς ἐστρέφετο, λέγει ὅτι μεριμνῶν, πῶς ἂν μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, μόνος ἐὼν πολέσιν· (ῃερς. 40.) οἱ δὲ αἰὲν ἀολλέες ἔνδον ἔασι. τὸ δὲ μεῖζον καὶ εἴ πέρ φησι, κτείναιμι Διός τε Ἀθηνᾶς τε ἕκητι, ποῦ ἂν ὑπεκπροφύγοιμι τοὺς τῶν μνηστήρων πάνυ πολλοὺς ὄντας. ταῦτα δὲ ὁ ποιητὴς μᾶλλον ἐπαπορεῖ πρὸ τοῦ Ὀδυσσέως, πιθανολογῶν τὰ τῆς μνηστηροκτονίας. καὶ ταῦτα μὲν ἀπορητική τις προέκθεσις· λύσις δὲ ἡ θεόθεν ἐπικουρία κατὰ τὸ δίκαιον, ὡς ἡ Ἀθηνᾶ λέγει, τουτέστιν, ἡ παρὰ τῷ Ὀδυσσεῖ σύνεσις, ἣ διαμπερὲς φυλάσσει τὸν Ὀδυςσέα ἐν πάντεσσι πόνοισι. ἔνθα καὶ θαῤῥῶν Ὀδυσσεὺς νομίζει, δι' ἣν ἔχει φρόνησιν, καὶ πεντήκοντα λόχοις ἀνδρῶν ἀντιστῆναι, καὶ πάντας μὲν μὴ ἂν ἀνελεῖν· οὐ γὰρ δυνατὸν τοῦτο ἀνδρὶ ἑνί· βόας μέντοι ἐξ ἐκείνων ἐλάσασθαι καὶ ἴφια μῆλα. οὕτω τὴν ἀγαθὴν ἐλπίδα ὁ ἥρως προβέβληται. καὶ τοῦτο μὲν παρήγορος καραδοκία ἐπὶ τοῖς ἑξῆς. (ῃερς. 33.) πρὸς δέ γε τὸ παρὸν ἡ αὐτὴ Ἀθηνᾶ ὑπὲρ κεφαλῆς στᾶσα, τί δή ποτέ, φησιν, ἐγρήσσεις, τουτέστιν ἐγρήγορας, πάντων περικάμμορε φωτῶν, ἤγουν ἀνδρῶν πάντων λίαν κακοτυχέστατε. οἶκος μέντοι ὅδ' ἐστί· γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ, καὶ πάϊς, οἷόν πού τις ἐέλδεται εἶναι υἱόν. (ῃερς. 52.) καὶ ἐπὶ τούτοις παραινοῦσα ἡ Ἀθηνᾶ τῷ ἥρωϊ, τουτέστιν αὐτὸς ἑαυτὸν συμπείθων, ἀλλ' ἑλέτω σέ, φησι, καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα. κακῶν δ' ὕπο δύσεαι ἤδη, τουτέστιν ὑπὸ τῆς κακώσεως μικρὸν ὅσον δυσμὰς ἂν βίου ἴδοις· ἢ καὶ ἄλλως, οἰχήσῃ καταδὺς ὡς εἰς βυθόν. ὃ καὶ εὐλαβουμένη Ἀθηνᾶ ἡ τοῦ μύθου τε καὶ ἡ τῆς ἀλληγορίας· κήδεται γὰρ αὐτοῦ καὶ νῦν ὡς καὶ πρὸ τούτων ὅτε ἀγνωμόνως αὐτῷ ἡ τύχη ἐχρῆτο, καὶ δέδιε μή ποτε συγκοπεὶς τῇ ἀγρυπνίᾳ ἡττηθείη αὔριον ἐν τῇ μάχῃ· λαλεῖ τὰ ῥηθέντα, δυσὶ ταύταις χρησαμένη ἐννοίαις, μιᾷ μὲν τοιαύτῃ· τί σοι ἄμετρα μερμηρίζειν οἴκαδέ τ' ἐόντι καὶ τὰ φίλτατα εὑρηκότι εὖ ἔχοντα; ἑτέρᾳ δὲ τοιᾷδε· καὶ μέν τις θνητῷ ἀνδρὶ ἑτέρῳ πείθεται, σὺ δὲ εἴης ἂν οὐ σοφὸς μὴ τὴν θεόθεν ἐπικουρίαν καραδοκῶν. καὶ οὕτως αὐτῷ ὕπνον ἐπὶ βλεφάροις ἡ Ἀθηνᾶ ἔχευε παύσαντι φρονίμως τόν τε θυμὸν τήν τε μέριμναν. (ῃερς. 33.) Τὸ δὲ ἐγρήσσειν δὶς μὲν ἐνταῦθα κεῖται, εὕρηται δὲ καὶ ἐν ἄλλοις. ποιητικὸν δέ ἐστι καὶ γίνεται ἀπὸ τοῦ ἐγείρω, κατὰ συγκοπὴν ἔγρω, ἐξ οὗ ἐγρήσσω, ὥς περ πέλω πλῶ πλήσσω, πέτω πτῶ πτήσσω. (ῃερς. 52.) Τὸ δὲ, ἀλλ' ἑλέτω σε καὶ ὕπνος καὶ ἑξῆς, προτροπὴ εἰς τὸ ὑπνῶσαι ἐστί. Τὸ δὲ, ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, γνωμικῶς τε εἴρηται καὶ ἐκ μεταφορᾶς τῶν ἀγρυπνούντων ἔν τινι φυλακῇ, πόλεως τυχὸν ἢ ἀγροῦ ἤ τινος τοιούτου. Καίρια δ' ἐνταῦθα καὶ τὰ κομματικὰ νοήματα· ἐν δυσὶ γὰρ στίχοις τρία κεῖται κόμματα ἐπισπεύδοντα εἰς τὸ ἀναγκαίως ὑπνῶσαι. (ῃερς. 32.) Ὅτι ἀστεῖον ἐπί τινος βλαπτομένου ἢ ἐπιτασσομένου πρός τινος δυνατοῦ τὸ, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. Μέμψις δὲ ἐπὶ ἀκαίρῳ ἀϋπνίᾳ τὸ, τίπτ' αὖτ' ἐγρήσσεις, ὡς ἐῤῥέθη, πάντων περικάμμορε φωτῶν. (ῃερς. 35.) Ἔπαινος δὲ καίριος καὶ γοργὸς εἰς ἀγαθὸν παῖδα τὸ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα, ἤγουν ὁποῖόν τις ἐπιθυμεῖ ἔχειν υἱόν. (ῃερς. 45.) Θαρσοποιὸν δὲ ἐκ μεγάλου τινὸς πρὸς τὸν αὐτοῦ ἐν φόβοις δεόμενον τὸ, σχέτλιε, καὶ μέν τις χερείονι πείθεται ἑταίρῳ, ὅς περ θνητός ἐστι καὶ οὐ τόσα μήδεα οἶδεν. αὐτὰρ ἐγὼ τοιόσδε εἰμί. ὡς δὲ ἡ μυθικὴ Ἀθηνᾶ λέγει, θεός εἰμι, διαμπερὲς, ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις· (ῃερς. 48.) εἰ δὲ καὶ ὡς εἰς μάχην ὁ τοιοῦτος ἐπικουρῆσαι ὑπισχνεῖται, ἁρμόζει καὶ τὰ ἐφεξῆς· ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων νῶϊ, τουτέστιν ἡμᾶς, περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο, ἤγουν ἀπελάσεις, βόας καὶ ἴφια μῆλα. Καὶ ὅρα ὡς ἀσφαλῶς εἶπεν, ἀπελάσεις λείαν ζῴων, ἡττήσας δηλαδὴ τοὺς τοσούτους· ἄλλως γὰρ ἀπίθανον ὑπὸ δύο θνητῶν πεντήκοντα λόχους κακόν τι μέγα παθεῖν· βλαβῆναι μέντοι ἐστὶ μερικῶς. (ῃερς. 49.) Σημείωσαι δὲ ὅτι μεγαλοφωνότερον νῦν ἡ ποιητικὴ ἔφη Μοῦσα ἤ περ ὅτε πρὸς τριακοσίους μόνους τὸν Ὀδυσσέα ἐν τοῖς πρὸ τούτων ἀντέστησε. πάντως γὰρ οἱ πεντήκοντα λόχοι πολλῷ πλείους τριακοσίων ἀνδρῶν. ἐκ τοῦ μείζονος δὲ κἀνταῦθα ὁ τῆς ἐπιχειρήσεως λόγος τῷ ποιητῇ. (ῃερς. 40.) Ἔτι σημείωσαι καὶ ὅτι μεῖζον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς, ὡς καὶ πρὸ βραχέων ἐλέχθη, κρίνει τοῦ ἀνελεῖν τοὺς μνηστῆρας τὸ δυνηθῆναι ὑπεκπροφυγεῖν τοὺς ἐκείνων. μνηστῆρες μὲν γὰρ καὶ ὀλίγοι ἔπεσον καὶ οὐδὲ νήφοντες· οἱ δὲ τῶν μνηστήρων οὔτε τοιοῦτοι οὔτε τοσοῦτοι, ἀλλὰ πολλῷ καὶ κρείττους καὶ πλείους. (ῃερς. 56.) Ὅτι ἐν τῷ, ὕπνος τὸν Ὀδυσσέα ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελὴς, ἔοικε παρετυμολογεῖν τὸ, λυσιμελὴς ὕπνος, ἵνα εἴη τοιοῦτος ὁ λύων τὰς μελεδῶνας καὶ νοοῖτο κατὰ μίαν ἔννοιαν καὶ λυσιμελὴς συνθέτως καὶ διαλελυμένως λύων μελεδήματα θυμοῦ ὁ αὐτός. καὶ μὴν αὐτὸς καὶ ἄλλως καλεῖται λυσιμελὴς παρὰ τὸ λύειν τὰ μέλη, ὡς δηλοῦται καὶ ἐν τῷ, λύθεν δέ οἱ ἅψεα πάντα. εἴη δ' ἂν τοιοῦτος καὶ ὁ κάματος, εἴ γε καὶ καμάτῳ φίλα γυῖα λέλυνται, ὥς τε αὖθις τῷ λόγῳ τούτῳ ἄλλως μὲν λυσιμελὴς, ἄλλως δὲ λύων μελεδήματα ψυχῆς ὁ αὐτός. (ῃερς. 58.) Ὅτι κλαυθμὸν γυναικεῖον φράζει τὸ, κλαῖε δ' ἂρ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν, ἕως κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν. (ῃερς. 61.) Ὅτι ἔθους ὄντος τοῖς εἰς ἄκρον λυπουμένοις αἱρεῖσθαι θάνατον, γίνεται αὐτὸ καὶ τῇ Πηνελόπῃ. εὔχεται οὖν, ὡς αἴθε Ἄρτεμις πότνια θεὰ, ἰὸν ἐνὶ στήθεσι βαλοῦσα, ἐκ θυμὸν ἕλοιτο αὐτίκα νῦν· διὰ αἰφνιδίου δηλαδὴ θανάτου, ὡς πολλαχοῦ φαίνεται· ἢ ἔπειτά με ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα, ἐν προχοαῖς δὲ βάλοι ἀψοῤῥόου Ὠκεανοῖο. ὅμοιον δὲ καὶ μετ' ὀλίγα (ῃερς.

Intertext edge

Open linked passage

Note