Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1.1
) Τὸ δὲ, κακὰ εἵματα ἐνδεδύσθαι, τοὺς πρὸ ὀλίγων ῥηθέντας κακοείμενας πτωχοὺς συνέθηκε. (ῃερς. 73.) Τὸ δὲ ἀναγκαίη ἐπείγει ἀντὶ τοῦ ἀνάγκη. πολλὰ δὲ τοιαῦτα δεδήλωται πολλαχοῦ. ἐν οἷς καὶ ἀλκαία λέοντος καὶ προνομαία ἐλέφαντος ἡ ὡς εἰπεῖν ἀλκὴ καὶ προνομή. (ῃερς. 81.) Τὸ δὲ, μή ποτε πᾶσαν ὀλέσῃς ἀγλαΐαν, καὶ τὸ, μή πώς τοι δέσποινα χαλεπῄνῃ, συνήθη ἔλλειψιν ἔχουσι τοῦ ὅρα ἢ δέδιθι ἢ τοιούτου τινός. (ῃερς. 86.) Τὸ δὲ Ἀπόλλωνος ἕκητι, ἀντὶ τοῦ, διὰ τὸν καὶ ἐν ἄλλοις κουροτρόφον Ἀπόλλωνα. ὅθεν, φασὶ, καὶ ἡ δάφνη κουροθάλεια ἐλέχθη, διὰ τὸκουροτρόφον τοῦ ἐραστοῦ Ἀπόλλωνος. εἰ δὲ καὶ ἄλλους πολλοὺς βέλεσι κατακτείνει, ἀλλ' ἔχει καὶ τὸ κουροτροφεῖν ὡς ἥλιος, δύναμιν τῶν ἐναντίων ἔχων καὶ αὐτός· καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τέ ἐστι καὶ τὸ ἐναντίον γαιήοχος καὶ ἀσφάλιος. καὶ Ἄρτεμις δὲ ἀγανοῖς καὶ αὐτὴ βέλεσι κτείνουσα καὶ αὖθις λοχεία ὡς ἐπιστατοῦσα ταῖς λεχοῖς. Ὅτι δὲ κουροτρόφοι καὶ οἱ ποταμοὶ, καὶ ἡ Ἰλιάς που διὰ τοῦ Ἀχιλλέως δηλοῖ. (ῃερς. 91.) Ὅτι Πηνελόπη ἀκούσασα καὶ ἀχθεσθεῖσα, ἐφ' οἷς ἡ Μελανθὼ ἀναιδεύεται κατὰ τοῦ ξένου, πάντως φησὶ θαρσαλέη κύον ἀδδεὲς οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις. οὕτω καὶ Ὀδυσσεὺς κύνα ταύτην πρὸ ὀλίγων ἔφη. Πηνελόπη δὲ καὶ ἀδεῆ προσέθετο εἰπεῖν διὰ τὸ ἄτρεστον. διπλάζεται δὲ τὸ σύμφωνον τοῦ ἀδεὲς καθὰ καὶ τὸ, ἔδδεισε δ' ὁ γέρων καὶ τὰ ὅμοια. ἔστι δὲ οὐ μακρὰν τοῦ θαρσαλέη τὸ ἀδδεές. ἄμφω δὲ νῦν φαῦλα. θαρσαλέη τε γὰρ οὐκ ἐπὶ ἐπαίνῳ ἐῤῥέθη, ἀλλ' ἀντὶ τοῦ θρασεῖα, καθὰ καὶ ἀλλαχοῦ, καὶ ἀδεὴς δὲ ἡ μὴ ἁπλῶς ἄτρεστος ἀλλὰ καὶ ἀναιδής. Ἰστέον δὲ ὅτι προϊοῦσα ἡ Πηνελόπη καὶ τὰς λοιπὰς δμωὰς κύνας ἐρεῖ οὐκ ἀλεγούσας, ὃ ταυτόν ἐστι τῷ, θαρσαλέας καὶ ἀδεεῖς. Ἰστέον δὲ ὅτι ἀδεὴς μὲν, ὡς οἷον εἰπεῖν, ἡ ἄφετος καὶ ἄδετος. τοιοῦτος γὰρ ἅπας ὁ μὴ δέος ἔχων. ἡ δ' αὐτὴ καὶ θερμὴ καὶ θερμὸν ἔργον δρῶσα κατὰ τὸν κωμικόν. δι' αὐτὸ δὲ καὶ θαρσαλέα ὡς ἀπὸ τοῦ θέρω θέρσω τὸ θερμαίνω. καὶ θρασεῖα δὲ μεταθέσει τοῦ ˉρ ἀμεταβόλου, ἐπειδὴ καὶ ἀντὶ πυρὸς δεδόσθαι λέγεται ἡ τοιαύτη γυνὴ καὶ εὕειν ἄτερ δαλοῦ, ᾧ δὴ λόγῳ καὶ τὸν Ἡρακλῆν ἡ Δηϊάνειρα κατειργάσατο, φερώνυμος ἀπεκβᾶσα τοῦτό γε, οἷα δήϊος εἴτουν δάϊος καὶ καυστειρὰ τῷ ἀνέρι γενομένη. οὕτω γὰρ ἐτυμολογεῖται ἡ Δηϊάνειρα. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ, ὡς ἐῤῥέθη, ἀναιδὴς δούλη λέγοιτ' ἂν καὶ λίρη κατὰ τοὺς παλαιούς. ἐπεὶ καὶ λίρος ὁ ἀναιδὴς ἴσως παρὰ τὸ λίαν τὸ ῥῶ τὸ λέγω, ἵνα δηλοῖ τὸν ἀκρολόγον καὶ παρὰ τὸ δέον πολυλόγον καὶ ἀκαιροπαῤῥησιαστήν. (ῃερς. 92.) Τὸ δὲ ἀναμάξεις ἀντὶ τοῦ προστρίψεις, σαφέστερον δὲ ἀντὶ τοῦ προσκολληθῆναι ποιήσεις αὐτῇ τῇ σῇ κεφαλῇ. καὶ ἔστιν εὑρεῖν τοιαύτην ἔννοιαν καὶ παρὰ τῷ Σοφοκλεῖ, ἔνθα φαίνεται ταῖς πεφονευμένων κεφαλαῖς ἐναπομάττεσθαι τὸ ἐν τοῖς ξίφεσιν αἷμα, ὡς εἰς κεφαλὴν δῆθεν ἐκείνοις τρεπομένου τοῦ κακοῦ. προϋπόκειται μὲν οὖν, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, πολύχρηστον ῥῆμα τὸ μάσσειν, ἐξ οὗ κατὰ παραγωγὴν ἀπομάσσειν μὲν τὸ ἁπλῶς ἀποσπογγίζειν, ἀναμάσσειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλήν. ἐκμάσσειν δὲ καὶ ἐκμάσσεσθαι καὶ τὸ ἀποσπογγίζειν μὲν, μάλιστα δὲ τὸ ἔκ τινος τύπον αἴρειν τινά· ὅθεν καὶ ἐκμαγεῖον κατὰ τοὺς παλαιοὺς ἀποτύπωμα, σφραγὶς, εἰκών. τὸ δ' αὐτὸ καὶ ἔκμαγμα, ὡς ὁ κωμικός· λέων λέων αὖ τ' ἔκμαγμα σόν. ἐκ δὲ τοῦ τοιούτου μάσσειν καὶ ἀπομάγματα καὶ ἀπόμακτρα τὰ ἀποκαθάρματα καὶ μαγδαλιὰ παρὰ τῷ κωμικῷ, παρὰ δὲ ἄλλοις καὶ ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλὶς ψωμὸς, εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ δεῖπνον ἐῤῥίπτουν κυσί. Παυσανίας δέ φησιν, ὅτι ἀπομαγδαλιὰ σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον, εἰς ὃ τὰς χεῖρας ἀποματτόμενοι, εἶτα κυσὶν ἔβαλλον. διὸ κύνα, φησὶ, τὸ τοιοῦτον Διοσκουρίδης προσαγορεύει. (ῃερς. 97.) Ὅτι δίφρος καὶ τῷ Ὀδυσσεῖ φέρεται εὔξεστος καὶ κῶας ἐπ' αὐτοῦ βάλλεται ἤγουν τίθεται. καὶ ὁ μὲν καθέζεται, ἡ δὲ γυνὴ ἐρωτᾷ τὸ φύσει πρῶτον ἐν τοῖς τοιούτοις, ἤγουν πόθεν ἐστὶ καὶ ποίας πόλεως καὶ τίνων τοκέων. ὁ δὲ ταῦτα μὲν ἀναρτᾷ τῷ τέως, τὴν δὲ γυναῖκα ἐπαινῶν πρὸς ἀλήθειαν οὐκ ἔξω πείρας φησίν· (ῃερς. 107.) ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν νεικέοι, τουτέστι φιλονείκως μέμφοιτο, ἀλλὰ δηλαδὴ ἐν πολλῷ ἐπαίνῳ θείη· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθὰς, βρίθῃσι δὲ δένδρα καρπῷ, τίκτει δ' ἔμπεδα μῆλα ἤτοι πάντα τὰ θρέμματα. θάλασσα δὲ παρέχει ἰχθῦς ἐξ εὐηγεσίης. ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. (ῃερς. 113.) Καὶ ὅρα τὴν ἐν τῷ ἐπαίνῳ παρέκβασιν, ἐπαγαγοῦσαν ὡς ἐν χαρακτῆρι ἠθικῷ οἵα τῆς εὐδικίας τῷ τοιούτῳ βασιλεῖ ἀμοιβὴ πρὸς παίδευσιν τῶν ἀκροωμένων. φιλεῖ γὰρ ἡ ποίησις ὠφελεῖν καὶ οὕτω τοὺς ἀκούοντας. διὸ καὶ ἐν Ἰλιάδι ἐν τῇ κατὰ τοὺς ἵππους τοῦ Ἕκτορος παραβολῇ φράζει παρεκβατικῶς ἐξ ἐναντίου πρὸς τὰ ἐνταῦθα, οἷα τοῖς ἀδικοῦσι φαῦλα περιγίνεται, πρὸς ἦθος μεταχειρισάμενος ἀσυνήθως τὴν παραβολήν. (ῃερς. 116.) τέως γε μὴν οὕτως ἐπαινέσας τὴν φίλην γυναῖκα ὁ ξεῖνος, εἶτα πρὸς τὴν ἐρώτησιν λαλῶν, ἐπάγει, ὡς ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μὴ δ' ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνηπλήσῃς ὀδυνάων μνησαμένῳ. μάλα δ' εἰμὶ πολύστονος, οὐδέ με χρὴ οἴκῳἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι. ἐπεὶ κάκιον, ὡς καὶ προεγράφη, πενθήμεναι ἄκριτον αἰεί. λόγοι δὲ ταῦτα οἷοι παρὰ πολυπαθοῦς ἀλήτου λέγεσθαι· ἴσως δέ ποτε καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, μή τίς μοι δμωῶν νεμεσήσεται, ἠὲ σύ γ' αὐτή. (ῃερς. 122.) φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ, τουτέστι δάκρυσι πλήθειν διὰ τὸ ἐξ οἴνου βάρος, ἢ καὶ ἄλλως εἰπεῖν ἀστειότερον, μή τις εἴποι διὰ δακρύων πλώειν, ἤγουν πλέειν με ἔμφορτον ὄντα οἴνου βάρει, ὡς εἰ καὶ ναῦς οἰνοφόρος, εἴτουν οἰνοβαρὴς, πλώει δι' ὕδατος. οὐκ ἄκομψον δὲ οὐδ' ἐκεῖνο εἰπεῖν, ὡς Ἡρόδοτος μέν φησιν, οἴνου κατιόντος ἀναπλώειν ἔπεα, διὰ τὸ πολυλόγους εἶναι τοὺς ἐν μέθῃ. Ὅμηρος δ' ἐνταῦθα, ὅθεν καὶ Ἡρόδοτος τὸν λόγον ἴσως μεθείλκυσε, δεξιῶς ἐνέφῃνεν, ὡς ἄρα οἴνου κατιόντος ἐπιπολάζουσι δάκρυα, ὡς εἴ τινος βαρέος σώματος ἐμπεσόντος ὑδροδόχῳ ἀγγείῳ, ἐπιπολάζον τὸ πρώην ὑγρὸν ἐκχέεται. (ῃερς. 108.) Ἰστέον δὲ ὅτι Πηνελόπη μὲν εὐρὺ ἔφη που κλέος τὸ τοῦ Ὀδυσσέως καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. ὁ δεῥήτωρ Ὀδυσσεὺς ἐνταῦθα εἰς κρεῖττον ηὔξησε τὰ τῆς γυναικὸς, οὐχ' ὡς γυναῖκα ἐπαινέσας, ἀλλ' ὡς ἄνδρα βασιλέα ἐξαίρετον. (ῃερς. 109.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠρκέσθη βασιλῆος εἰπὼν, βασιλεὺς γὰρ καὶ ὁ πικρὸς Ἔχετος, ἀλλὰ προσέθετο ἀμύμονος. ἐπεὶ οὐδὲ τοῦτο μέγα, καὶ γὰρ ἀμύμων καὶ Αἴγισθος καὶ ἕτεροι, φαῦλοι μὲν ἄλλως, ἄμωμοι δὲ, κατ' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἐπήγαγε καὶ τὸ, ὅς τε θεουδής. εἰ δὲ εἰς ταυτὸν ἥκει ἀμύμων καὶ θεουδής· λέγεται δὲ τὸ θεουδὴς ὥς περ καὶ τὸ θεοειδὴς οὐκ ἐπ' αὐτοῦ θεοῦ, ἀλλ' ἐπὶ τοῦ ἐοικότος θεῷ· καλῶς ἄρα σεσημείωται ὑπὸ τῶν παλαιῶν, ὅτι τὸ ἀμύμων προσώποις μόνοις ἡρωϊκοῖς ἐπιτίθεται, ἤγουν θνητῶν ἐνδόξων ἀνθρώπων ἐστὶν ἐπίθετον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ἢ βασιλῆος ἀμύμονος οὐκ ἐπήγαγεν ἀκολούθως τὸ, ἢ τοῦ δεῖνος, ὅ περ ἐχρῆν τὸ γὰρ ἀκόλουθον τοιοῦτον· ἦ γάρ σοι κλέος εὐρὺ καθὰ ἢ βασιλέως ἢ τοῦδε τινὸς ἐνδόξου. ὁ δὲ οὐ ποιεῖ οὕτως, ἀλλ' ἀρκεῖται εἰπὼν τὸ, ἢ βασιλῆος. αἴτιον δὲ τῆς ἐλλείψεως οὐ μόνον ὁ σχεδιασμὸς, ἀλλὰ καὶ ὅτι βασιλεῖ ἀγαθῷ εἰκάσας τὴν Πηνελόπην εἰς μεῖζον μὲν πρόσωπον ἀναβῆναι οὐκ ἔχει, εἰς ἔλαττον δὲ κατελθεῖν ὀκνεῖ διὰ τὸ ἄτεχνον. εἰ δὲ ἦν εἰπεῖν, ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ἠὲ θεοῖο, ἀλλὰ τοῦτο μέγα κρίνας καὶ οὐδὲ ἔξω κολακείας ἀκαίρου ἀφῆκε μὲν οὕτω ποιῆσαι, ἠγάπησε δὲ παραμίξαι τῷ ἀγαθῷ βασιλεῖ τὸν θεὸν ἐν τῷ, ὅς τε θεουδής. (ῃερς. 110.) Τὸ δὲ, ἀνδράσιν ἐν πολλοῖς καὶ ἰφθίμοις, διὰ τοὺς μικροβασιλεῖς κεῖται διασταλτικῶς, ἵνα καὶ εὐρυκρείοντι ἄνακτι τὴν Πηνελόπην εἰκάζῃ. ἔτι δὲ καὶ ἄλλως, διαστολή ἐστι τὸ ῥηθὲν πρὸς βασιλέα πολλῶν μὲν ἄρχοντα, οὐκ ἰφθίμων δὲ, καὶ πρὸς ἄρχοντα μὲν ἐν ἀνδρείοις, ὀλίγοις δὲ, ὡς κρείττονος τῶν λοιπῶν ὄντος τοῦ καὶ ἐν πολλοῖς καὶ ἰφθίμοις ἀνάσσοντος, ἔτι δὲ καὶ ἀγαθοῖς, ὡς δηλοῖ τὰ ἐπαγόμενα καλά. (ῃερς. 111.) ὧν δὴ πάντων αἴτιον ἡ εὐδικία καὶ εὐηγεσία τοῦ βασιλεύοντος. Ἰστέον δὲ καὶ ὅτι τὸν τὰς εὐδικίας ἀνέχοντα, τουτέστι τιμῶντα, Ἡσίοδος ἰθυδίκην, ὅ ἐστιν εὐθυδίκην, φησί. τῇ δὲ εὐδικίᾳ δῆλον ὡς ἀντίκειται ἡ ἀδικία, κακοδικία τις οὖσα. (ῃερς. 112.) Οἱ δὲ πυροὶ καὶ αἱ κριθαὶ καὶ τὰ λοιπὰ συνεισάγουσι σπόριμα, ὡς καὶ τοῖς μήλοις πᾶν θρέμμα νῦν συνεισφέρεται. Τὸ δὲ βρίθειν καρπῷ τὴν πολλὴν εὐθηνίαν τῶν δρυκάρπων δηλοῖ. (ῃερς. 113.) Τὸ δὲ ἔμπεδα διαστέλλει τὴν ἀγαθὴν γέννησιν τῶν μήλων πρὸς τὰ ἀμβλούμενα. ἐκεῖνα γὰρ πίπτει νεκρὰ, καὶ οὐχ' οἷα περὶ γῆν πεσόντα εἶτα ἔμπεδα στάντα ὑποσκιρτᾶν. Τὸ δὲ παρέχει ἰχθῦς ἀντὶ τοῦ ἐγγὺς ἔχει, ὡς πολλαχοῦ φαίνεται, τουτέστιν ἄγει ἐγγὺς χάριν ἄγρας καὶ οὐκ ἀπάγει πρὸς ἄβυσσον, ἢ καὶ ἄλλως μακράν. (ῃερς. 114.) Εὐηγεσία δὲ ἡ εὐαρχία ἐκ τοῦ ἡγῶ ἡγέσω, ἐξ οὗ καὶ ὁ ἡγεμών· ὅθεν καὶ εὔαρχος λέξις βασιλικὴ παρὰ Λυκόφρονι ἐν τῷ, εὐάρχῳ μύλῳ, ἤγουν γρόνθῳ βασιλικῷ. ἔοικε δὲ γράφειν τινὰς καὶ εὐηργεσίας. διὸ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι καλῶς λέγουσιν οἱ σὺν τῷ ˉρ γράφοντες. Τὸ δὲ ἀρετῶσιν ἀντὶ τοῦ εὐδαιμονοῦσιν, ἵνα λέγῃ, ὡς καὶ προδεδήλωται, ἀρετὴν ἐνταῦθα τὴν ἐξ ἁπασῶν συγκρότησιν. (ῃερς. 115.) Τὸ δὲ, τὰ μὲν ἄλλα μετάλλα, σχήματί τε ῥητορικῆς ἔοικεν ἀντιστροφῆς καὶ μάλιστα παρήχησιν ἔχει καιρίαν καὶ ἀνεπιτήδευτον. ὑπολαλεῖ δὲ καὶ ἐτυμολογίαν τοῦ μεταλλᾶν τὴν ἐν ἄλλοις ῥηθεῖσαν. (ῃερς. 119.) Τὸ δὲ μύρεσθαι ὅτι πρωτότυπόν ἐστι τοῦ μορμύρειν καὶ ὅτι ποιὸν ἦχον καταφορᾶς δακρύων ἡ λέξις δηλοῖ, ἐῤῥέθη καὶ ἀλλαχοῦ σαφέστερον. (ῃερς. 124.) Ὅτι ἐπαινέσαντος Ὀδυσσέως, ὡς ἐῤῥέθη, τὴν Πηνελόπην λαλεῖ αὐτὴ πολλὰ τῶν φθασάντων ἐν ἄλλοις λεχθῆναι. καὶ τέως λέγει, ὅτι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, καὶ τὰ ἑξῆς ἐν στίχοις ἓξ, ὡς προλαβοῦσα ἐλάλησε πρὸς Ἀντίνοον, εἶτα ἐνδεικνυμένη τὰ καθ' ἑαυτὴν καὶ ὅσα μὲν αὐτὴ μηχανήσαιτο ἐπὶ σωφροσύνῃ, ὅσα δὲ οἱ μνηστῆρες ἀντιτεχνάσαιντο διὰ δμωὰς κύνας οὐκ ἀλεγούσας, ὡς καὶ προεγράφη, αἳ κατεμήνυον αὐτοῖς τὰ δεσποτικὰ βουλεύματα, ἐκτίθεται (ῃερς. 130.) τὰ κατὰ τὸν ἱστόν. ἔνθα τίθησιν ὁ ποιητὴς οὐκ ὀλίγα ἔπη ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ κειμένων περὶ τοῦ ἱστοῦ (οδψσς. βʹ, 94.). λέγει δέ τι καὶ περὶ τοῦ ἀριθμοῦ τῶν μνηστήρων, ὡς ἐκ Δουλιχίου τε καὶ Σάμης καὶ Ζακύνθου καὶ αὐτῆς Ἰθάκης ἠθροισμένων. οἵ με, φησὶν, ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. διὸ οὔτε ξένων ἐμπάζομαι, οὔθ' ἱκετάων, οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν, ἀλλ' Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ. οἱ δὲ γάμον σπεύδουσιν, ἐγὼ δὲ δόλους τολυπεύω. (ῃερς. 138.) ἄλλους τέ τινας, ὡς εἰκὸς, καὶ τὸν περὶ τοῦ φάρους, ὃν θεὸν αὐτῇ ἐμπνεῦσαι φρεσὶ λέγει. ὃ καὶ ἐκτελέσασα ὑπ' ἀνάγκης, καθὰ καὶ προεδηλώθη, καὶ νῦν δὲ αὖθις αὐτὴ εἶπεν ἡ καμοῦσα νῦν οὔτ' ἐκφευγέειν, φησὶ, δύναμαι γάμον, οὔτε τινὰ ἄλλην μῆτιν εὑρίσκω, μάλα δ' ὀτρύνουσι τοκῆες γήμασθαι, ὡς καὶ προϊστορήθη. ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων (ῃερς. 160.) γινώσκων, ὅ ἐστι φρονῶν καὶ εἰδὼς οἷα γίνεται κακά. οὗ καὶ ἔπαινον ἐκτιθεῖσα φησίν· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα οἴκου κήδεσθαι οὐκ ἐκ τοῦ ἁπλῶς, ἀλλὰ ᾧ τε Ζεὺς κῦδος ἢ ὄλβον ὀπάζει. (ῃερς. 157.) ταῦτα δὲ τὰ τῆς γυναικὸς ὀτρύνει τὸν Ὀδυσσέα κατὰ Ὁμηρικὴν δεινότητα ποιῆσαι τάχιον τὴν ἐπὶ τῷ ἔργῳ ἐπεξέλευσιν. ἤδη γὰρ, ὅ φασιν, ἐπὶ ξυροῦ ἀκμῆς τὰ πράγματα. ὃ δὴ καὶ ποιήσει αὔριον ἐξ ἀνάγκης ὁ Ὀδυσσεὺς, οὐ γάρ ἐστιν ἔτι καιρὸς ἀναβάλλεσθαι. (ῃερς. 158.) Ἰστέον δὲ ὅτι τὸ, μάλα δ' ὀτρύνουσι τοκῆες, διασαφητικόν ἐστι τοῦ, οἱ δὲ γάμον σπεύδουσιν, ὅ περ ἀνωτέρω κεῖται. ἐκεῖνο γὰρ ἀσαφὲς, ὡς οἷα περὶ μόνων τῶν μνηστήρων εἰρῆσθαι δοκοῦν. Ἔτι ἰστέον καὶ ὡς ἄριστα ἡ γυνὴ ἐκτίθεται τὰ αἴτια, δι' ὧν ἐν στενῷ κατακλείεται. αὐτὴ μὲν γὰρ οὐκέτι μῆτιν εὑρίσκει ἐκφυγεῖν τὸν γάμον, οἱ δὲ τοκῆες ὀτρύνουσι γήμασθαι. καὶ οὐδὲ ὁ παῖς ἀνεκτὸς, ἀσχάλλων ἐφ' οἷς ὁ οἶκος δαπανᾶται. διὸ ἀνάγκη γενέσθαι γάμον. (ῃερς. 135.) Ὅρα δὲ καὶ ὅτι δημιοεργοὶ οὐ μόνον μάντις καὶ ἰατρὸς καὶ τέκτων οἱ προῤῥηθέντες, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ οἱ κήρυκες. ὧν οὐδ' αὐτῶν ἐμπάζεσθαι ἡ Πηνελόπη φησὶν, οἷα παρ' οὐδὲν τιθεμένη καὶ τὰ τοῦ δήμου, ἑνὸς δὲ μόνου γινομένη, τοῦ τὸν Ὀδυσσέα ποθεῖν. Ἰστέον δὲ ὅτι δημιουργοὶ οὐ μόνον οἱ ῥηθέντες ἐλέγοντο, ἀλλ' ὕστερον καὶ οἱ τὰ πέμματα καὶ τὰς πλακοῦντας ποιοῦντες, καὶ δηλοῖ αὐτὸ Ἀθήναιος ἐν τῷ, προὐνοοῦντο πεμμάτων αἱ δημιουργοὶ γυναῖκες, καὶ ἐν τῷ, καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. ἦν δὲ οὐδὲ παρὰ τοῖς πάλαι δήμιος ὁ αὐτὸς τοῖς ὕστερον. ἐκεῖνος μὲν γὰρ τῷ δήμῳ χρηστὸς, ὁ δὲ παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους. κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα. Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ. (ῃερς. 136.) Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται. (ῃερς.