Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1.1
) καὶ Ἀλκινόῳ 2. 38 βασιλῆϊ. (ῃερς. 63.) Καὶ ὅρα ὡς φανερῶς ἐνταῦθα βασιλέα καθ' ὑπεροχὴν ἔφη τὸν Ἀλκίνοον. τὰ δὲ ῥηθέντα νῦν παρὰ Ὀδυσσέως χρήσιμα πολλαχοῦ, καὶ μᾶλλον, ὅτε τις μεγάλοις προσώποις ἀπιὼν συντάσσεται τὰ συνήθη. (ῃερς. 43.) Ἀρτεμὴς δὲ καὶ νῦν ὁ ὑγιὴς καὶ, ὡς εἰπεῖν, ἀκέραιος καὶ ὅλος, ὡς οἱονεὶ ἀτεμὴς, ἢ καὶ ἄρτιος. ἐξ οὗ δοκεῖ κατὰ τοὺς παλαιοὺς παρωνομάσθαι καὶ ἡ παρθένος Ἄρτεμις. (ῃερς. 45) Ἀρετὴν δὲ παντοίαν τὴν εὐδαιμονίαν λέγει. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν φασὶν ἐξ ἁπάσης ἀρετῆς. ἔτι δὲ τῆς ῥηθείσης ἀρετῆς ἑρμηνεία τὸ, μή τι κακὸν μεταδήμιον εἴη, ὥς περ καὶ τοῦ, χαῖρε διαμπερὲς, τὸ, εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος. (ῃερς. 56.) Ὅτι οἱ μὲν τῶν Φαιάκων ἄριστοι αὐτόθεν ἐξ ἑδρέων ἢ ἐξ ἑδέων ἔσπεισαν πέμποντες τὸν Ὀδυσσέα. ἱδρύσεως γὰρ καὶ μονῆς τῆς κατὰ χώραν ἔδει αὐτοῖς. Ὀδυσσεὺς δὲ ἀναστὰς ἔσπεισεν, ἀπιέναι γὰρ αὐτὸν ἔδει. ὁ δ' αὐτὸς καὶ τῇ Ἀρήτῃ ἐν χειρὶ θεὶς τὸ δέπας ἐπεύχεται τὰ προσεχῶς ἄνω ῥηθέντα. (ῃερς. 57.) Καὶ σημείωσαι ὅτι πρόποσίς ἐστί τις καὶ ὅ περ ἐνταῦθα ποιεῖ Ὀδυσσεύς. προτείνει γὰρ τῇ ἑστιάτορι δέπας ὥστε πιεῖν, καθὰ καὶ ἐν Ἰλιάδι ὁ αὐτὸς τῷ Ἀχιλλεῖ καὶ ἐν τοῖς ἑξῆς δὲ τῷ δούλῳ Εὐμαίῳ. καὶ γὰρ καὶ τὸ, πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλλῆα, προπόσεως ἦν. καθ' ἣν πληροῦντες δέπας ἐδίδουν πρός τινα, ὡς καὶ νῦν Ὀδυσσεὺς τῇ Ἀρήτῃ. καὶ ἦν, φασὶ, κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινὶ πίνειν. ἔστι δὲ ὅτε καὶ τὸ ποτήριον ἀποχαρίζεσθαι. (ῃερς. 63.) Ὅτι τὸ ἐξῆλθε περιφράζων φησίν· ὣς εἰπὼν, ὑπὲρ οὐδὸν ἐβήσετο. ἀλλαχοῦ δὲ ἐπὶ εἰσόδου ὑπερέβη λάϊνον οὐδόν φησιν. (ῃερς. 64.) ἐνταῦθα δὲ βιωτικῶς ἅμα καὶ φιλοφρόνως κήρυκά τε στέλλει ὁ βασιλεὺς ἡγεῖσθαι τῷ Ὀδυσσεῖ ἐπὶ νῆα, καὶ δμωὰς δὲ γυναῖκας ἡ δέσποινα πέμπει, (ῃερς. 67.) τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, κατ' ἐπιβολήν τινα δηλαδὴ τῆς πρὸ ὀλίγων φιλόφρονος εὐχῆς, τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ἔπεμπε κομίζειν. ἡ δ' ἄλλη (ῃερς. 69.) σῖτόν τ' ἔφερε καὶ οἶνον ἐρυθρὸν, δηλονότι διὰ τοὺς ἐρέτας, ἴσως δὲ καὶ διὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅτι τε ἤλλαξε τὸ σχῆμα εἰπών· τὴν μὲν φᾶρος ἔχουσαν, τὴν δ' ἑτέρην χηλὸν, ἡ δ' ἄλλη σῖτον ἔφερε. (ῃερς. 67.) καὶ ὅτι κατὰ κυριολεξίαν ἔφρασε τὸ, τὴν μὲν, καὶ τὸ, τὴν ἑτέρην, καὶ τὸ, ἡ δ' ἄλλη. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δύο εἴωθε λέγεσθαι, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων. καὶ ὅτι τὸ ἔπεμπε δὶς εἶπε διὰ τὸ τῆς λέξεως καίριον. (ῃερς. 69.) Τὸ δὲ σῖτον καὶ οἶνον ὑποκαταβὰς παραφράζει τε καὶ μετατίθησιν, εἰπών· κατέθεντο πόσιν καὶ βρῶσιν. (ῃερς. 73.) Ὅτι ἐπιμελούμενοι τοῦ Ὀδυσσέως οἱ Φαίακες καὶ ἐν τῇ νηῒ κατεστόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδῃ πρύμνης. καὶ νῦν μὲν ἁπλῶς ἔφη νήγρετον. (ῃερς. 79.) ὑποκατιὼν δέ φησιν ὅτι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε τῷ Ὀδυσσεῖ, νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. (ῃερς. 117.) καὶ οὐκ ἔστιν οὕτω γοργῶς κάλλιον φρασθῆναι ὕπνον βαθύτατον. οὗ χάριν καὶ ὅτε ἐκ νηὸς αὐτὸν ἄειραν ἐν τοῖς ἑξῆς οἱ Φαίακες αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ' ἂρ ἐπὶ ψαμάθῳ ἔθεσαν, οὔπω οὐδὲ τότε ἀφυπνίσθη δεδμημένος ἔτι τῷ εἰρημένῳ ὕπνῳ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, οὐ μόνον ὅτι συντελεῖ τὸ πρᾶγμα τῷ παραδόξῳ οἷα φόνον ἀπαραδόκητον φέρον τοῖς μνηστῆρσι, καὶ ἀφορμὰς οὕτω πολλὰς πλατυσμοῦ εἰς γραφὴν χορηγοῦν τῷ ποιητῇ, καὶ καινοτέραν ἐργαζόμενον τὴν τῆς ποιήσεως περιπέτειαν, ὡς ἀγνοήσαντος τοῦ Ὀδυσσέως τὴν πατρίδα μετὰ τὸ ἀφυπνισθῆναι, καὶ ἀπορήσαντος, καὶ δεινοπαθήσαντος, καὶ τοιαῦτα τινὰ ἕτερα παθόντος τε καὶ ποιήσαντος, ἀλλὰ καὶ ἄλλως πιθανῶς πρός γε τὸ φαινόμενον. ἐπειδὴ ἐοίκασιν αἰδεῖσθαι οἱ Φαίακες μὴ καὶ δόξωσιν ἀφυπνίσαντες τὸν ἥρωα μισθὸν τοῦ πλοῦ ἀπαιτεῖν· τυχὸν δὲ καὶ δεδίασι μὴ συσχεθέντες καταμηνύσωσι τὴν τέως κεκρύφθαι δοκοῦσαν Φαιακίαν καὶ οὕτω ῥᾷον ἐπιβουλευθῶσιν, ἄνθρωποι, φιληδονίαν συνειδότες ἑαυτοῖς καὶ βίον ἀπολαυστικὸν καὶ ἀπόλεμον, οἷς οὐ βιὸς μέλει οὐδὲ φαρέτρη, ἀλλὰ δαῖτες καὶ χοροὶ καὶ λοετρὰ καὶ τὰ τούτοις σύστοιχα. ὅθεν καὶ νυκτὸς αὐτοῖς ὁ ἀνάπλους γέγονεν, ἵνα μὴ ἔχῃ Ὀδυσσεὺς ἡμέρας οὔσης παρασημειοῦσθαι τόπους τινάς. ὅτι δὲ καὶ εἰκὸς ἦν, τοὺς Φαίακας εἴ περ ἀφύπνισαν τὸν Ὀδυσσέα ἐθελῆσαι συνέψεσθαι αὐτῷ οἴκαδε, καὶ ὡς ἐκεῖνος μὴ πεισθεὶς μὲν ἔδοξεν ἂν ἀγνώμων καὶ ἀφιλόξενος, πεισθεὶς δὲ καὶ συνανελθὼν οἴκοι ἐγνωρίζετο καὶ ἠχρειοῦτο ἐντεῦθεν τὸ τῆς μνηστηροκτονίας εὐμέθοδον, δῆλον ἐστί. διαταῦτα γοῦν ἐπέκρινεν ὁ ποιητὴς οὕτω καὶ μὴ ἄλλως πέμψαι τὸν Ὀδυσσέα οἴκαδε διὰ τὸ εὐπλαστότερον καὶ πιθανώτερον. καὶ ὅρα ὕπνον τοῦτον, πάνυ χρηστὸν τῷ Ὀδυσσεῖ, εἰ καὶ πρὸ τούτων ὑπνώσας ἐδυστύχησεν. Ὅτι δὲ ταῖς 2. 39 τῶν Φαιάκων ναυσὶ προσπλάττεται οὐ μόνον τὸ κατίσχειν, ὅ ἐστιν ἐλλιμενίζεσθαι ὅπου βούλονται, ἀλλὰ καὶ τὸ ἔτι τερατωδέστερον, τὸ δύνασθαι ὕπνον ἐπιπέμπειν, προδεδήλωται ὅπου ἐλέχθη τὸ, αὔριον σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, καὶ πάλιν· μή τις καθ' ὁδὸν δηλήσεται ὁπόταν σὺ μὲν εὕδῃς γλυκὺν ὕπνον. (ῃερς. 74.) Ἐπ' ἰκριόφιν δὲ νηὸς πρύμνης κοιμᾶται Ὀδυσσεὺς διά τε τὸ ἐντιμότερον, ἐπεὶ καὶ ἀρχικὸν ἡ πρύμνα διὰ τὸν κυβερνήτην, καὶ διότι οὐδὲ ἔδει ἐπὶ τῶν καταστρωμάτων κείμενον ἐμποδὼν γενέσθαι τοῖς ῥέσσουσιν. Ἐν δὲ τῷ, νήγρετον εὕδοι, λείπει τὸ, ὕπνον. (ῃερς. 75.) Πεπαιδευμένον δὲ τοῦ Ὀδυσσέως ἐν τούτοις καὶ τὸ, (ῃερς. 76.) ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο σιγῇ. τί γὰρ καὶ ἔδει ἄρτι λαλεῖν ἄνδρα σοφὸν, εἰδότα ἐν τοιούτῳ καιρῷ τὰς γλώττας ὁσιοῦσθαι τῷ Ἑρμῇ, καθά που προείρηται. κεῖται δ' ἐνταῦθα καὶ ἀπόπλου σύντομος διασκευὴ τὸ, οἱ δὲ κάθιζον ἐπὶ κληῖσιν ἕκαστοι κόσμῳ. (ῃερς. 77.) πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. τρόπου δὲ τοῦτο πρωθυστέρου. πρῶτον γὰρ ἀπολυθεῖσα τοῦ ἔξω δεσμοῦ ναῦς, εἶτα ἀποπλέει. Τρητὸν δὲ λίθον λέγει, ὃν παρὰ τὸ τρῶ τὸ τρυπῶ ἢ παρὰ τὸ γρῶ τὸ ἐσθίω γρώνην ὁ Λυκόφρων καλεῖ. (ῃερς. 79.) Τὸ δὲ ἐπιπίπτειν βλεφάροις ὕπνον, ὡς ἀπὸ μεγέθους βαρέος καὶ δυσμετακινήτου μετήνεκται. διὸ καὶ οἰκείως ἐπήχθη τὸ, νήγρετος. ὃ δὶς ἐνταῦθα λεχθὲν προκλητικόν ἐστι τοῦ, θανάτῳ ἐοικώς. ὁ γάρ τοι νήγρετος καὶ ὁ τανηλεγὴς ταυτὸν δηλοῦσιν. ὧν τὸ μὲν ἐνταῦθα τῷ ὕπνῳ ἐπελέχθη, τὸ δὲ τανηλεγὴς πολλαχοῦ τῷ θανάτῳ ἐπιτίθεται. ὃς καὶ αὐτὸς καθὰ τανηλεγὴς, οὕτω καὶ νήγρετος λέγοιτ' ἄν. καὶ μᾶλλον αὐτός. ὁ γάρ τοι ὕπνος, (ῃερς. 80.) ἄλλως λέγεται νήγρετος, οὐχ' ὡς ἀνέγερτος δηλαδὴ, ἀλλ' ὡς δυσέγερτος. Τὸ δὲ ἥδιστος πρὸς διαστολὴν τοῦ καρωτικοῦ καὶ καρηβαρικοῦ ὕπνου πρόσκειται. Τὸ δὲ ἄγχιστα κἀνταῦθα ταυτόν ἐστι τῷ σχεδὸν, ἵνα λέγῃ ὕπνον θανάτῳ σχεδὸν ἐοικότα. ἐπίτασις μέντοι τοῦ σχεδόν ἐστι τὸ ἄγχιστα. καὶ εἴη ἂν μάλιστα ὁ τοιοῦτος ὕπνος ἀδελφὸς τῷ θανάτῳ. (ῃερς. 81.) Ὅτι τερατολογῶν Ὅμηρος τὴν αὐτῷ φίλην νῆα ἐφ' ἧς ὁ Ὀδυσσεὺς πέμπεται οἴκαδε, τετρώρου τε κινήμασιν εἰκάζει τὸν δρόμον αὐτῆς, καὶ αὖθις ὑπὲρ ἱέρακα πέτεσθαι λέγει κατὰ τὸν πλοῦν, τὸ μὲν κατὰ μόνον τὸ ἀσφαλὲς τοῦ κατ' αὐτὴν δρόμου καὶ ἀκλινὲς, τὸ δὲ διὰ τὸ εἰσάγαν ὠκύαλον καὶ ὡς εἰπεῖν πτηνὸν, ἵνα δύο τούτων παραβολῶν ἡ μία μὲν ᾖ πρὸς τὸ τοῦ πλοῦ στερεὸν, ἡ δὲ ἑτέρα πρὸς τὸ τοῦ τάχους πτηνὸν, καὶ ὡς ὁ ποιητὴς λέγει, ἡ μὲν πρὸς τὸ μάλ' ἀσφαλέως θέειν ἔμπεδον, ἡ δὲ πρὸς τὸ ῥίμφα θέειν. φησὶ γάρ· ἡ δ' ὥστ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο. κῦμα δ' ὄπισθεν πορφύρεον μέγα θῦεν πολυφλοίσβοιο θαλάσσης. ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον, οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κῦματ' ἔταμνεν. (ῃερς. 88.) καὶ οὕτω περάνας τὰς δύο παραβολὰς τὴν μὲν πρὸς τὸ τοῦ πλοῦ ἰσόῤῥοπον καὶ ἀσφαλὲς ῥηθεῖσαν, ὡς εἰ καὶ ἐν χέρσῳ ἔθεε τὴν δὲ πρὸς τὸ πολὺ τοῦ τάχους, ὅ περ διεφαίνετο καὶ πρὸ τούτων ἐν τῷ, ὡσεὶ πτερὸν ἠὲ νόημα, πτερὸν γὰρ ἐκεῖ τὸ πτηνὸν ἐνοεῖτο συννοούμενον, ὡς ὅλον τῷ μέρει αὐτοῦ τῷ πτερῷ ἐπάγει· ὣς ἔθεεˉν ἡ τοιαύτη ναῦς ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα. ὃς πρὶν μὲν μάλα πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα (ῃερς. 91.) πείρων, ὅ ἐστι περῶν, ὡς καὶ ἀλλαχοῦ ἐφάνη· δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει. (ῃερς. 81.) Σημείωσαι δ' ἐν ταῖς ῥηθείσαις παραβολαῖς, ὡς ἡ μὲν πρώτη συνήθως πέφρασται μετὰ παραβολικοῦ ἐπιῤῥήματος· φησὶ γὰρ· ἡ δ' ὥστ' ἐν πεδίῳ καὶ ἑξῆς, ὡς ἐγράφη. (ῃερς. 86.) ἡ δὲ ἑτέρα καινότερον συνηρτήθη ἀνελπίστως, οὐ σχηματισθεῖσα κατὰ παραβολὴν, ἀλλὰ μᾶλλον καθ' ὑπερβολὴν δι' ἐπεμβολῆς ἀποφατικῆς. φησὶ γάρ· οὐδὲ ἱέραξ ὁμαρτήσοι ἂν αὐτῇ, ὡς δῆθεν μικροπρεπὲς ὂν εἰπεῖν ὡς ἔθεε κατὰ ἱέρακα ναῦς αὕτη ἡ καὶ ὑπὲρ ἐκεῖνον ὠκεῖα, εἴ γε κατὰ νόημα ἦν τὸ τάχος αὐτῇ. (ῃερς. 88.) τοιαῦται συχναὶ τρεῖς καὶ ἐν Ἰλιάδι παραβολαὶ ὑπερβολικαὶ, ὅπου φησὶν ὁ ποιητὴς ὡς οὔτε πῦρ οὔτε ἄνεμος οὔτε θάλασσα τοσοῦτον ἦχον ἔχει ὅσον ὁ τηνικαῦτα πόλεμος. καὶ ὅμως εἰ καὶ εἶπεν ὡς οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἀλλ' ἡ ἀπόδοσις παραβολικῶς ἐξήχθη. φησὶ γάρ· ὣς ἡ ῥίμφα θέουσα ἦν. πῶς δὲ οὕτως; οὐ κατὰ ἱέρακα δηλαδὴ, ἀλλὰ πάντως ὑπὲρ αὐτὸν, ἢ καὶ ἄλλως τὸ αὐτὸ φράσαι, οὕτως ἔθεεν, ὡς οὐδ' ἂν ἱέραξ πέτοιτο. ἔστι μέντοι εἰπεῖν καὶ ὅτι τὸ, ὣς ἡ ῥίμφα θέουσα θάλασσαν ἔταμνε, τῶν δύο παραβολῶν ἐστὶν ἀπόδοσις, τῆς τε κατὰ τὸ τέτρωρον καὶ τῆς κατὰ τὸν ἱέρακα. ἐπεὶ καὶ τὸ θέειν δίκην 2. 40 τετρώρου καὶ τὸ, ὡς οὐδ' ἂν ἱέραξ ῥίμφα θέειν ἐστί. καὶ ἔστιν ἡ ἔννοια συνημμένη ἐκ δύο παραβολικῶν ἐννοιῶν, οὕτω πως· ὡς ἵπποι ἂν τετράοροι ὁρμηθεῖεν καὶ ὡς οὐδ' ἂν ἱέραξ κίρκος πέτοιτο, οὕτως ἡ Φαιακικὴ ναῦς κατὰ θαλάσσης ἔθεεν. (ῃερς. 81.) ἐπαινοῦντες δὲ καὶ ἄλλως τὴν πρώτην παραβολὴν οἱ παλαιοί φασι τὸν ποιητὴν εὖ κεχρῆσθαι αὐτῇ. ὡς γὰρ ἵπποι τρέχοντες ἐκ τῶν ὄπισθεν διεγείρονται πληττόμενοι, οὕτω καὶ ναῦς ἐλαυνομένη ἀνέμοις ἐκ τῆς πρύμνης κουφίζεται. Τετράοροι δὲ ἢ κατά τινας τετράορες ἵπποι οἱ τέσσαρες ὁμοῦ συνεζευγμένοι. ἀείρω γὰρ τὸ συζευγνύω, ὥς περ αὖ ξυνωρὶς δύο ἵππων σύζευξις, ξυναορίς τις οὖσα· ἢ καὶ ἄλλως τετράοροι ἀντὶ τοῦ τέσσαρες ὀρούοντες. οἱ δὲ τοιοῦτοι καὶ τετράσειροι λέγονται παρὰ τὴν σειράν. ἀφ' ἧς καὶ ἄσειρος ἵππος ὁ ἄδετος, καὶ παράσειρος ὁ παρήορος. οἶδεν οὖν, φασὶν, Ὅμηρος καὶ τὸ τέτρωρον, καθὰ καὶ πρὸ τούτου τὸν κέλητα, εἰ καὶ μὴ ποιεῖ χρωμένους αὐτοῖς τοὺς ἥρωας. Ἰστέον δὲ ὅτι τοῦ τετράορος πρωτότυπον τὸ ἄορ ἄορος. ὅθεν ὦρες ἐν Ἰλιάδι αἱ γυναῖκες. ἀναδραμούσης δὲ τῆς ῥηθείσης γενικῆς εἰς εὐθείαν, γίνονται ἀπ' αὐτῆς οἱ τετράοροι. ἐξ ὧν τὸ τέτρωρον. ὅ περ οἱ γραμματικοὶ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀξιοῦσι προπερισπᾶν, ὡς ἀπὸ τοῦ τετράορον, καθὰ καὶ προείρηται ὅπου καὶ ἡ αἰτία κεῖται τῆς προπαροξυτονήσεως. Ἀρσένων δὲ ἵππων μέμνηται ὡς αὐτῶν μάλιστα χρησίμων εἰς τέτρωρον. ὅτι δὲ καὶ θηλείας εἰκὸς ὑποζεύγνυσθαι, ἡ Ἀγαμεμνονέη ἐν Ἰλιάδι αἴθη δηλοῖ. (ῃερς. 82.) Τὸ δὲ ὑπὸ πληγαῖς ταυτὸν τῷ ὑπὸ πληγῶν. καὶ εἰσὶ κεντρηνεκέες οἱ οὕτω πάσχοντες ἵπποι. (ῃερς. 83.) τὸ δὲ ὑψόσε ἀειρόμενοι ἐμφαίνει δύνασθαι τετραόρους λέγεσθαι, καὶ οἳ ὁμοῦ τέσσαρες ἀείρονται, τουτέστι κοῦφα καὶ οἷον μετάρσια θέουσιν, ἢ ὧν ἕκαστος διὰ τεσσάρων ποδῶν ἀείρεται, κατὰ τὸν εἰπόντα τραγικὸν, τετραόρου φάσμα ταύρου. Πρωτότυπον δὲ τοῦ αἴρειν τὸ ἀείρειν, ὡς καὶ τὸ ἀεικίζειν τοῦ αἰκίζειν καὶ ἡ ἀεικία τῆς αἰκίας. ὅμοιον δέ τι καὶ ἐπὶ τῆς αἰδοῦς γίνεται, καὶ ἐπὶ τοῦ φαείνειν φαίνειν. Κέλευθον δὲ καὶ νῦν οὐ τὴν θαλασσίαν ἀλλὰ τὴν διὰ χέρσου λέγει ὁδὸν, δεξιῶς οὕτω τὴν λέξιν χρησάμενος ἐν τῇ τοῦ τετρώρου πρὸς τὴν νῆα παραβολικῇ ὁμοιότητι. (ῃερς. 84.) τὸ δὲ πρύμνη ἀείρετο, τῆς παραβολῆς ἐστὶ τὸ καιριώτατον. καθ' ὃ τετραόροις ἵπποις εἰκάζεται ἐλαυνομένοις πληγαῖς ἐκ τῶν ὄπισθεν. Κῦμα δὲ θαλάσσης πρὸς διαστολὴν ποταμίου φησὶ κύματος. εἰσὶ γὰρ καὶ κυματίαι ποταμοὶ, ὡς ὁ ποιητής τέ που ἐδήλωσε καὶ ὁ γράψας δὲ τὸ, κυματίης ἐγένετο. (ῃερς. 86.) Τὸ δὲ ἀσφαλέως καὶ τὸ ἔμπεδον τὴν αὐτὴν μὲν δηλοῖ ἔννοιαν. ἔστι δὲ ἔμπεδον μὲν τὸ περὶ γῆν, ἀσφαλὲς δὲ, ὃ μὴ σφάλλεται κλονούμενον ἢ ἐμποδιζόμενον. Ὁ δὲ ἴρηξ ψιλοῦται Ἰωνικῶς, εἰ καὶ ὁ ἱέραξ δασύνεται κοινῶς τε καὶ Ἀττικῶς. (ῃερς. 87.) ὁ δὲ κίρκος εἶδος ἱέρακος, καὶ σύγκειται τὸ γένος τῷ εἴδει καὶ νῦν κατὰ λόγον περιβολῆς, ὡς καὶ ἐν τῷ, βοῦς ταῦρος, καὶ σῦς κάπριος, καὶ τοῖς ὁμοίοις. ἴσως δὲ ὡς παρὰ τὸ κρέκειν ἡ κρὺξ, οὕτω καὶ παρὰ τὸ κρίζειν ὁ κίρκος, ὅ πέρ ἐστιν ἤχου μίμημα, ἐξ οὗ καὶ τὸ κρίγεν ἐν τῇ Ἰλιάδι. καὶ εἰκὸς μὲν κρίκον εἶναι τὸ ὀρθὸν, παθεῖν δὲ μετάθεσιν πρὸς διαστολὴν ἑτέρου κρίκου τοῦ ἀπὸ σιδήρου ἢ τοιαύτης τινὸς ὕλης. ὅθεν καὶ ῥῆμα τὸ κρικῶ κρικώσω. ὅτι δὲ ὁ τοιοῦτος ἴρηξ ἐλαφρότατος πετεηνῶν, ζωϊκὴ ἱστορία ἐστί. (ῃερς.
62.1.2
) Πολυωνυμία δὲ καὶ ἐνταῦθα καὶ πρὸ τούτων οἴκου καὶ δόμου καὶ δώματος. (ῃερς. 365. σθθ.) Ὅτι καὶ Λαέρτῃ ἐνταῦθα λουσαμένῳ καὶ χλαῖναν καλὴν ἀμφιβαλομένῳ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε, μείζονά τε ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι· οἷα μὴ μόνον τῆς χαρᾶς ἀνορθούσης αὐτὸν ἑρπύζοντα πρῴην ἀνὰ γουνὸν ἀλωῆς καὶ τὰς σωματικὰς διαστάσεις ἀνευρυνούσης καὶ οἷον μεταπλαττούσης θαυμασιώτερον, ἀλλά τι καὶ τοῦ λούματος συμβαλομένου, καθὰ καὶ προδεδήλωται. καὶ Ὀδυσσεὺς θαμβεῖται ὡς οἷα θεῷ τινὰ ἐναλίγκιον ἄντην ἰδὼν καὶ, (ῃερς. 373.) ὦ πάτερ, φησὶν, ἦ μάλα σε θεὸς εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι, ὁμολογῶν ἐκεῖνος οὕτω τὸ τοῦ πατρὸς ἐν ἑαυτῷ θαῦμα. (ῃερς. 376. σθθ.) ὁ δὲ γέρων κατὰ σχῆμα τοῦ ἐν Ἰλιάδι Νέστορος εὔχεται, τοιοῦτος ὢν χθιζὸς τεύχεα ἔχων ὤμοισιν ἐφεστάναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας, οἷος ποτὲ Νήρικόν φησιν εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων· οὕτως ἂν γούνατ' ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἰάνθης. ταῦτα δὲ προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ καὶ μετ' ὀλίγα ἐν τοῖς ἑξῆς χρησιμεῦσαί τι τῷ υἱῷ τὸν γέροντα ὡς εἰκός. (ῃερς. 377.) Νήρικον δέ, φασί, τινες λέγεσθαι παρὰ τῷ ποιητῇ τὴν ὕστερον Λευκάδα, ἣν καὶ ὁ γεωγράφος ἀκτὴν Ἠπείρου λέγει, τῶν Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. (ῃερς. 378.) Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται. (ῃερς. 376. 9.) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. (ῃερς.