Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1.1
) Ἡ δὲ πολυθρύλητος Ἀργὼ κατ' ἀντίφρασιν ἐκλήθη Ἀργὼ, καθὰ καὶ τὸἀργὸν ὅ ἐστι ταχύ. πάνυ γὰρ ἦν κατὰ τὴν ἱστορίαν ὠκύαλος. Πασιμέλουσα δὲ αὐτὴ διά τε τὸ πολυϊστόρητος εἶναι καὶ διὰ τὸ πᾶσι τοῖς ἐξ Ἑλλάδος διὰ μελήσεως τεθῆναι οἷα τοὺς Ἀργοναύτας φέρουσα, τὸ τῶν Ἑλλήνων ἄωτον. οὕτω δ' ἂν εἴη καὶ ὁ Ὀδυσσεὺς πασιμέλων, ὃς πᾶσιν ἀνθρώποις ἔφη μέλειν δι' οὓς οἶδε δόλους. τινὲς δὲ γράφουσι φασιμέλουσαν, ἐπειδή φασιν αὐτὴν εἰς τὸν Φάσιν Κολχικὸν ποταμὸν ἐλθοῦσαν, ἐπεσκεύασαν οἱ Ἀργοναῦται ἀκεσάμενοι εἴ τί που παρεβλάβη κατὰ τὸν πλοῦν. πρὸς ὁμοιότητα δὲ τοῦ πασιμέλουσα ἐκλήθη καὶ Πασιφίλα, ἑταίρα παλαιὰ εὐειδής. αὐτὸ δὲ ἴσως ἐκ τοῦ Πασιφάη παρείλκυται. Τὸ δὲ μέλημα τῆς μὲν Ἀργοῦς, ὡς παρὰ πᾶσι γέγονε, δῆλον ἐστίν. ὡς δὲ καὶ Ὀδυσσεὺς μάλιστα ἔμελλεν ἅπασι, δηλοῖ πρὸς ἄλλοις, καὶ Εὔφαντος, οὐ μόνον Ὀδυσσέως εἰκόνα, φασὶν, ἐν τῇ σφραγίδι περιφέρων, ἀλλὰ καὶ τέκνοις θέμενος κλῆσιν Ὀδυσσέως χάριν, Ἀντίκλειαν ὁμωνύμως τῇ ἐκείνου μητρὶ καὶ Τηλέγονον καθ' ὁμωνυμίαν τοῦ ἐκ Κίρκης καὶ Ὀδυσσέως (ῃερς. 72.) Ἥρη δὲ παραπέμψαι λέγεται τὴν Ἀργὼ ἐπεὶ ὡς εἰκὸς εὐαερία πολλὴ κατὰ τὸν πλοῦν ἐχρήσατο, ἢ καὶ ἄλλως, ἐπειδή περ Ἥρα μὲν ἡ βασιλεία, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ ἐφάνη. ἐπιτυχὴς δὲ βασιλείας ὁ Ἰάσωνγέγονε διὰ τοῦ παρόντος πλοῦ· διατοῦτο φιλεῖσθαι τῇ Ἥρᾳ λέγεται, τουτέστι τῇ βασιλείᾳ ἧς ἔτυχεν, εἰ καὶ ὁ θεῖος Πελίας οὐκ ἤθελεν, ὡς ἐν ἄλλοις δηλοῦται. (ῃερς. 73.) Τὸ δὲ, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν ἱκάνει, καινοπρεπῶς πέφρασται. ὤφειλε γὰρ εἰπεῖν, τῶν δύο σκοπέλων ὁ μὲν ὁ δέ. οὐ ποιεῖ δὲ οὕτως, ἢ ὁρίσας πρᾶγμα καινὸν τὸ κατὰ τοὺς δεινοὺς σκοπέλους καινῶς φράσαι, ἢ καὶ ὅτι οὐκ ἔχει ἓν ῥῆμα κοινὸν ἐπαγαγεῖν ὑπάρχον τοῖς δυσὶ σκοπέλοις. οὐ γὰρ ὅμοιοι αὐτοὶ οὐδὲ ἶσοι ἵνα εἴποι ὡς οἵδε δύο σκόπελοι τοιοίδε εἰσὶν ἢ τόδε ποιοῦσι. διὸ μερίζων λέγει ὡς ὁ μὲν ἦν τοιόσδε, ὁ δὲ τοιόσδε. εἰσὶ δὲ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, μετὰ εἰκοσιεπτὰ στίχους ἀποδίδωσι δίχα ἐπαναλήψεως, εἰπών· τὸν δὲ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει. ἔνθα ὅρα καὶ ὡς ἀκαταλλήλως ἡ τοιαύτη σύνταξις ἀποδέδοται. τὸ μὲν γὰρ ὀρθὸν καὶ κοινὸν τοιοῦτον· ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, ὁ δὲ ἕτερος σκόπελος χθαμαλώτερος. Ὅμηρος μέντοι καινότερον σχηματίζων καὶ τοῦτο ἔφη ὡς ὁ μὲν οὐράνιός ἐστι, τὸν δὲ ἕτερον χθαμαλώτερον ὄψει. (ῃερς. 74.) Σημείωσαι δὲ καὶ ὅτι εὐθὺς καὶ ἕτερον ἐπισυνάπτει σχῆμα καινὸν τὸ, νεφέλη δέ μιν ἀμφιβέβηκε· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἡ μὲν οὔ ποτ' ἐρωεῖ, τουτέστιν οὐδέ ποτε ἀποχωρεῖ ἐκεῖθεν ἡ νεφέλη, ὁ δὲ ἄλλως ἔφη· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, τουτέστι τὸ νέφος, ὃ ταυτὸν τῇ νεφέλῃ κατὰ πολυωνυμίαν. (ῃερς. 73.) Σκόπελος δὲ κυρίως μὲν, ἐξ οὗ ἔστι τινὰ τὰ κύκλῳ σκοπεῖν. ὁ δ' ἐνταῦθα σκόπελος οὐκ ἂν εἴη τοιοῦτος, οὗ ἡ κορυφὴ μὲν ὀξεῖα, ἡ δὲ λειότης οὐκ ἂν ἀφήσοι ἀναβῆναι τινά. εἴη ἂν οὖν σκόπελος καθ' ἕτερον τρόπον, ὡς πάντοθεν κατασκοπούμενος, εἴ γε οὐρανὸν εὐρὺν ἱκάνει τῷ ὕψει. ὃ δὴ καὶ αὐτὸ χρήσιμον ἐν τοῖς πρὸ τούτων εἰς τὸ μέγεθος τῶν κιόνων τοῦ Ἄτλαντος. ὅμοιος δέ τις καὶ ὁ ἕτερος ὁ χθαμαλώτερος. (ῃερς. 74.) Τὸ δὲ ὀξὺ τῆς κορυφῆς τοῦ σκοπέλου οἶδεν ἡ Κίρκη. ἄλλως γὰρ οὐκ ἔγνωσται ὡς νεφελούμενον. Τὸ δὲ ἀμφιβέβηκεν οὐδ' ἐνταῦθα ἐπικουρίαν σημαίνει κατὰ τὰς ἐν Ἰλιάδι ἀμφιβάσεις τῶν ζώντων ἐπὶ τοῖς κειμένοις, ἀλλὰ πύκασίν τινα δηλοῖ καὶ κύκλῳ σκέπην τῶν ἄνω. (ῃερς. 75.) Κυανέη δὲ νεφέλη πρὸς διαστολὴν ἑτέρων, αἳ πῇ μὲν πυῤῥάζουσι, πῇ δὲ καὶ ὑπολευκαίνονται. Αἴθρη δὲ ἡ εὐδία ἀπὸ τοῦ αἰθὴρ αἰθέρος, ὡς ἀπὸ γαστέρος ἡ γάστρη, κατὰ τὸ, γάστρην μὲν πῦρ ἄμφεπε· καὶ ἐντεῦθεν αἰθρηγενέτης Βοῤῥᾶς, ὡς καὶ ἀλλαχοῦ ἐλέχθη. (ῃερς. 76.) Ἐν δὲ τῷ, οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ, ὅτε μάλιστα ἡ αἴθρη παῤῥησιάζεται ἢ ὀπώραν λέγει τὸν μεταξὺ θέρους καὶ φθινοπώρου καιρὸν, ἢ τὸ φθινόπωρον, ἐλλείψει τῆς συνήθους προθέσεως, κατὰ τὸ, μὴ δὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον, ἤγουν μετοπωρινόν. (ῃερς. 77.) Τὸ δὲ οὐδέ κεν ἀναβαίη οὐ καταβαίη κάλλος ἔχει διὰ τὰ κομματικὰ πάρισα. ἐχρῆν γὰρ μὴ διόλου δεινὸν τὸ χωρίον εἶναι, ἀλλά τι καὶ διαγελάσαι πρὸς καλλονήν. ἀφελῶς δὲ πρόσκειται τὸ, οὐ καταβαίη. ἄλλως γὰρ δῆλον ὡς ἔνθα οὐκ ἔστιν ἀναβῆναι, ἐκεῖ οὐδὲ καταβῆναι. περιττῶς γοῦν κεῖται. Τὸ δὲ γράφειν οὐδ' ἐπιβῆναι, οὐκέτι ἀφελὲς ἀλλὰ γελοῖον. (ῃερς. 78.) Τὸ δὲ χεῖρες εἴκοσι καὶ πόδες μίγμα ἐστὶν ἀφελείας καὶ ὑπερβολῆς. εἰπεῖν μὲν γὰρ εἴκοσι καὶ μή τινα πλείω ἀριθμὸν ἀφελέστερον ἔχει, πολλαπλασιάσαι δὲ οὕτω τὸν ἄνθρωπον ὑπερβάλλον ἐστὶ, καὶ πλεῖον πάντως τοῦ, δέκα τινὶ στόματα εἶναι, ὃ ἡ Ἰλιὰς γράφει. 2. 13 (ῃερς. 79.) Τὸ δὲ περιξεστῇ εἰκυῖα πάνυ γοργῶς τὴν λειότητα τῆς πέτρας ἐδήλωσε διὰ παραβολῆς ξεστικῆς. βούλεται γὰρ ὡς οἷον καὶ ἐστιλβῶσθαι αὐτήν. κρεῖττον δὲ βαρυτόνως γράφειν περιξέστῃ ὁμοίως τῷ ἀσβέστη. τὸ γὰρ περισπᾶν ἔχει τι καὶ ἀντιλογίας. Τὸ δὲ εἰκυῖα οὐ κατὰ τὴν ὕστερον Ἰωνικὴν γλῶσσαν λέγεται. οἱ γὰρ μεθ' Ὅμηρον, ὡς δηλοῖ καὶ Ἡρόδοτος, οἰκὸς γράφουσι, καὶ ἀκολούθως καὶ οἰκυῖα, Ἀττικοὶ δὲ ἐοικὸς καὶ ἐοικυῖα. πολλαχοῦ δὲ καὶ παρὰ τῷ ποιητῇ ὁ τοιοῦτος ἀττικισμὸς, ἐξ οὗ καὶ ὁ, ἐῴκειν ὑπερσυντέλικος, οἷον, αὐτῷ πάντα ἐῴκει. (ῃερς. 80.) Τὸ δὲ μέσσῳ σκοπέλῳ τὸ πάνυ δολιχόδειρον τῆς Σκύλλης δίδωσι συλλογίζεσθαι, εἴ περ ὁ μὲν σκόπελος οὗτος οὐρανὸν εὐρὺν ἱκάνει, περὶ μέσον δὲ αὐτὸν ἡ Σκύλλα οὖσα καθίησι τὰς δειρὰς ὅσα καὶ ὁρμιάς. καὶ οὐ μόνον ἰχθυᾶται, ἀλλὰ καὶ ἀφαρπάζει εἴ πού τις παραπλέει. δηλοῖ δὲ τὸ τοῦ σπηλαίου ὕψος καὶ τὸ εἰπεῖν, μήδ' ἂν τοξικώτατον ἄνδρα ὀϊστεύσαντα βαλεῖν ἕως ἐκεῖ. (ῃερς. 81.) Τὸ δὲ πρὸς ζόφον καὶ τὸ εἰς Ἔρεβος ἐκ παραλλήλου μὲν θέσεως δυσμικὸν μέρος δηλοῦσιν. αἰνίττονται δὲ θανάτου καὶ Ἅιδου τόπον εἶναι τὰ ἐκεῖ διὰ τὴν Σκύλλαν. (ῃερς. 82.) Τὸ δὲ νῆα παρὰ γλαφυρὴν ἰθύνειν ταυτόν πώς ἐστι τῷ, παρὲξ ἐλάαν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γλάφω ναῦς γλαφυρὴ καταχρηστικῶς. ἡ δ' αὐτὴ ὁμοίως καὶ σκάφος ἀπὸ τοῦ σκάπτω, ὅ περ ἐπὶ γῆς κυριολεκτεῖται, ὡς δηλοῖ παρ' Ἡσιόδῳ τὸ, σκάφος οἰνέων. τὸ δὲ, φαίδιμ' Ὀδυσσεῦ, ἁπλῶς οὕτω παρέῤῥιπται πρὸς ἀναπλήρωμα στίχου, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, χθαμαλώτερον ὄψει Ὀδυσσεῦ. (ῃερς. 83.) Τὸ δὲ αἰζήϊος ἀνὴρ τετρασυλλάβως ῥηθὲν δηλοῖ, ὡς ἐν τῷ αἰζῃὸς προσγέγραπται τὸ ˉι, ὅ περ ἐνταῦθα στιχθὲν ἐκπεφώνηται. (ῃερς. 84.) Τὸ δὲ κοῖλον σπέος ταυτόν ἐστι τῷ, σπέος ἠεροειδές. δῆλον γὰρ ὡς τὰ βαθέα ἐσκότωνται διὰ τὸ τοῦ ἀέρος μέλαν. Ὅρα δὲ τὸ ὀϊστεύσας εἰσαφίκοιτο ἀντὶ τοῦ φθάσοι ἕως ἐκεῖ τῇ βολῇ. καὶ ἔστιν ἐνταῦθα τὸ εἰσαφικέσθαι ταυτὸν τῷ καθικέσθαι, ὅ ἐστιν ἅψασθαι. (ῃερς. 85.) Τὴν δὲ Σκύλλαν Φόρκυνος θυγατέρα καὶ Ἑκάτης ὁ μῦθος λέγει, ἔχουσαν πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσαν τὸν περὶ Σικελίαν πορθμόν. Ὅμηρος μέντοι Κράταιϊν ἐν τοῖς ἑξῆς μητέρα τῆς Σκύλλης δηλοῖ, ἐπάγων καὶ ἥ μιν τέκε πῆμα βροτοῖσιν. Εἰ δὲ καὶ Ὅμηρος Κράταιϊν λέγει αὐτὴν, ἀλλ' οἱ μάγοι Ἑκάτην, φασὶν, αὐτὴν καλοῦσιν. εἰσὶ δὲ οἳ Τρίτωνά φασιν εἶναι πατέρα τῇ Σκύλλῃ. Στησίχορος δὲ Λάμιαν αὐτῆς μητέρα ποιεῖ, ἣν δὴ Λάμιαν ὁ μῦθος μὲν δαιμόνιόν τι πλάττει, ὁ δὲ κωμικὸς καὶ λαγνείαν αὐτῆς ἐμφαίνει ἐν τῷ, Λαμίας ὄρχεις ἀπλύτους. Νίκανδρος δέ, φασιν, ὁ Κολοφώνιος ἐν γλώσσαις ἰχθύος αὐτὴν οἶδεν ὄνομα, καθὰ καὶ τὴν Σκύλλαν, εἰπὼν ὅτι ὁ καρχαρίας ἰχθὺς, καὶ λάμια καὶ σκύλλα καλεῖται. ὅτι δὲ Ὁμήρου ἓξ πλασαμένου κεφαλὰς τῇ Σκύλλῃ ἕτεροι τρικέφαλον αὐτὴν ἐμυθεύσαντο, δηλοῖ καὶ ὁ κωμικὸς Ἀναξίλας, ἔνθα τὰ τοιαῦτα μυθικὰ τέρατα εἰς κακοτρόπους ἑταίρας μετέλαβεν, εἰπών· ὅς τις ἀνθρώπων ἑταίραν ἠγάπησεν, οὐ γένος ἂν δύναιτο παρανομώτατον φράσαι. τί γὰρ ἢ δράκαιν' ἄμικτος ἢ Χίμαιρα πύρπνος, ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα ποντία κύων, Σφὶγξ, ὕδρα, λέαιν', ἔχιδνα. πτηνάθ' Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους. ἔστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς καὶ ἑξῆς τὰ εἰς κατασκευὴν τῆς προτάσεως. Ἰστέον δὲ καὶ ὅτι ἐπιῤῥεπὴς ὁ μῦθος εἰς τὰ κυνώδη φάσματα, ὃς καὶ τὴν Ἑκάβην ἀπεκύνωσε. καὶ τὴν Ἑκάτην δὲ κυνὸς κεφαλὴν ἔχουσαν πλάττει. καὶ Καλλίμαχος οὖν ἐν ὑπομνήμασι τὴν Ἄρτεμιν ἐπιξενωθῆναι φησὶν Ἐφέσῳ υἱῷ Καΰστρου, ἐκβαλλομένην δὲ ὑπὸ τῆς γυναικὸς, τὸ μὲν πρῶτον μεταβαλεῖν αὐτὴν εἰς κύνα, εἶτ' αὖθις ἐλεήσασαν ἀποκαταστῆσαι εἰς ἄνθρωπον, καὶ αὐτὴν μὲν αἰσχυνθεῖσαν ἐπὶ τῷ συμβεβηκότι ἀπάγξασθαι, τὴν δὲ θεὸν περιθεῖσαν αὐτῇ τὸν οἰκεῖον κόσμον Ἑκάτην ὀνομάσαι. καὶ τοιάδε μὲν ταῦτα. ὅτι δὲ τὴν Σκύλλαν Ἡρακλῆς μὲν ἀνεῖλεν, ὁ δὲ μῦθος αὖθις ἐζώωσε καὶ ἀθάνατον κακὸν ἐποίησεν, οἶδε καὶ ὁ Λυκόφρων. ἡ δὲ ἀλληγορία τὴν Σκύλλαν ταύτην εἰς αὐθάδειαν μετάγει καὶ κυνώδη θρασύτητα, ἣ οὐδ' αὐτὴ κατὰ Ὀδυσσέως ἔσχε νεανιεύσασθαι. τῶν μέντοι φίλων τινὰς, ὡς εἰκὸς, ἐσίνατο, συντελεῖ δὲ τῇ τοιαύτῃ ἀλληγορίᾳ καὶ ὁ πατὴρ Φόρκυν, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ἔτι δὲ καὶ τὸ τῆς μητρὸς Ἑκάτης ἢ ἁπλῶς κύνεον ἢ κατά τινας κυνοπρόσωπον. Τὸ δὲ λελακυῖα ἔχει μὲν ὁριστικὸν παρακείμενον καὶ διὰ τοῦ ˉη. λέληκε γὰρ, ὡς τὸ, δαιμονίη τί λέληκας. δηλοῖ δὲ φωνὴν ἄναρθρον, καθὰ καὶ τὸ λακεῖν, ὡς τὸ ὀστέα ἔλακεν, ἤτοι ποιὸν ἀπετέλεσαν ἦχον θραυσθέντα, εἰ καὶ ὁ κωμικὸς παίζων τραγικώτερον ἐπὶ φωνῆς ἐνάρθρου τὸ ῥῆμα τέθεικεν ἐν τῷ, τί δῆτα ὁ Φοῖβος ἔλακεν. Ἰωνικῶς δὲ ἡ λέξις τῷ ἄλφα προπαραλήγεται συσταλέντος τοῦ ˉη. Δωριεῖς μὲν γὰρ τὸ ἦτα εἰς ˉα μακρὸν τρέπουσιν, οἷον, 2. 14 δῆμος δᾶμος, μὴν μὰν, Ἴωνες δὲ εἰς βραχὺ καταστρέφουσιν, οἷον, λεληκυῖα λελακυῖα, μεμηκυῖα, μεμακυῖα. οὕτως Ἀφθόνιος. Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω, Δωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖςμὲν γάρ, φησιν, ἐντιθέασι τῷ ˉυ, τὸ ˉν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ ˉη διὰ τοῦ ἄλφα, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. Τὸ δὲ δεινὸν πρόσκειται εἰς τὸ λελακυῖα, ἵνα μεγεθύνει κατ' ἔννοιαν τὸ τῆς λέξεως ταπεινόν. ἄλλως γὰρ κατὰ νεογιλὴν σκύλακα ἡ Σκύλλα ὑλακτεῖ, ὡς ὁ ποιητὴς δηλοῖ τὸ πέλωρ κακόν. (ῃερς.

Intertext edge

Open linked passage

Note