Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1.1
) Τὸ μὲν ῥοχθεῖν ὡς τραχὺν ἦχον δηλοῖ κατ' ὀνοματοποιΐαν, ἱκανῶς δεδή 2. 9 λωται. Πλαγκταὶ δὲ πέτραι ἢ διότι προσπλάζονται ἀλλήλαις συμπίπτουσαι καὶ συγκρούονται πελάζουσαι, ὅθεν καὶ πυρεκβολοῦσιν, ὡς ῥηθήσεται, ἢ διότι κῦμα φασὶ συνεχῶς ἐκεῖ προσπλάζεται. Θεοὶ δὲ αὐτὰς οὕτω καλοῦσιν, ὡς ἀνθρώπων μήτε εἰδότων τὰς πλαστὰς ταύτας Πλαγκτὰς διὰ τὸ μυθικῶς ἐκτετοπισμένον, μήτε καλούντων. τοῦτο δὲ καὶ ἐπὶ τοῦ μώλυος εἶπε. (ῃερς. 70.) Σημείωσαι δὲ ὅτι τὰς χαλεπὰς Πλαγκτὰς πέτρας, ἃς καὶ διεξέπλευσεν ἀβλαβὴς μόνη ἡ Ἀργὼ ἐκ τῆς Κολχίδος παρ' Αἰήταο, ἤγουν ἐκ τοῦ Αἰήτου πλέουσα, ὁ ποιητὴς ὡς διά τινος πετροβόλου τεραστίας μηχανῆς ἐκ τοῦ κατὰ Θρᾴκην πορθμοῦ εἰς τὸν Σικελικὸν ἐξετίναξεν ὑπὸ ἀρχιτέκτονι τῷ μύθῳ. καὶ ῥιζώσας ἐκεῖ ἐξετόπισε, κατὰ ὁμοιότητα δῆθεν τῶν κατὰ Θρᾴκην Συμπληγάδων, ἃς περὶ τὸν πρὸ τοῦ Εὐξείνου Θρᾳκικὸν πορθμὸν πλαττομένας εἶναι, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ ἐῤῥέθη, παρῆλθεν ἡ Ἀργὼ κατὰ τοὺς μεθ' Ὅμηρον, ἐκ τῆς Προποντίδος καὶ τοῦ πόντου εἰς τὴν Κολχίδα γῆν ἐκ Θετταλίας ἀναπλέουσα. ἐκ δὲ τῆς Κολχικῆς καθ' ἑτέραν κέλευθον παλίμπλους στελλομένη ἐνέκυρσε ταῖς καθ' Ὅμηρον ἄρτι μυθευομέναις Πλαγκταῖς. λέγεται γὰρ πρός τινων, ὅτι παλιννοστοῦντες ἐκ Κόλχων οἱ Ἀργοναῦται οὐ τὸν αὐτὸν ἐστείλαντο πλοῦν, οὐδὲ τὸν Εὔξεινον αὖθις διὰ τοῦ κατὰ τὸ Βυζάντιον πορθμοῦ καὶ τῶν ῥηθεισῶν Συμπληγάδων διεξέπλευσαν, ἀλλ' ἔχοντες τήν τε Μήδειαν τό, τε χρυσοῦν κῶας τὸν σκοπὸν καὶ τὸ ἆθλον ἐκείνου τοῦ πλοῦ ἄλλην ἐτράποντο. καὶ κατὰ μέν τινας τὸν Ὠκεανὸν παραπλεύσαντες ἕως καὶ εἰς τὸν Ἀτλαντικὸν, εἶτα ἐκεῖθεν διὰ Λιβύης πεζῇ ἐπ' ὤμων τὴν Ἀργὼ περιαγαγόντες καὶ τῇ Λιβυκῇ ἐμβαλόντες θαλάσσῃ πρὸς τῷ Σικελικῷ πορθμῷ καὶ ταῖς Ὁμηρικαῖς ταύταις Πλαγκταῖς ἐγένοντο, ἃς καὶ αὐτὰς εὐτυχῶς διεκδύντες καθὰ καὶ τὰς Θρᾳκικὰς Συμπληγάδας περιεσώθησαν. καὶ ἔστιν εὑρεῖν τι τῆς ἱστορίας ταύτης καὶ ἐν τῷ Πινδάρῳ καὶ τῷ Λυκόφρονι. Ἕτεροι δέ φασιν ὅτι τῷ Ἴστρῳ τὴν Ἀργὼ ἐκ τοῦ Εὐξείνου προσχόντες οἱ Ἀργοναῦται, καὶ διὰ ποταμοῦ ἑτέρου ἢ καὶ διά τινος ἀποσπάδος τοῦ μεγάλου Ἴστρου τῷ Ἀδρίᾳ κόλπῳ ἐμβαλόντες, καὶ, ὡς ἔπος εἰπεῖν, μεταβάντες ἐκ τοῦ Ἴστρου εἰςτὸ Ἰόνιον πέλαγος, εἶτα πρὸς τὰ ἑσπέρια κάμψαντες, εἰς τὸν Σικελικὸν πορθμὸν διεξέπεσον. ὅτε καὶ παρέπλευσαν ὥς περ πρὸ τούτων τὰς Θρᾳκίας Συμπληγάδας, οὕτω καὶ τὰς ἑσπερίας τότε Πλαγκτάς. ἀλλὰ ταύτας μὲν ἔτι κινουμένας οἶδεν ὁ ποιητὴς ἐπὶ τῆς κατὰ τὸν Ὀδυσσέα πλάνης. τὰς δὲ τοῦ Θρᾳκικοῦ βοσπόρου ἔπαυσεν ἤδη πάλαι ὁ μῦθος τῆς συνεχοῦς κινήσεως, καθά που δηλοῖ καὶ Πίνδαρος. δίδυμοι γάρ φησιν ἦσαν, ζωαὶ, ἐκυλίνδοντο δὲ κραιπνότεραι ἤ περ ἄνεμος. ἀλλ' ἤδη τελευτὴν αὐταῖς ἐκεῖνος ἡμιθέων πλοῦς ἤγαγεν, ὡς εἱμαρμένον ὂν, στήσεσθαι ὅτε ναῦς τις διεκπλεύσει αὐτάς. ἔστι δὲ ὁ περὶ τῶν Θρᾳκικῶν Συμπληγάδων καὶ τῆς Ἀργοῦς λόγος τοιοῦτος. Οἱ περὶ τὴν Ἀργὼ τὴν Βιθυνῶν φασὶν ἀναπλέοντες χώραν εὗρον τὸν Φινέα πηρὸν ὄντα διὰ τοιαύτην αἰτίαν. ἔχων ἐκεῖνος παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου, εἶτα ἐπιγήμας ἑτέραν, ἐξέδοτο αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπῄνας ἔδοτο αὐτῷ αἵρεσιν, εἰ ἄρα βούλοιτο πηρωθῆναι ἢ ἀποθανεῖν. ὁ δὲ προαιρεῖται μὴ βλέπειν Ἥλιον. ἀγανακτήσας οὖν ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἳ λιμώττειν ἐποίουν τὸνἄνθρωπον, ἀφαρπάζουσαι δαινυμένου τὰ βρώματα. τοῦτον ἰδόντες οἱ περὶ τὸν Ἰάσονα καὶ σοφὸν εἶναι μαθόντες παρεκάλουν ὑποθέσθαι ὡς διεκπλευσοῦνται τὰς πέτρας. ὁ δὲ ἤθελεν ὑποθέσθαι, εἰ τὰς Ἁρπυίας ἀπελάσουσι. καὶ αὐτοὶ ἐπαγγέλλονται οὕτω ποιήσειν. ἐρωτᾷ οὖν ὁ Φινεὺς, ὅσον ἂν εἴη τὸ τάχος τῆς Ἀργοῦς. εἰπόντος δὲ ἐκείνου, ὅσον πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν μέσον τῶν πετρῶν. κἂν μὲν αὐτὴ μεσολαβηθῇ, μηδὲ τούτους πλέειν, ἐὰν δὲ περισωθῇ, τότε περαίνειν ἀφόβως τὸν πλοῦν. ἀπολυθείσης οὖν τῆς περιστερᾶς καὶ συσχεθείσης οὐ πάσης ἀλλὰ κατὰ τὸ οὐραῖον, εἰσβάλλουσι τοῦ λοιποῦ διὰ τῶν Συμπληγάδων αὐτοί. αἱ δὲ συμβύσασαι τὴν ἄκραν πρώραν τῆς Ἀργοῦς ἔκλασαν κατὰ τὸ ἐν τῇ περιστερᾷ σύμβολον. οἱ δὲ Βορεάδαι Ζήτης καὶ Κάλαϊς, οὓς ὁ μῦθος πτερωτοὺς πλάττει, καθά που καὶ Περσέα τὸν ποιητικῶς ἀρβυλόπτερον, ἤγουν πτερόπουν κατὰ τὸν μῦθον· ταῖς γὰρ ἀρβυλαῖς αἵ πέρ εἰσιν εἶδος ὑποδήματος οἱ πόδες δηλοῦνται· οἱ τοίνυν Βορεάδαι συμπλέοντες τοῖς Ἀργοναύταις τὰς Ἁρπυίας, ἃς ἡ τοῦ μύθου ἱστορικὴ θεραπεία ἀσώτους δαπάνους οἶδε γυναῖκας, ἀπελαύνουσιν, ἀέριοι ἀρθέντες καὶ ἐκδιώξαντες, καὶ οὕτως ἐλευθεροῦσι τὸν γέροντα, ὃ δὴ προϋπέσχητο. καὶ τὸ ἐντεῦθεν οἱ Ἀργοναῦται εἰς Κόλχους περισώζονται. τοῦ λοιποῦ δὲ ἐν τῇ τῶν Ἀργοναυτῶν ἐπανελεύσει μετεκδέχεται ἡ ποιητικὴ διασκευὴ τὴν καὶ διὰ τῶν Πλαγκτῶν διέκδυσιν τῆς Ἀργοῦς. καὶ τοῦτο μὲν τοιοῦτον. 2. 10 (ῃερς. 61.) παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ταῦτα ῥητῶς. αἱ Πλαγκταὶ οὕτω καλούμεναι κατέχουσι τὸν περὶ Σικελίαν πορθμὸν, συντρέχειν μεμυθευμέναι κατὰ αἰτίαν τοιαύτην· στενοῦ τοῦ πορθμοῦ ὄντος καὶ πολλοὺς ἀγκωνισμοὺς ἔχοντος, ὁτὲ μὲν συμπίπτειν δοκεῖ τοῖς πλέουσι τὰ προκείμενα, ὁτὲ δὲ ἀνοίγεσθαι, πλανωμένης τῆς ὄψεως διὰ τὸ τάχος τοῦ πλοῦ. Πλαγκτὰς οὖν λέγειν τὸν ποιητὴν, οἷα πλαζομένας καὶ κυλιομένας, ὡς ἐκ τῆς συγκρούσεως καὶ πῦρ ἀποτελεῖν. εἰ δ' ἴσως ἐκ τοῦ πλήσσειν εἴποι τις παρῆχθαι τὰς Πλαγκτὰς, δύναιντ' ἂν οὕτω Συμπληγάδες λέγεσθαι καὶ αὐταί. (ῃερς. 62.) Ποτητὰ δὲ γενικῶς τὰ πτηνὰ λέγει, ἃ ὥς περ πτηνὰ ἐκ τοῦ πτῶ πτήσω, οὕτω καὶ ποτητὰ ἐκ τοῦ ποτῶ ποτήσω. Τὸ δὲ, οὐδὲ πέλειαι, κατ' ἐξαίρετον ἤτοι κατ' ἐξοχήν τινα κεῖται, οὐ μόνον διὰ τὸ ἐν τῇ πτήσει ὠκὺ τοῦ ζῴου, ἀλλὰ καὶ, ἵνα δηλοῖ ἀναιδεῖς τὰς πέτρας, εἰ μηδὲ πελειάδων φείδεσθαι οἴδασιν, αἳ Διῒ ἀμβροσίαν φέρουσιν. Ἀθήναιος δὲ γράφει, ὅτι ἐπεὶ Διῒ τὴν ἀμβροσίαν φέρουσι πελειάδες, εἰ καὶ μὴ ὄρνις ἀλλὰ πλειάδες αἱ προσημαίνουσαι τὰς ὥρας τοῖς ἀνθρώποις, διατοῦτο καὶ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει Ὅμηρος ἐν τῷ, τῇ μὲν οὐδὲ ποτητὰ παρέρχεται καὶ ἑξῆς. ὡς δὲ τὰς πλειάδας τῶν ἐνδοξοτάτων ἐν τοῖς ἀπλανέσιν ὁ ποιητὴς ὑπείληφε, δηλοῖ ἐν τῇ ἀσπιδοποιΐᾳ, προτάξας αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν ἐν τῷ, ἐν δὲ τὰ τείρεα πάντα καὶ ἑξῆς. δῆλον δὲ τὸ τῶν πελειάδων ἤτοι πλειάδων ἀξίωμα, καὶ παρὰ τῇ Βυζαντίᾳ Μοιροῖ ἐν τῷ· Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν, αἳ δή τοι θέρεος καὶ χειμῶνος ἄγγελοί εἰσιν. εἶδος δὲ περιστερᾶς ἡ πέλεια, ἧς μάλιστα ἴδιον τὸ τρεῖν δειλαινομένην, διὸ καὶ τρήρων λέγεται. ἱστορεῖται δὲ ζωϊκῶς, ὅτι περιστερῶν εἴδη πέντε, οἰνὰς, μείζων περιστερᾶς, οἰνωπὸς τὸ χρῶμα, φὰψ, μέση περιστερᾶς καὶ οἰνάδος, φάττα, μέγεθος ἀλέκτορος, χρῶμα δὲ αὐτῇ σποδίον, καὶ τρυγὼν, πάντων ἐλάττων, ᾗ χρῶμα τεφρὸν, καὶ περιστερὰ δὲ ἡ κοινότερον. πολυχρονιώτερον δέ φασι τούτων ἡ φάττα. ζῶσα καὶ τεσσαράκοντα ἔτη. Δωριεῖς δέ, φασι, τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν. Ἀττικοὶ δὲ τὴν περιστερὰν περιστερὸν λέγουσιν. Ἄλεξις· Ἀφροδίτης εἰμὶ περιστερός. τίκτουσι δέ, φασι, πᾶσαν ὥραν ἔτους. διὸ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. Ἰστέον δὲ καὶ, ὡς εἴ περ μόνον πελειάδων ἐπίθετον εἶναι δοκεῖ τὸ τρήρωνες, ἐπεὶ δι' ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη, τρεῖν δέ ἐστι τὸ εὐλαβεῖσθαι, ὥς φησιν Ἀθήναιος, ὅμως πιθανόν ἐστι τὸ ἐπίθετον καὶ ἐπὶ πλειάδων λεγόμενον, αἳ τὸν προειρημένον Ὠρίωνα μυθεύονται φεύγειν διώκοντα τὴν αὐτῶν μητέρα Πληϊόνην, ᾗ κατά τινας αἱ Πληϊάδες παρονομάζονται. (ῃερς. 64.) Τὸ δὲ τὰς πέτρας καὶ τῶν πελειάδων ἀεὶ ἀφαιρεῖσθαι ὅτε ἀμβροσίαν Διῒ φέρουσιν, ὁ μὲν Ἀθήναιος λέγει ὑπὸ τῆς ὀξύτητος τῶν Πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι μίαν τῶν πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σώζειν τὸν ἀριθμὸν αὐτῶν. (ῃερς. 65.) ποιητικῶς αἰνιττομένου Ὁμήρου, ὡς τῶν πλειάδων ἓξ ὁρωμένων, ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται. λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά· ὁ δὲ μῦθος οὕτω καθιστᾷ, ὡς οὐδὲ αὐταὶ ἀσινεῖς τὰς πέτρας διέρχονται, ἀλλὰ κολούονται ἢ οὐραίου τυχὸν ἤ τινος ἑτέρου τῶν μερῶν. ὁ δὲ ποιητὴς μέσως ἔφρασεν, ὡς νοεῖσθαι μὲν καὶ τοῦτο, δοκεῖν δὲ ἄλλως, καὶ ὅλην πέλειαν μίαν ἐκ πολλῶν βλάπτεσθαι. διὸ καὶ ἐπήγαγε τὸ, ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι ὡς τοῦ ἀριθμοῦ ἐπιλιπόντος. οἱ δὲ παλαιοὶ οὕτω τὰ τοῦ λόγου θεραπεύουσι. Χείρων ὁ Ἀμφιπολίτης Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐρωτήσαντός φασι, τί βούλεται παρὰ τῷ ποιητῇ τὸ τὰς περιστερὰς εἰπεῖν κομίζειν ἀμβροσίαν τῷ Διῒ, καὶ τὸ ἀφαιρεῖσθαί τι αὐτὰς καὶ τῶν πελειῶν, περὶ τῶν πλειάδων εἶναι τὸν λόγον ἔφη, ἃς εἶναι μὲν ἑπτὰ, φαίνεσθαι δὲ ἓξ τοῖς ἐκεῖ, τῆς μιᾶς διὰ τὸ καὶ ἄλλως ἀμυδρὸν τοῦ ἀστρίου ἀφανιζομένης ὑπὸ τῶν πετρῶν. ὡς δὲ ἡμεῖς φησὶ πελειάδων ἤτοι πλειάδων ἐπιτελλουσῶν ἀρχόμεθα θερίζειν, οὕτω καὶ θεοὶ τὴν ἀμβροσίαν κομίζεσθαι. ὅτι δὲ πολλοὶ τὰς πλειάδας πελειάδας ὠνόμασαν, ἱκανῶς δείκνυσιν ὁ Ἀθήναιος, δήλην τιθεὶς τὴν ἐκτροπὴν τοῦ ὀνόματος καθ' ἣν αἱ πλειάδες πέλειαι καὶ πελειάδες παρὰ ποιηταῖς λέγονται. ὡς πλανᾶσθαι πολλοὺς, ὄρνις εἶναι τὰς πλειάδας, τῷ τε παρασχηματισμῷ φησὶ τοῦ κατὰ πρόσθεσιν γράμματος ἤγουν τοῦ ˉε δι' οὗ ἐκ τῆς τῶν πλειάδων τρισυλλαβίας εἴς τε τετρασυλλαβίαν πελειάδων προέβησαν, καὶ ὅτι δοκεῖ φησὶ τὸ τρήρωνες, ὡς καὶ ἐν τοῖς περὶ τῆς σχεδίας τοῦ Ὀδυσσέως προδεδήλωται, μόνον ἐπίθετον εἶναι τῶν πελειάδων, ἐπάγει δὲ τούτοις ὁ αὐτὸς ῥήτωρ καὶ χρήσεις ταύτας. Μοιρὼ ἡ Βυζαντία λέγουσα τὴν ἀμβροσίαν τῷ Διῒ τὰς 2. 11 πλειάδας κομίζειν γράφει, ὡς καὶ προδεδήλωται, Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν ταύτην. Σιμωνίδης δὲ πελειάδας οὐρανίας τὰς πλειάδας φησί. καὶ Πίνδαρος δὲ, ἔνθα ὀρίας αὐτὰς πελειάδας λέγει, ὡς κειμένας ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου, καθὰ καὶ αὐτὸ προγέγραπται. καὶ Αἰσχύλος δὲ ἐκφανέστερον προσπαίζων πρὸς τὴν ὁμοφωνίαν ἀπτέρους πελειάδας εἶπεν ἐν πτώσει ὀρθῇ. καὶ Λαμπροκλῆς, αἳ ποταναῖς ὁμώνυμοι πελειάσιν ἐν αἰθέρι κεῖνται· ἔνθα ὅρα τὸ ποταναῖς, ληφθὲν μὲν ἀπὸ θέματος οὗ καὶ τὰ ποτητὰ, πρωτόθετον δὲ ὂν τοῦ πτηναῖς. καὶ τοιαῦτα μὲν τὰ τοῦ δειπνοσοφιστοῦ περὶ πελειάδων, εἴτουν πλειάδων. ἐν δὲ τοῖς οὕτως ὀνομάσασιν ἔστι καὶ Εὐριπίδης, ἑπταπόρου δρόμημα πελειάδος εἰπών. Καὶ Θεόκριτος δὲ, παρ' ᾧ κεῖται τὸ, ἀνατέλλουσι πελειάδες. ἀλλ' οὕτω μὲν ὁ Ἀμφιπολίτης Χείρων. Ἀριστοτέλης δέ φασιν ἀλληγορικῶς εἶπε δηλοῦν Ὅμηρον ἐξ ἀναθυμιάσεως τρέφεσθαι τοὺςθεοὺς ἤτοι τὰ ἄνω σώματα, ἀεροπόρον ζῷον παραλαβόντα εἰς ἔνδειξιν τῆς τοιαύτης τροφῆς. τὸ δὲ ἀφαιρεῖσθαί τι ὑπὸ τῆς πέτρας δηλοῦν ἔφη ὡς καὶ ἡ γῆ ἕλκει ἐκ τῆς τοιαύτης ἀναθυμιάσεως. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς διὰ τὸ δοκεῖν φησὶ τοὺς θεοὺς φιλοσόφους καὶ ἡδονῆς μείζους ἀναθεῖναι τὸν ποιητὴν τὴν ἐκείνων τροφὴν τῷ ἀσθενεστάτῳ καὶ τρυφερωτάτῳ ζῴῳ, ὑφ' οὗ βραχύ τι ἂν παρακομίζετο. Ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν Ἥλιον ἀκολούθως Πλάτωνι, ὃς ἐν Φαίδρῳ φησίν· Ὁ μὲν δὴ μέγας ἐνοὐρανῷ Ζεὺς, ὅ ἐστιν Ἥλιος, πτηνὸν ἅρμα ἐλαύνων· ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς Ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δημόκριτος. δῆλον δὲ ὡς καὶ ἐκ θαλάσσης τοιαύτη ἀνιμωμένη τροφὴ ἀναφέρεται. εἰσὶ δὲ οἵ φασι καὶ ὡς ὅτε τὸ ἄστρον ὁ ταῦρος ἕκαθεν τῶν Πλαγκτῶν γένηται, συμβαίνει ἕνα τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ ἑπτὰ ἀστέρων, οἳ πλειάδες λέγονται, ἀμαυροῦσθαι τῇ ἐκ τῶν Πλαγκτῶν ἀναφορᾷ τοῦ καπνοῦ. καὶ τοῦτο εἶναι τὸ τὰς Πλαγκτὰς ἀφαιρεῖσθαι καὶ τῶν πελειῶν. Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας, τροφὸν δὲ αὐτοῦ προφῆτιν τινὰ θυγατέρα Ὤρου, ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαι ποτὲ εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι, χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρὸς, ἀηδόνος, καὶ κοττύφου· εὑρεθῆναί τε τὸ παιδίον μετὰ περιστερῶν ἐννέα παῖζον ἐπὶ τῆς κλίνης. εὐωχουμένην δὲ παρὰ τοῖς τοῦ παιδὸς τὴν Σιβύλλαν, ἐμμανῆ γεγονυῖαν, ἔπη σχεδιάσαι. ὧν ἀρχὴ, Δμασαγόρα πολύνικε, ἐν οἷς καὶ μεγακλεῆ καὶ στεφανίτην αὐτὸν προσειπεῖν, καὶ ναὸν κτίσαι κελεῦσαι ἐννέα πεγριδῶν· ἐδήλου δὲ τὰς Μούσας. τὸν δὲ καὶ τοῦτο ποιῆσαι, καὶ τῷ παιδὶ ἀνδρωθέντι ἐξειπεῖν τὸ πρᾶγμα. καὶ τὸν ποιητὴν οὕτω σεμνῦναι τὰ ζῷα οἷς βρέφος ὢν συνέπαιζε. καὶ ποιῆσαι αὐτὰ τῷ Διῒ τὴν ἀμβροσίαν κομίζοντα. (ῃερς. 64.) Τὸ δὲ λὶς πέτρα δὶς ἐνταῦθα ῥηθὲν δηλοῖ μὲν κατά τι προσηγορικὸν τὰς δύο Πλαγκτάς. ἀποκέκοπται δὲ ἐκ τοῦ λισσή· οἷον, λισσὴ δ' ἀναδέδρομε πέτρη· καὶ οὕτω συμπέπτωκε πρὸς τὸ λὶς ὁ λέων. διὸ περισπῶσι τινὲς ἐκεῖνο πρὸς διαφοράν. οὐκ ἔχει δὲ κλίσεως κίνησιν τὸ, λὶς πέτρη, ὡς οὐδὲ ἄλλη τις λέξις ἀποκοπὴν παθοῦσα τῶν ὡσανεὶ ποδῶν ἤγουν τῆς ληγούσης, καθ' ἣν κινεῖται τὰ κλινόμενα, ὁποῖον τὸ δῶ, τὸ κρῖ, τὸ λίπα, καὶ ἕτερα. (ῃερς. 67.) Πίνακες δὲ νεῶν σανίδες, ὡς καὶ ἀλλαχοῦ. ἐξ ὧν καὶ τὸ, ῥήματα πινακηδὸν ἀποσπῶν, παρὰ τῷ κωμικῷ. Οἱ δὲ παλαιοὶ τὴν λέξιν ἑρμηνεύουσιν ἐνταῦθα καὶ ἀποκλάσματα καὶ ναυάγια. Ἰστέον δὲ ὅτι τὸ, ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύματα φορέουσι, χρονικὸν ἔχει τὸ ὁμοῦ, ἶσον ὂν τῷ, ἐν τῷ αὐτῷ τόπῳ. τοιοῦτον δὲ καὶ τὸ, τῇ ὁμοῦ ἐτρεφόμην. καὶ τὸ, ὁμοῦ ἔχον ὠκέας ἵππους ἐν Ἰλιάδι. ἔσθ' ὅτε δέ φασι τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ ἐπιῤῥήματος τάσσεται κατὰ Ἀσκληπιάδην, ὡς ἐν τῷ, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, εἰ μή τις εἴποι καὶ τοῦτο, ἐν τῷ αὐτῷ τόπῳ, ἵνα λέγῃ ὡς ἐν Τροίᾳ ἡ μάχη καὶ ὁ λοιμὸς δαμᾷ. ὅτι δὲ καὶ τὸ ἅμα λαμβάνεται τὰ πλείω χρονικῶς, πρόδηλόν ἐστιν, οἷον· ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν, ἤγουν ἐν τῷ αὐτῷ χρόνῳ· καὶ, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. καὶ, οἱ δ' ἅμα πάντες ἐφ' ἵπποισι μάστιγας ἄειραν. τοιοῦτον φασὶ καὶ τὸ, Σόλων ἅμα ἐγένετο Ἀναχάρσιδι. ὅ πέρ ἐστι, κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν. οὐ δήπου γὰρ τὸν Ἕλληνα Σόλωνα καὶ τὸν Σκύθην σοφὸν ὁ αὐτὸς τόπος εἰς γένεσιν παρήγαγε. (ῃερς. 68.) Πυρὸς δὲ ὀλοοῦ θύελλαι, τοῦ ἐκ τῶν Πλαγκτῶν δηλαδὴ, καθὰ καὶ προεδηλώθη. αἳ πῦρ, φασὶν, ἐν τῷ συναράττεσθαι πρὸς ἀλλήλας ἐκβάλλουσι καθὰ καὶ τὰ πυρεῖα, εἰ χρὴ μικροῖς τὸ οὕτω μέγα παραβαλεῖν. διὸ καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, εἰ καὶ μὴ πῦρ ἀλλὰ πυρὸς σημεῖον καπνὸν ὁρᾷ, καὶ δοῦπον ἀκούει τὸν ἐκ τῆς συῤῥήξεως καὶ παρατρίψεως τῶν 2. 12 Πλαγκτῶν. (ῃερς.