Eustathius Thessalonicensis PG 135,136
Commentarii ad Homeri Odysseam ii
ii 77.2.1
Choose a text
More by Eustathius Thessalonicensis PG 135
—
Pg Scrape Grc
77.2.1
Ὅμηρον ἐγκεῖσθαι φασὶ τὸ ἐνστατικῶς περί τι ἔχειν. (ῃερς. 89.) Τὸ δὲ, ἀλλ' ἀκέων δαίνυσθε, ἀντὶ τοῦ ἡσύχως ἢ ἡσυχάζοντες, περὶ οὗ καὶ προγέγραπται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ εἴρηται, ὀχλεῖ τινὰς διὰ τὸ καινοφανές. διὸ καὶ μεταγράφοντες, ἀλλὰ καὶ ὣς δαίνυσθε, ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς. (ῃερς. 90.) Τὸ δὲ τόξα πληθυντικῶς ἔφη ἀντὶ τοῦ τόξον, εἰωθὼς ποιεῖν καὶ οὕτω, καὶ μᾶλλον ὅτε τῷ τόξῳ συννοοῦνται καὶ οἱ ὀϊστοί. (ῃερς. 91.) Ἀάατος δὲ καὶ νῦν ὁ ἀτηρὸς παρὰ τὴν ἄτην, ἐξ ἧς κατὰ στέρησιν ἄατος ὁ ἀβλαβὴς, καὶ κατὰ δευτέραν στέρησιν ἀάατος ὁ μὴ ἀβλαβὴς, ἀλλὰ δηλαδὴ βλαβερὸς ἤτοι ἀτηρός. αἱ γὰρ δύο στερήσεις, ἑαυτὰς φθείρασαι, ἀφιᾶσι τὴν ἐξ ἀρχῆς λέξιν δηλοῦν τὸ οἰκεῖον. δύναται δὲ ἄλλως ἀάατος εἶναι καὶ ὁ πολυβλαβὴς ὡς ἀπὸ τοῦ ἀάσαι τὸ βλάψαι, ἐξ οὗ ἄατος ἁπλῶς ὁ βλαβερὸς, καὶ κατ' ἐπίτασιν ἀάατος ὁ πάνυ τοιοῦτος. (ῃερς. 93.) Τὸ δὲ, οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς ἔπαινον ἀνδρὸς ἀγαθοῦ. Τὸ δὲ μετὰ ἐστι μὲν ταυτὸν τῇ ˉεν προθέσει, νοηθὲν δὲ ὑπερβατῶς μετὰ τοῦ, ἐν τοῖσδεσι πᾶσιν, ἐκ παραλλήλου κεῖται μετὰ ἰσοδυνάμου προθέσεως. Τὸ δὲ τοῖσδεσιν οὐκ ἂν προπαροξυνθείη εὐλόγως διὰ τὸ πρὸ δύο συλλαβῶν ἔχειν τὸν τόνον· οὐ γὰρ ἂν ἡ ἐπέκτασις ἀλλοιώσῃ τὴν τόνωσιν τοῦ ἄρθρου τῆς δοτικῆς. (ῃερς. 99.) Ἐν δὲ τῷ, ὅν ποτ' ἀτίμα, σημείωσαι τὸ ποτὲ. οὐπαλαιὸν χρόνον δηλοῦν οὐδὲ ἐνταῦθα, ἀλλ' ἁπλῶς οὕτω κείμενον ὡς ἐκ περιττοῦ. δῆλον γὰρ ὡς χθὲς ἠτίμα τὸν Ὀδυσσέα. ἔστι δὲ ὅμως καὶ τοῦτο χρόνου δηλωτικὸν, εἰ καὶ μὴ μακροῦ κατὰ κοινὴν συνήθειαν. καὶ γὰρ καὶ ὁ χθὲς ἀτιμῶν ποτὲ ἀτιμᾷ, καὶ ὁ σήμερον δὲ ἕωθεν ποιῶν τί ποτε ποιεῖ. οὕτω δὲ καὶ ὁ νῦν αὐτίκα ἐνεργῶν ποτὲ ἐνεργεῖ. γράφεται δὲ καὶ, ὃν τότ' ἄτιμα, ὃ ἐκ τοῦ θέματός ἐστι, ἐξ οὗ, ὡς προεῤῥέθη, καὶ τὸ ἀτίμησε καὶ ἀτίμητος ὃ ἄτιμος. (ῃερς. 102.) Ὅτι θελήσας πρῶτος ὁ Τηλέμαχος τοῦ πατρικοῦ τόξου πειράσασθαι, ποιεῖ αὐτὸ εὐμεθόδως. καὶ δεινοπαθήσας εἰ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς γελᾷ καὶ αὐτὸς καὶ τέρπεται. εἶτα τὴν μητέρα ἐπαινέσας καὶ τοὺς μνηστῆρας ὑπαλείψας γίνεται τοῦ ἀγῶνος, καὶ στήσας τοὺς πελέκεας εὐκόσμως, οὓς οὐδέ ποτε εἶδε, πειρητίζει τοῦ τόξου· ὃ καὶ ἐτάνυσεν ἂν, εἰ μὴ ὁ πατὴρ Ὀδυσσεὺς λάθρα ἀνανεύσας ἐπέσχεν, ἵνα μὴ ὕστερον οἱ μνηστῆρες ἀδυνατοῦντες φθονήσωσι καὶ ἴσως ἐρεθισθῶσι πρὸ καιροῦ καὶ γένηται τὰ τῆς μνηστηροφονίας καὶ δυσχερῆ καὶ οὐκ εὔπλαστα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη· ὢ πόποι, ἦ μάλα με θεὸς ἄφρονα θῆκεν, ὅ τις εἴποι ἂν καταγινώσκων ἑαυτοῦ· μήτηρ μέν μοι φησὶ φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισαμένη τόδε δῶμα. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. (ῃερς. 106.) ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ, ὡς ἡ μήτηρ εἶπε, τόδε φαίνεται ἄεθλον, ἤγουν, οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης, οὔτ' αὐτῆς Ἰθάκης, οὔτ' ἠπείροιο μελαίνης. καὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, μηδ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ αὐτὸς δ' ἂν ἐγώ, φησι, τόξου πειρησαίμην. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὐκ ἄν μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ' ἄλλῳ ἰοῦσα, (ῃερς. 116.) ὅτ' ἐγὼ κατόπισθε λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, (ῃερς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).