Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1.1
) τὸν Μενέλαον ἀναστάντα ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο ἀγχίμολον αὐτοῖς ἐλθεῖν ἔτι κοιμωμένοις. ὃ καὶ πρὸ ταύτης καθ' ἑκάστην ἡμέραν ἔοικε ποιεῖν διὰ φιλοφροσύνην. (ῃερς. 61.) διό περ ὁ Τηλέμαχος σπερχόμενος δὴ χιτῶνα περὶ χροῒ σιγαλόεντα δῦνεν καὶ μέγα φᾶρος 2. 91 ἐπὶ στιβαροῖς βάλετ' ὤμοις. ἔνθα ὅρα τὸ, χιτῶνα δῦνε, καὶ τὸ, μέγα φᾶρος ἐπὶ στιβαροῖς ὤμοις βάλετο, ἤγουν ἔθετο. ἔοικε γὰρ μανδοειδές τι νῦν τὸ φᾶρος εἶναι καὶ οὐ δυτὸν ἀλλὰ ἀναπτόν. (ῃερς. 49.) Τὸ δὲ ἐπειγομένους ὁδοῖο κατὰ συνήθειαν Ὁμηρικὴν συντέτακται. (ῃερς. 53.) Τὸ δὲ μύθοις ἀγανοῖς καιρίως κεῖται. τοιούτοις γάρ τις παραυδᾶται, ὅ ἐστι παρηγορεῖται, τοῖς δέ γε μὴ ἀγανοῖς κερτομεῖται. (ῃερς. 58.) Ὅρα δὲ καὶ ὅτι, ὥς περ τὴν ἀνδρὸς καὶ γυναικὸς εὐνὴν σεμνῶς φράζει ἐν πολλοῖς, οὕτω καὶ νῦν ἔφρασε τὴν ἔγερσιν ἐν τῷ, ἀναστὰς ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο. (ῃερς. 65.) Ὅτι σπεύδοντος οἴκαδε ξένου λόγος τὸ, ἤδη νῦν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν, ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι, ὁμοίως καὶ τὸ, βούλομαι ἤδη νεῖσθαι ἐφ' ἡμέτερα. εἰ δὲ καὶ φόβον ὁ τοῦτο λέγων ἔχοι περὶ τῶν οἴκοι, ἁρμόσει καὶ τὸ, οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι· τῷ δέ γε Τηλεμάχῳ ἥρμοσεν ἐφεξῆς καὶ τὸ, μὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι. καὶ ὅρα τὸ διζήμενος ὡς ἀπὸ τοῦ διζῶ, δίζημι παραγώγου. ἐξ οὗ παρὰ Ἡροδότῳ τὸ δίζηνται ἤτοι ψηλαφῶσι. Τὸ δὲ οὖρον κατέλειπον ἀντὶ τοῦ φύλακα, ἀπὸ τοῦ ὁρᾶν. καὶ ἔστι τοῦτο ἁπλοῦν, ἐξ οὗ πρὸ ὀλίγων συβώτης ὑῶν ἐπίουρος. Καὶ σημείωσαι ὅτι ἐκ τοῦ ὁρῶ γενομένων τοῦ, τε ὅρου τοῦ κατὰ γῆν καὶ τοῦ παρὰ τοῖς φιλοσόφοις ἔτι δὲ καὶ τοῦ δηλοῦντος τὸν φύλακα, ὁ μὲν φιλόσοφος οὐ μεταπεποίηται, ἀλλ' ἔμεινεν ἀπαθὴς κοινότερον. οἱ δὲ λοιποὶ δύο ἰωνίζονται, ὡς δῆλον ἐκ τοῦ, ἀμφ' οὔροισι δηριόωνται, καὶ ἐκ τοῦ, οὖρον ἰὼν κατέλειπον. ἡ δ' αὐτὴ διάλεκτος καὶ τὸ ἀφορίσαι ἀποῦραι εἶπε. δῆλον δ' ὅτι, ὥς περ πρὸς διαστολὴν τῶν βαρυνομένων οὔρων ὀξυτονοῦνται οἱ ἐν Ἰλιάδι οὐροὶ τῶν νεῶν, οὕτω διαστολῆς ἕνεκεν τῆς πρὸς τὸ ὄρος ὠξυτονήθη μὲν ὁ τοῦ γάλατος ὀρός. ἐδιπλασίασε δὲ τὸ ἀμετάβολον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ζωϊκὸς ὄῤῥος ὁ καὶ παρὰ τῷ κωμικῷ· ἐξ οὗ σύγκειται τὸ ὀῤῥωδεῖν. (ῃερς. 68.) Καὶ τοιαῦτα μὲν τὰ τοῦ σπεύδοντος ξένου, ἅ περ ἔφη Τηλέμαχος. ὁ δὲ κατὰ τὸν Μενέλαον ἀγαθὸς ξενοδόχος ἐρεῖ ἄν· οὔ τι σ' ἔγωγε πολὺν χρόνον ἐνθάδ' ἐρύξω ἱέμενον, ἤγουν ἐφιέμενον, νόστοιο. προσεπιπλέξει δὲ καὶ τὰ ἑξῆς γνωμικῶς οὕτω· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν φιλέῃσιν, ἔξοχα δ' ἐχθαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα. ἶσόν τοι κακόν ἐστιν ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ὅθεν λαβὼν Ἡρόδοτος ἔγραψε τὸ τραπέζῃ μειλίξαντα ἀποπέμψαι ἐπὰν ἐθέλωσι νέεσθαι. (ῃερς. 77.) εἰ δὲ καὶ παρακατέχων τὸν ξένον ὥστε δειπνῆσαι εἴπῃ τὸ, εἴπω δὲ ἔσω δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων, ἐπενεχθήσεται οἰκείως καὶ τὸ ἐφεξῆς· ἀμφότερον κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, δειπνήσαντας ἴμεν ἤγουν ἐλθεῖν πολλὴν ἐπ' ἀπείρονα γαῖαν, τουτέστι τὸ τοὺς ξένους δειπνήσαντας ὑποχωρῆσαι εἰς ὁδὸν, ὄνειαρ μὲν τῷ ξενοδοχηθέντι διὰ τὸ φαγεῖν, κατὰ τὸ, ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, τουτέστιν ὠφεληθήσῃ, ἐξ οὗ καὶ ὄνειαρ τὸ βρῶμα. καὶ ἰδοὺ τὸ ἕν· κῦδος δὲ καὶ ἀγλαΐα τῷ ξενοδοχήσαντι. καὶ ἰδοὺ τὸ ἕτερον, καὶ ὁμοῦ δύο. διατοῦτο γὰρ εἶπεν ἀμφότερον ἐπιῤῥηματικῶς καθ' ὁμοιότητα τοῦ ἀμφότερον, φιλότητι καὶ αἰδοῖ. οὐκ ἄδηλον δὲ ὅτι πολυωνύμως ταυτὸν τὸ, κῦδός τε καὶ ἀγλαΐα, ὡς καὶ ἐν τῷ, πολλὴν ἐπ' ἀπείρονα γαῖαν, ταυτόν τι πολλὴν καὶ ἀπείρονα. τοῦτο δὲ καὶ ἄλλως ἐῤῥέθη, ὡς τοῦ μὲν ἀπείρονα γαῖαν, καθ' ἕν τι λαμβανομένου, γῆν γὰρ δηλοῖ μετὰ καὶ ἐπιθέτου, τοῦ δὲ πολλὴν ποσότητα δηλοῦντος τῆς διοδευθείσης γῆς. (ῃερς. 69.) ἐν δὲ τῷ, νεμεσσῶμαι δὲ καὶ ἄλλῳ καὶ τοῖς ἑξῆς σημείωσαι ὅπως παραφράζει φιλοτίμως ἐλθὼν διὰ τριῶν ἐννοιῶν καὶ χορεύων δι' αὐτῶν τεχνικῶς. ὧν ἡ μὲν δευτέρα σαφεστέρα τῆς πρώτης, ἡ δὲ τρίτη καὶ γοργοτέρα τῶν δύο, ὥς περ ἡ δευτέρα τῆς πρώτης. ἐκείνη γὰρ ἔχει συμπαρακείμενον καὶ ἕτερον γνωμικὸν τὸ, ἀμείνω δ' αἴσιμα πάντα. τοιοῦτόν τι παραφραστικὸν σχῆμα ἐστὶ καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς· ἐν ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ ἐσθλὸς καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ κυκλοῖ γοργῶς ἐν παραφράσει μίαν ἔννοιαν τρὶς περὶ τὴν αὐτὴν στραφείς. Σημείωσαι δὲ καὶ ὅτι ἀποτρέπων Ὅμηρος ἔξοχα φιλεῖν καὶ ἔξοχα ἐχθαίρειν τὸ μηδὲν ἄγαν προϋποτίθησι τὸ ὕστερον ὑπ' ἄλλων ἀποφανθὲν, οἳ καὶ ἔδοξαν οἴκοθέν τι ἐξευρεῖν, ἐξ Ὁμήρου ὠφελημένοι τὸ νόημα. (ῃερς. 71.) Τὸ δὲ ἀμείνω δ' αἴσιμα πάντα, ἐγγύς ἐστι τοῦ εἰπεῖν ὡς πάντων μέτρον ἄριστον. (ῃερς. 77.) Τὸ δὲ τετυκεῖν χρήσιμον μὲν εἰς μόνον μέτρον· γίνεται δὲ ἐκ τοῦ τύκω, ὅθεν καὶ τὸ τετύκοντο, καὶ ἔστι δεύτερος μέλλων ἀπαρέμφατος τοῦ τύκω ἢ τετύκω Ἰωνικῶς. μάλιστα μὲν οὖν γοργότερον εἰπεῖν, ἐκ τοῦ τεύχω γίνεται τυχεῖν καὶ ἀναδιπλασιασμῷ καὶ τροπῇ τοῦ δασέως εἰς 2. 92 ψιλὸν κατὰ Ἴωνας τετυκεῖν. (ῃερς.

Intertext edge

Open linked passage

Note