Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1.1
) Ἔνθα ὅρα, ὡς οὐδὲ ἡ γυνὴ κρίνει δίκαιον τὸν τοῦ Τηλεμάχου οἶκον αὐτῇ δοθῆναι καὶ ὅς τις ὀπύει καθά τινες τῶν μνηστήρων ἤθελον. ἔστι δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τὸ ἐχράετε ἀντὶ τοῦ ἐβαρύσατε, ἐπιπεσόντες ἐβιάσασθε, ὡς ἐν τοῖς φθάσασιν ἀκριβέστερον εἴρηται. (ῃερς. 69.) Τὸ δὲ, ἐσθιέμεν καὶ πινέμεν αἰεὶ, βοσκηματώδεις καὶ βοροὺς καὶ ἀργοὺς τοὺς μνηστῆρας εἶναι σκώπτει. (ῃερς. 68.) Τὸ δὲ, τόδε δῶμα, ἢ ἀντὶ τοῦ κατὰ τόνδε τὸν οἶκον, ἢ τὰ ἐν τῷδε τῷ δώματι, ἵνα ἐκ τοῦ περιέχοντος δηλοῖ τὰ ἐν αὐτῷ. καὶ ἄλλως δὲ, ἀστείως ἔχει τὸ φάναι ἁπλούστερον τὴν γυναῖκα, ὡς οἱ μνηστῆρες αὐτὸ δὴ ὅλον τὸ δῶμα ἐσθίουσι, καὶ ἔχει τι καὶ βαρύτητος ὁ τοιοῦτος λόγος. (ῃερς. 69.) Τὸ δὲ ἐμμενὲς τὴν ὁλόψυχον καὶ ἀγήνορα βίαν δηλοῖ. Τὸ δὲ αἰεὶ ταυτὸν τῷ πολὺν χρόνον. (ῃερς. 71.) Ἐν δὲ τῷ, μύθου ἐπισχεσίην, οἱ παλαιοὶ μῦθον μὲν ἐνταῦθα ἰδίως τὴν στάσιν λέγουσιν. ἐπεὶ καὶ Ἀνακρέων τοὺς ἐν Σάμῳ θέλων εἰπεῖν στασιαστὰς, μυθηταὶ δ' ἐν νήσῳ, φησὶ, διέπουσιν ἱερὸν ἄστυ, ἀντὶ τοῦ στασιασταὶ ἐπίῤῥητοι, ἢ ἄλλως ἐν μύθοις καὶ μόνοις ἔχοντες τὸ σεμνὸν, ἢ καὶ ἀγορηταὶ βλαβεροί· ἐπισχεσίαν δὲ τὴν πρόφασιν, ἐπεί περ οἱ προφασιζόμενοι ἐπέχουσιν, ὅ ἐστι μένουσιν ἐννοούμενοι, τί ἂν εἴποιεν. ὅθεν διὰ τὸ οὕτως ἐπιμένειν καὶ μύνην τὴν τοιαύτην ἐπισχεσίην μετ' ὀλίγα ἐρεῖ ἐν τῷ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, ἤγουν προφάσεσιν, ἵνα ᾖ μύνη οἱονεί τις μονή. μονῆς γάρ τινος χρεία τοῖς προφασιζομένοις καὶ ἐπίσχουσιν ἤτοι ἐπέχουσιν· ἀφ' ἧς λέξεως καὶ οἱ ἐφεκτικοὶ σοφοὶ παρὰ τοῖς παλαιοῖς, ὅ ἐστι σκεπτικοί. ἐκ δέ γε τοῦ μονὴ γίνεται Αἰολικῶς μύνη κατά τε συνήθη βαρὺν τόνον καὶ τροπὴν τοῦ ˉο ὁμοίως τῷ, ὄνομα ὄνυμα, ἀσσότεροι ἀσσύτεροι, καὶ τοῖς ὁμοίοις. λέγει δέ, φασι, καὶ Ἀλκαῖος τὸ προφασίζεσθαι μύνεσθαι, οἷον, οὐδέ τι μυνάμενος ἄλλο νόημα. ἕτεροι δὲ μύνην φασὶ τὴν πρόφασιν παρὰ τὸ μύειν τὸ στόμα. καὶ ταῦτα μὲν χρήσιμα μετ' ὀλίγον. Ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι τὸ χῶ μονοσύλλαβον ῥῆμα, ὃ δηλοῖ τὸ χωρῶ, ἐξ οὗ καὶ τὸ χαίνω καὶ τὰ ἀπ' αὐτοῦ, ὡς ἀλλαχοῦ κεῖται, ὧν ἐστι καὶ τὸ χανδὸν καὶ προχάνη ἡ πρόφασις· τὸ τοίνυν τοιοῦτον χῶ πλεονασμῷ τοῦ σίγμα σχῶ γίνεται, ἀφ' οὗ καὶ σχῆμα τὸ μαθηματικὸν, ὡς χωρητικὸν ὂν τοῦ ἐμβαδοῦ, καὶ σχέσις· καὶ αὐτὴ δὲ ἡ Ὁμηρικὴ ἐπισχεσία. ὃ γὰρ ἐπίσχει τις, καὶ ἄλλως δὲ εἰπεῖν, ὅ περ ἴσχει καὶ κατέχει, χωρεῖται οἷον αὐτὸ παρ' ἐκείνῳ, ἐπεὶ οὐκ ἀφίεται, ὅτι δὲ ἐκ τοῦ χῶ καὶ ἡ χειὰ, προσλήψει δὲ συλλαβῆς καὶ ἡ χώρα, ἧς παράγωγον τὸ χωρίον, κεῖται καὶ αὐτὰ ἐν ἄλλοις. ὅτι δὲ τοῦ χῶ δοκεῖ παράγωγον εἶναι ἄῤῥητον καὶ τὸ χάζω, δῆλον ἔκ τε τῆς χάσμης καὶ ἐκ τοῦ χασμᾶσθαι, ὅ περ οὐκ ἐπὶ στομάτων μόνων λέγεται, ἀλλ' ἤδη τροπικῶς καὶ ἐπὶ θύρας ἠνεῳγμένης, ὡς δηλοῖ ὁ γράψας τὸ, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσῆλθε. καὶ τοιάδε μὲν καὶ ταῦτα. (ῃερς. 72.) Τὸ δὲ, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι, σχήματος ἔχει ἀλλαγήν. τὸ γὰρ ἀκόλουθον ἦν οὕτως· οὐ δέ τινα ἄλλην πρόφασιν ποιήσασθαι ἔσχετε, ἀλλὰ τὸ ἐμὲ ἵεσθαι γῆμαι. (ῃερς. 73.) Τὸ δὲ ἐπεὶ τόδε φαίνεται ἄεθλον, ἀντὶ τοῦ, ἐπειδὴ ὁ ἀγὼν ἐπ' ἐμοί ἐστι καὶ ἐπὶ τῷ ἐμὲ γῆμαι, καὶ ἐγὼ κεῖμαι προφανῶς τοῦ ἀγῶνος ἔπαθλον. ὃ μετ' ὀλίγα ὁ υἱὸς ἑρμηνεύων φησί· φαίνετ' ἄεθλον οἵη νῦν οὐκ ἔστι γυνὴ καὶ ἑξῆς. ἐνταῦθα δὲ, εἰ μὴ τὸ ἀλλ' ἄγετε νοηθείη ἀντὶ τοῦ, ἀλλὰ σπεύδετε, δοκεῖ ἔλλειψις εἶναι, ἵνα λέγῃ ὅτι ἀλλ' ἄγε πρὸς ἀγῶνα ἑτοιμάσασθε, ἤ τι τοιοῦτον. (ῃερς. 79.) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος τὸ, μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ, λαβὼν ἐκεῖθεν Εὐριπίδης ἀνάπαλιν ἔφη ἐν Κερκύονι ἐπὶ φίλου ἀμελοῦς, Ποσειδῶν δὲ ἦν ἐκεῖνος τὸ, πλήσας δὲ νηδὺν οὐδ' ὄναρ κατ' εὐφρόνην φίλοις ἔδειξεν αὐτόν. (ῃερς. 82.) Ὅτι Εὔμαιος καὶ Φιλοίτιος οἱ δοῦλοι τὸ δεσποτικὸν τόξον ἰδόντες τιθέμενον ὡς ἐπὶ ἀγῶνι κλαίουσιν, οἷα δεδιότες μή τις νικήσας τῶν μνηστήρων ἀποίσεται τὴν Πηνελόπην. καὶ ἄλλως δὲ κλαίουσιν, ἀναμνησθέντες τοῦ δεσπότου διὰ μέσου τοῦ τόξου, καθὰ καὶ πρὸ αὑτῶν ἡ δέσποινα. (ῃερς. 85.) Ἀντίνοος δὲ ἐπισκώπτων φησί· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες· τουτέστι τὸ παρὸν μόνον καὶ παραυτίκα σκοπούμενοι, πρόνοιαν δὲ τοῦ μέλλοντος μὴ τιθέμενοι. τοῦτο δὲ καὶ σκῶμμα ἐστὶ κατὰ ἀγροίκων ἀνδρῶν, καὶ ἀπειλὴν δέ τινα ἔχει κατὰ τῶν ῥηθέντων δούλων ὡς μὴ προσκεπτομένων ἃ πείσονται. (ῃερς. 86.) εἶτα εἰπὼν συνήθως, ἆ δειλοὶ, αἰτιᾶται, διότι δακρύοντες ἐρεθίζουσι καὶ τὴν γυναῖκα εἰς ὅμοια, πενθοῦσαν καὶ ἄλλως δὲ διὰ τὸν ἄνδρα. (ῃερς. 89.) εἶτα εἰπών· ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντες, καταθέσθαι τε αὐτόθι τὰ τόξα κελεύει καὶ τὸν προκείμενον ἄεθλον ἀάατον λέγει. καὶ οἴεσθαι μέν, φησι, μὴ ἂν ῥᾳδίως τόδε τόξον ἐντανύεσθαι, καὶ ὁμολογεῖ τὴν τοῦ Ὀδυσσέως ἀρετὴν, εἰπών· (ῃερς. 93. σθθ.) οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί· πάϊς δ' ἔτι νήπιος ἦα, ἤγουν ἤμην, ὅτε δηλαδὴ Ὀδυσσεὺς οὔ πω εἰς Τροίαν ἔπλευσε. καὶ οὕτω μὲν οἴεσθαι λέγει περὶ τῶν ἄλλων μνηστήρων εἰπὼν τοῦτο. τῷ δ' ἄρα, φησὶ, θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἐφ' οἷς Ὅμηρος ἀπαίσιον λόγον ἐκρήξας κατὰ τοῦ ἀλαζόνος φησὶ προαναφωνητικῶς· (ῃερς. 98.) ἤτοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτ' ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους, ἤγουν αὐτός τε ἠτίμαζε καὶ τοὺς ἄλλους ἠρέθιζε. λέγει δέ πως ὁ ποιητὴς, ὡς οὐκ ἐντανύσει μὲν ὁ Ἀντίνοος τὸ τόξον μόνος τῶν ἄλλων, καθὰ ἔολπε, γεύσεται δὲ πρῶτος ὀϊστοῦ, ὡς καὶ πρῶτος αἴτιος. πάνυ δὲ καιρίως κεῖται τὸ γεύσεται, καὶ οὐκ ἔστιν οὐδὲ ἑρμηνεῦσαι αὐτὸ κάλλιον. ὥρμηται δὲ ἐκ τοῦ, χειρῶν γεύσασθαι, ὃ φθάσας ἔφη ὁ Μελανθεὺς, πλὴν ὅσον ἐκεῖ μὲν χειρῶν γεύσεσθαι ἐῤῥέθη, ἐνταῦθα δὲ ὀϊστοῦ γεύσεσθαι ἐκ χειρῶν. ὁ δὲ ὀϊστὸς ἐκ τοῦ ὀΐω, τὸ κομίζω, γινόμενος εἰκότως διαλέλυται καὶ τρισυλλαβεῖ πρὸς διαστολὴν τοῦ ὀϊστοῦ, ἐξ οὗ σύνθετον τὸ ἀνύποιστον. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ τὸ, ἐφημέρια φρονέοντες, ἤγουν μόνα τὰ σήμερον, ἔχει τι καὶ ἀπειλῆς, ὡς ἐῤῥέθη, δηλώσει ἐν τοῖς ἐφεξῆς ἅ περ ἀκούσει ἐκ τῶν μνηστήρων ὁ Εὔμαιος φέρων τὸ τόξον τῷ Ὀδυσσεῖ, ὅτι δηλαδὴ ἐὰν θεὸς αὐτοῖς ἱλήκοι τοῦ γάμου καταπραχθέντος, κύνες αὐτὸν ἔδονται. Ἔτι ἰστέον καὶ ὅτι εἰ καὶ τῷ Ἀντινόῳ μεμπτὸν δοκεῖ τὸ ἐφημέρια φρονεῖν, ἀλλ' ἡ τραγῳδία ἔχει τινὰ νοοῦντα, ὡς καὶ τὸ τοιοῦτον ἔστιν οὗ ἀγαθὸν δοκεῖ, τὸ, ζῶν τι δηλαδή τινι καθ' ἡμέραν μέτρια εἶναι πρός γε τὸ ἀρκοῦν. Ἰστέον δὲ ὅτι, ὥς περ κάπρος κάπριος, Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἐφήμερος ἐφημέριος· ἐξ οὗ τὸ ἐφημέρια. λέγεται δὲ τὸ ἐφήμερος ἐπί τε ἀνθρώπου καὶ ἐπὶ ζῴου δέ τινος ἄλλου. καλοῦνται γὰρ ἐφήμερα ζωΰφια, οἷς δυστυχία τὸ μίαν μόνην ἡμέραν ζῆν, ὁποῖός τις ἱστόρηται εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι ἰστριεὺς πόρκος. (ῃερς. 86.) Κεῖται δ' ἐνταῦθα καὶ φράσις κωλυτικὴ τοῦ ἐρεθίζειν φίλανδρον γυναῖκα εἰς κλαυθμὸν ἐν τῷ, τί νυ δάκρυα κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον, ᾗ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμὸς, ἐπεὶ φίλον ὤλεσεν ἀκοίτην; (ῃερς. 88.) Καὶ ὅρα τὸ, κεῖται ἐν ἄλγεσι θυμὸς, ἀντὶ τοῦ ἀπρακτεῖ διὰ τὸ πολὺ τοῦ ἄλγους. Ἐντεῦθεν δὲ συνθέντες οἱ
77.2.1
Ὅμηρον ἐγκεῖσθαι φασὶ τὸ ἐνστατικῶς περί τι ἔχειν. (ῃερς. 89.) Τὸ δὲ, ἀλλ' ἀκέων δαίνυσθε, ἀντὶ τοῦ ἡσύχως ἢ ἡσυχάζοντες, περὶ οὗ καὶ προγέγραπται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ εἴρηται, ὀχλεῖ τινὰς διὰ τὸ καινοφανές. διὸ καὶ μεταγράφοντες, ἀλλὰ καὶ ὣς δαίνυσθε, ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς. (ῃερς. 90.) Τὸ δὲ τόξα πληθυντικῶς ἔφη ἀντὶ τοῦ τόξον, εἰωθὼς ποιεῖν καὶ οὕτω, καὶ μᾶλλον ὅτε τῷ τόξῳ συννοοῦνται καὶ οἱ ὀϊστοί. (ῃερς. 91.) Ἀάατος δὲ καὶ νῦν ὁ ἀτηρὸς παρὰ τὴν ἄτην, ἐξ ἧς κατὰ στέρησιν ἄατος ὁ ἀβλαβὴς, καὶ κατὰ δευτέραν στέρησιν ἀάατος ὁ μὴ ἀβλαβὴς, ἀλλὰ δηλαδὴ βλαβερὸς ἤτοι ἀτηρός. αἱ γὰρ δύο στερήσεις, ἑαυτὰς φθείρασαι, ἀφιᾶσι τὴν ἐξ ἀρχῆς λέξιν δηλοῦν τὸ οἰκεῖον. δύναται δὲ ἄλλως ἀάατος εἶναι καὶ ὁ πολυβλαβὴς ὡς ἀπὸ τοῦ ἀάσαι τὸ βλάψαι, ἐξ οὗ ἄατος ἁπλῶς ὁ βλαβερὸς, καὶ κατ' ἐπίτασιν ἀάατος ὁ πάνυ τοιοῦτος. (ῃερς. 93.) Τὸ δὲ, οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς ἔπαινον ἀνδρὸς ἀγαθοῦ. Τὸ δὲ μετὰ ἐστι μὲν ταυτὸν τῇ ˉεν προθέσει, νοηθὲν δὲ ὑπερβατῶς μετὰ τοῦ, ἐν τοῖσδεσι πᾶσιν, ἐκ παραλλήλου κεῖται μετὰ ἰσοδυνάμου προθέσεως. Τὸ δὲ τοῖσδεσιν οὐκ ἂν προπαροξυνθείη εὐλόγως διὰ τὸ πρὸ δύο συλλαβῶν ἔχειν τὸν τόνον· οὐ γὰρ ἂν ἡ ἐπέκτασις ἀλλοιώσῃ τὴν τόνωσιν τοῦ ἄρθρου τῆς δοτικῆς. (ῃερς. 99.) Ἐν δὲ τῷ, ὅν ποτ' ἀτίμα, σημείωσαι τὸ ποτὲ. οὐπαλαιὸν χρόνον δηλοῦν οὐδὲ ἐνταῦθα, ἀλλ' ἁπλῶς οὕτω κείμενον ὡς ἐκ περιττοῦ. δῆλον γὰρ ὡς χθὲς ἠτίμα τὸν Ὀδυσσέα. ἔστι δὲ ὅμως καὶ τοῦτο χρόνου δηλωτικὸν, εἰ καὶ μὴ μακροῦ κατὰ κοινὴν συνήθειαν. καὶ γὰρ καὶ ὁ χθὲς ἀτιμῶν ποτὲ ἀτιμᾷ, καὶ ὁ σήμερον δὲ ἕωθεν ποιῶν τί ποτε ποιεῖ. οὕτω δὲ καὶ ὁ νῦν αὐτίκα ἐνεργῶν ποτὲ ἐνεργεῖ. γράφεται δὲ καὶ, ὃν τότ' ἄτιμα, ὃ ἐκ τοῦ θέματός ἐστι, ἐξ οὗ, ὡς προεῤῥέθη, καὶ τὸ ἀτίμησε καὶ ἀτίμητος ὃ ἄτιμος. (ῃερς. 102.) Ὅτι θελήσας πρῶτος ὁ Τηλέμαχος τοῦ πατρικοῦ τόξου πειράσασθαι, ποιεῖ αὐτὸ εὐμεθόδως. καὶ δεινοπαθήσας εἰ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς γελᾷ καὶ αὐτὸς καὶ τέρπεται. εἶτα τὴν μητέρα ἐπαινέσας καὶ τοὺς μνηστῆρας ὑπαλείψας γίνεται τοῦ ἀγῶνος, καὶ στήσας τοὺς πελέκεας εὐκόσμως, οὓς οὐδέ ποτε εἶδε, πειρητίζει τοῦ τόξου· ὃ καὶ ἐτάνυσεν ἂν, εἰ μὴ ὁ πατὴρ Ὀδυσσεὺς λάθρα ἀνανεύσας ἐπέσχεν, ἵνα μὴ ὕστερον οἱ μνηστῆρες ἀδυνατοῦντες φθονήσωσι καὶ ἴσως ἐρεθισθῶσι πρὸ καιροῦ καὶ γένηται τὰ τῆς μνηστηροφονίας καὶ δυσχερῆ καὶ οὐκ εὔπλαστα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη· ὢ πόποι, ἦ μάλα με θεὸς ἄφρονα θῆκεν, ὅ τις εἴποι ἂν καταγινώσκων ἑαυτοῦ· μήτηρ μέν μοι φησὶ φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισαμένη τόδε δῶμα. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. (ῃερς. 106.) ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ, ὡς ἡ μήτηρ εἶπε, τόδε φαίνεται ἄεθλον, ἤγουν, οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης, οὔτ' αὐτῆς Ἰθάκης, οὔτ' ἠπείροιο μελαίνης. καὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, μηδ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ αὐτὸς δ' ἂν ἐγώ, φησι, τόξου πειρησαίμην. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὐκ ἄν μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ' ἄλλῳ ἰοῦσα, (ῃερς. 116.) ὅτ' ἐγὼ κατόπισθε λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, (ῃερς.

Intertext edge

Open linked passage

Note