Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1.1
σθθ.) Ὅτι τοῦ Τηλεμάχου εἰπόντος ἐν ἄλλοις, ὡς μητέρι μοι μνηστῆρες ἐπέχραον, ἐνταῦθα ἐπιεικέστερον ἡ Πηνελόπη λαλοῦσα ὀνειδίζει τοὺς μνηστῆρας· κέκλυτε, εἰποῦσα, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ, ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν' ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα· τὰ ἐκ παραλλήλου ταυτά· ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο, ὃς δὲ ῥηΐτατα ἐντανύσει βιὸν καὶ ἑξῆς πέντε στίχους, οὓς ἔφη νύκτωρ πρὸς τὸν ξεῖνον ἄνδρα, ἐν οἷς δηλοῦται ὡς τῷ διοϊστεύσαντι τῶν πελέκεων ἕψεται ἀφεῖσα τόδε δῶμα· οὗ, ὡς καὶ προεῤῥέθη, μεμνήσεται ἔν περ ὀνείρῳ. (ῃερς.

Intertext edge

Open linked passage

Note