Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
) ἀνὴρ, εἴσομαι, τουτέστι γνώσομαι ἢ ἐπιπορεύσομαι, αἴ κε τύχοιμι, ἔφη· καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ὁ μὲν δὴ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο. (ῃερς. 12.) εἶτα σχηματίσας ἐνδιαθέτως κατὰ ἀσύνδετον ὡς ἐν πολλῇ ἀπορίᾳ φησί· τίς ἂν οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. τοῦτο δὲ τὴν τοῦ Ὀδυσσέως ἐξαίρει τόλμαν καὶ τὸ τῆς μνηστηροφονίας δὲ παραμυθεῖται ἀπίθανον, ὡς μηδὲ τοῦ ποιητοῦ ἐκλαθομένου πάνυ δυσχερὲς εἶναι τὸ ἔργον καὶ ὅμως ἱστορήσαντος τὸ τεραστίως γενόμενον κατὰ τὴν αὐτοῦ πιθανὴν πλάσιν. (ῃερς. 1.) Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥηχα παρακειμένου τὰ ῥάκεα γίνονται τροπῇ τοῦ ἦτα εἰς ἄλφα καὶ τοῦ δασέος εἰς ψιλὸν, καὶ ὅτι τὸ ῥάκος βράκος φασὶν οἱ Αἰολεῖς, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα πλατύτερον γέγραπται. χρῆσις δὲ τοιαύτη παρὰ Σαπφοῖ ἐν τῷ, τίς δ' ἀγροιῶτις θέλγει νόον, οὐκ ἐπισταμένη τὰ βράκεα ἕλκειν ἐπὶ τῶν σφυρῶν; ἤγουν ποία γυνὴ χωριτικὴ ἐζωσμένη ἀγροικικώτερον ἐφέλκεται ἐραστήν; (ῃερς. 2.) καὶ ὅτι τὸ, ἆλτο ἐπὶ οὐδὸν ἀντὶ τοῦ ἥλατο, καιρίως ἔφη, ὡς ὑψηλοτέρου τῆς θύρας ὄντος τοῦ οὐδοῦ. ψιλοῦται δὲ τὸ ἆλτο καὶ ταῦτα ἀπὸ τοῦ ἅλλεσθαι γεγονὸς, οὐ μόνον ὡς Αἰολικὸν, ἀλλὰ διὰ τὴν ἐπαγωγὴν τοῦ ψιλοῦ ˉτ, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσιν· ὃ δὴ ἔμελλε παθεῖν κατὰ τοὺς τεχνικοὺς καὶ ἡ γενικὴ τοῦ ἃλς, εἴ περ ἐκλήθη ἀλτὸς καὶ μὴ ὑπεστάλη τὸ ˉτ καὶ οὕτως ἡ κλίσις γέγονεν ἃλς, ἁλὸς, καὶ ἐφυλάχθη διατοῦτο ἡ δασεῖα τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ὃν τρόπον καὶ τὸ ἅλατο μὲν δασύνεται ἀπὸ τοῦ ἅλλομαι· ἐπεὶ καὶ τὰ τοῦ ἐνεστῶτος πνεύματα εἰς τοὺς ἐκεῖθεν ὁμοίως μεταβαίνουσι χρόνους. συγκοπὲν δὲ εἰς τὸ ἆλτο ἐψίλωται· χαίρει γὰρ τὸ ˉτ, ὥς περ καὶ τὸ ˉθ καὶ τὸ ˉδ, ψιλοῦσθαι τὰ πρὸ αὐτῶν φωνήεντα. Ἵσταται δὲ περὶ τὸν οὐδὸν Ὀδυσσεὺς, ἵνα μὴ ἔχοιεν οἱ μνηστῆρες ἔξω φυγεῖν· βλάπτει γὰρ τοῦτο τὸν Ὀδυσσέα καὶ ζημιοῖ, τοῦτο μὲν εἴ τις διαδράσει τὸν φόνον, ἐκεῖνο δὲ εἰ τοὺς Ἰθακησίους εἰς ἄμυναν προκαλέσονται. (ῃερς. 4.) Τὸ δὲ, πρόσθε ποδῶν, ἑρμηνεία ἐστὶ τοῦ, ἐκχεύατο ὀϊστοὺς αὐτοῦ, τουτέστι πρόσθε ποδῶν. (ῃερς. 5.) Ἀάατος δὲ δύναται ἡ δίχα βλάβης ἐνταῦθα εἶναι, ἵνα λέγῃ Ὀδυσσεὺς, ὡς οὐ πολυβλαβὴς, ὦ μνηστῆρες, ἐμοὶ ὁ παρὼν ἄεθλος, ὡς ὑμεῖς ἐλέγετε, ἀλλὰ ἐστερημένος ἄτης καὶ, ὡς εἰπεῖν, ἀβλαβής. λέγοι δ' ἂν αὐτὸν καὶ ἄλλως εἰρωνικῶς ἀάατον, ἤγουν πολυβλαβῆ, κατὰ τὸ δοκοῦν τοῖς μνηστῆρσι. Τὸ δὲ, οὗτος μὲν δὴ ἄεθλος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον εἴσομαι, αἴ κε τύχοιμι, εἴποι ἂν ὁ μετά τι μέγα ἔργον ἀνυσθὲν δευτέρῳ τινὶ ἐγχειρῆσαι θέλων. (ῃερς. 11.) Τὸ δὲ, ὄφρα πίοι οἴνοιο, Ἀττικῶς ἐῤῥέθη. ἄλλως γὰρ τὸ πίνειν αἰτιατικῇ συντάσσεται. ἴσως δὲ καὶ οὐδὲ ἔμελλε τὸν ὅλον ἐκπιεῖν οἶνον, ἀλλά τι μέρος αὐτοῦ, ὡς εἰώθασι ποιεῖν οἱ, ὡς προεδηλώθη, προπίνοντες. τὰ δὲ τοιαῦτα γενικῇ συντάσσονται, ὅτε δηλαδὴ μὴ τὸ πᾶν δαπανᾶται, ἀλλά τι μέρος αὐτοῦ· οἷον, λέων βοὸς βεβρωκώς· καὶ ὄφις μυρμήκων φαγών· καὶ ὅσα τοιαῦτα. (ῃερς. 12.) Τὸ δὲ μέμβλετο, ποιητικὴ αὕτη λέξις, ἐκ τοῦ μεμέλητο γίνεται, ὅ ἐστι διὰ μελήσεως ἦν, κατά τε συγκοπὴν καὶ ἐπένθεσιν τοῦ βῆτα δι' εὐφωνίαν καὶ συστολὴν τοῦ παραλήγοντος ˉη εἰς ˉε. Δαιτυμόνες δὲ νῦν οἱ ἁπλῶς δαινύμενοι. ἐν μέντοι τῇ ˉδ ῥαψῳδίᾳ ἐπὶ τῶν τὴν δαῖτα παρασκευαζόντων εὕρηται ἡ λέξις τεθεῖσα. οἱ δὲ ὕστερον ἐπὶ κλητῶν φίλων αὐτὴν τιθέασιν. (ῃερς. 15.) Ὅτι Ὀδυσσεὺς Ἀντίνοον κατὰλαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή. (ῃερς. 17.) εἶτα διασκευάζων, ὅπως ἔπεσε σφαζάδων καὶ οἷα ἔπαθε καὶ ἐποίησε, φησίν· ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς, βλημένου· αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο, θοῶς δ' ἀφ' ἑαυτοῦ τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε· (ῃερς. 21.) σῖτός τε κρέα τε ὀπτὰ φορύνετο, τουτέστιν ἐμολύνετο ἢ αἵματι ἢ καὶ ἄλλως κυλιόμενα εἰς γῆν. Καὶ ὅρα φράσιν ταύτην ἀπόζουσαν τῆς ἐν Ἰλιάδι γλυκύτητος τῆς κατὰ ἐμβρίθειαν καὶ νοήματος καὶ φράσεως· πολεμικὴ γὰρ ἡ διασκευή. καὶ εἰσὶ τοιαῦτα καὶ ἐν τοῖς ἐφεξῆς. ὅλως γὰρ τὸ τῆς Ὀδυσσείας ἀνδρῶδες ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ κεῖται. μιᾷ δὲ καὶ ἐνταῦθα βολῇ θανατοῖ ὁ ποιητὴς τοὺς βαλλομένους διὰ τὸ ἀνδροφόνῳ φαρμάκῳ τοὺς ὀϊστοὺς βεβάφθαι, καθὰ καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προείρηται. τοῦτο δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς πλάττει διὰ τὴν τῶν ὀϊστῶν ἔνδειαν, ἵνα ἑνὸς ὀϊστοῦ ἕνα θανατοῦντος πλεῖον τὸ ἔργον διὰ τοῦ τόξου γένηται. (ῃερς. 15.) Τὸ δὲ ἐπισχόμενος ἀντὶ τοῦ καταστοχασάμενος. τοῦτο δὲ διὰ τὸ ἐπέχειν τὴν χεῖρα καὶ ἱστᾶν τὸν κατὰ σκοποῦ βάλλοντα. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ λαβόμενος φασὶν, ἀστείως λέγοντες ὡς ἀπὸ χερσὶ κρατοῦντος. ὡς γὰρ ὁ ἄγχων ἐπέχει τινὰ τοῦ λαιμοῦ, οὕτω καὶ Ὀδυσσεὺς ἔβαλε τὸν Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος ἰῷ ὡς οἷα καὶ χειρί. (ῃερς. 16.) Τὸ δὲ, ἁπαλοῖο δι' αὐχένος, σαφῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἡρμήνευται, οὐ τοῦ ὅλου αὐχένος ὂν ἐπίθετον, ἀλλὰ τοῦ περὶ αὐτὸν ἁπαλωτέρου μέρους. ἄλλως γὰρ οὐκ ἂν ἁπαλὸς αὐχὴν λέγοιτο ὁ σκληρὸς καὶ παρὰ τὸν αὐχμὸν ἐτυμολογούμενος διὰ τὰ κατ' αὐτὸν ὀστᾶ ὡς οἷά τις αὐχμήν. διὸ καὶ διὰ τοῦ ˉε κλίνεται, ἵνα ὥς πέρ ἐστι ποιμὴν ποιμένος, οὕτω καὶ αὐχμὴν αὐχμένος, καὶ διὰ τὸ εὐφωνότερον αὐχὴν αὐχένος. ἄλλως γάρ, φασιν, εἴ περ μὴ φύσει εἶχε τὸ μῦ, διὰ τοῦ ˉη ἐκλίνετο ἂν, ὡς τὸ σωλὴν σωλῆνος καὶ τὰ ὅμοια. (ῃερς. 17.) Τὸ δὲ ἐκλίνθη εὕρηταί που ἐν τοῖς πρὸ τούτων καὶ δίχα τοῦ ˉν ἐν τῷ, ἂψ δ' ἑτέρωσ' ἐκλίθη, ἐπιτάξαντος τοῦ μέτρου ἐκεῖ τὴν τοῦ ˉν ἀπέλευσιν κατὰ κοινοτέραν γραφήν. Δέπας δὲ λέγει τὸ πρὸ ὀλίγων καλὸν ἄλεισον. (ῃερς. 18.) Τὸ δὲ βλημένου ὤφειλε μὲν δοτικῇ εἶναι, ἵνα ἦν, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένῳ. καὶ δὴ καὶ εὕρηνταί τινα τῶν ἀντιγράφων οὕτως ἔχοντα τῆς γραφῆς. τὰ μέντοι ἀκριβέστερα γενικὴν ἔχουσιν, ὡς μηδὲτοῦ πλαγιασμοῦ σολοικίζοντος, καθὰ καὶ ἐν ἄλλοις δεδήλωται. Αὐλὸς δὲ νῦν κατὰ τοὺς παλαιοὺς κρουνὸς, ἐξακόντισμα αἵματος, ὀξεῖα ἀναφορά. αὐλὸς γάρ, φασι, πᾶν τὸ στενόν· ὅθεν καὶ ἔναυλοι στενοὶ ποταμοί. τοιοῦτον δέ τοι καὶ οἱ αὐλῶνες· ὅθεν τὰ διαυλωνίζοντα πνεύματα, καὶ διαυλωνία, τοπικὴ στενότης, καθ' ἣν ὄρτυγες ἢ ἁπλῶς ἄγριοι ὄρνιθες ἀγρεύονται. ἐθνικὴ δὲ λέξις αὕτη γνώριμος τοῖς περὶ Σινώπην ἀνωτέρω οἰκοῦσι πρὸς Βοῤῥᾶν. καὶ ἡ τοῦ ἀρότρου δὲ εἰς μῆκος τομὴ ἐκ τούτου αὖλαξ λέγεται, καὶ ὁ δίαυλος. ἡ δὲ Ἰλιὰς ἐντεῦθεν οἶδε καὶ τὴν αὐλῶπιν τρυφάλειαν. καὶ ὁ μουσικὸς δὲ αὐλὸς καὶ αὐλίσκος τοιοῦτόν τι, καὶ ὅσα δὲ ἄλλα τῆς τοιαύτης συστοιχίας ἐστίν. ἔοικε δ' ἐνταῦθα ὁ ἐλθὼν ἀνὰ ῥῖνας αὐλὸς διὰ τὰς ῥῖνας εἰρῆσθαι αὐλός. οὐ γὰρ ἁπλῶς τὸ στενὸν αὐλὸς, ἀλλὰ τὸ κοιλότητος μετέχον τινός· ὁποῖος καὶ ὁ αὐλὸς, ἔτι δὲ καὶ οἱ αὐλῶνες καὶ ἡ αὖλαξ. ὁ δὲ ῥηθεὶς κρουνὸς τοῦ αἵματος οὐκ ἂν κυρίως αὐλὸς λέγοιτο αὐτὸς, ἀλλὰ διὰ τὸ ἐξ αὐλοειδῶν τῶν ῥινῶν ἐξέρχεσθαι. εἴρηται δὲ περὶ αὐλῶν καὶ τῶν ἐξ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ἔτι δὲ καὶ περὶ αὐλίσκων τῶν κατὰ σύριγγας· ὧν ἀποτελεστικοὶ οἱ Ὁμηρικοὶ δόνακες, ὡς δηλοῖ ὁ γράψας ἐν ἐπιγράμματι Πινδάρου περὶ τοῦ Πανὸς τὸ, νομίων λησάμενος δονάκων, ἤγουν ἐκλαθόμενος τῆς σύριγγος. Ἀνδρόμεον δὲ οὐ μόνον αἷμα, ὡς νῦν, ἀλλὰ καὶ ψωμοὶ πρὸ τούτων ἀνδρόμεοι ἐπὶ Κύκλωπος. (ῃερς. 20.) Τὸ δὲ, ὦσε ποδὶ πλήξας, σφαδάζειν δηλοῖ τὸν Ἀντίνοον ἐν τῷ πίπτειν. (ῃερς. 21.) Τοῦ δὲ φορύνειν πρωτότυπον εἶναι δηλοῖ τὸ φορύω, καθὰ καὶ τοῦ φορύσσειν· τοῦ μὲν κατὰ πλεονασμὸν τοῦ ˉν, τοῦ δὲ κατὰ παραγωγήν· ἐξ οὗ καὶ τὸ αἱμοφόρυκτον. δῆλον δ' ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ˉν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασι, καὶ ἄχω ἀχύω, καὶ Δωρικῶς ἀχύνω, καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα, περὶ ὧν καὶ ἑτεροῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (ῃερς. 24.) Ὅτι πεσόντος, ὡς ἐῤῥέθη, τοῦ Ἀντινόου ὁμάδησαν οἱ μνηστῆρες, ἐκ δὲ θρόνων ἀνόρουσαν, ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ποτὶ τοίχους, ἔνθα δὲ τὰ, ὡς ἐῤῥέθη, συσταλέντα ἐκρέμαντο ὅπλα. οὐ δέ πῃ ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι. (ῃερς. 26.) καλῶς ἄρα Ὀδυσσεὺς προεμηθεύσατο ἐπικρύψαι αὐτά. νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι. καὶ ἐκπεσόντες τοῦ ἔργοις ἀμύνεσθαι τρέπονται εἰς τὸ λαλεῖν, λέγοντες· (ῃερς. 27.) ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ὃ δὴ καὶ ἐν ἄλλοις κεῖται. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ' ἄριστος κούρων ἐν Ἰθάκῃ, διό σε ἔνθα γῦπες ἔδονται. (ῃερς. 31.) εἶτα δηλῶν ὁ ποιητὴς ὅπως ταῦτ' ἔλεγον οἱ μνηστῆρες καὶ ὅτι οὔ πω γνωρίσαντες τὸν Ὀδυσσέα ἐπάγει· ἴσκεν ἕκαστος ἀνὴρ, τουτέστιν, ὡς καὶ προεῤῥέθη ἀλλαχοῦ, ἔλεγεν ἢ ὑπενόει, ἤϊσκεν. ἐπειδὴ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι, ἀλλὰ κατὰ ἀτεχνίαν τοῦ τοξεύειν. (ῃερς. 32.) τὸ δὲ, νήπιοι οὐκ ἐνόησαν ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο, ὃ καὶ ἐν Ἰλιάδι γέγραπται· τοῦτο δὲ προαναφωνητικῶς λαλεῖται, ὡς μηδενὸς ἐκφευξομένου τὸν θάνατον. Ἰστέον δὲ ὅτι νοθευέται ὑπὸ τῶν παλαιῶν τὸ χωρίον τοῦτο. ἄκαιρον γάρ, φασι, καὶ γελοῖον, πάντας ὁμοῦ ταῦτα λέγειν ὡς ἐκ συνθήματος οἷα τινὰ τραγικὸν χορόν. ἔθος γάρ, φασιν, Ὁμήρῳ ἐν τοῖς τοιούτοις οὐχ' οὕτω ποιεῖν, ἀλλὰ λέγειν· ὧδε δέ τις εἴπεσκεν. ἔστι δ' εἰπεῖν, ὡς ἐσχημάτισεν Ὅμηρος νῦν ἄλλως τὸ τοιοῦτον νόημα, ὡς οἷα συγκεχυμένως ὑφ' ἑκάστου τῶν μνηστήρων λεγόμενον. οὐ γὰρ εἶχεν ἐν τοσούτῳ ταράχῳ κοινῷ ἰδίᾳ ἠθοποιεῖν. (ῃερς. 25.) Τὸ δὲ ἑλέσθαι πάνυ ἀσφαλῶς κεῖται. ἦν μὲν γὰρ ἀσπὶς καὶ ἔγχος, ἀλλ' οὐχ' ὥστε καὶ ἑλέσθαι τοὺς μνηστῆρας· κέκρυπται γάρ. (ῃερς. 27.) Τὸ δὲ, κακῶς ἀνδρῶν τοξάζεαι, ἀντὶ τοῦ ἀτέχνως τοξάζῃ κατὰ ἀνδρῶν· οὕτω γὰρ ὡς εἴρηται οἴονται. Ὅρα δ' ἐν τῷ, ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι καὶ ἑξῆς, τὸ τῶν ἐννοιῶν κομματικὸν διὰ θυμόν. τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας ὡς οὐχ' ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν. (ῃερς. 28.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν. (ῃερς. 33.) Τὸδὲ, ὀλέθρου πείρατ' ἐφῆπται, κεῖται μὲν καὶ μετ' ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον. (ῃερς. 35– 67.) Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρ' ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ μ' ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδ' ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιοςἦλθες, ταῦτα μὲν αἴσιμα εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων, ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε, ὅσσα τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε, οὐδ' ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. (ῃερς. 36.) Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων δι' ἐκφόβησιν τῶν μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλ' ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις μεθερμηνευθείη. (ῃερς. 38.) Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δ' ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι. ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ ὀνειδίζει καὶ δι' αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν, κατηγορίαν ἐνιστῶν ἐπ' ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος. (ῃερς. 39.) Τὸ δὲ, μήτε θεὸν δεδιέναι μήτ' ἀνθρώπων νέμεσιν ὑφορᾶσθαι, ἀπονενοημένων πάθος ἀνδρῶν. (ῃερς. 40.) Τὸ δὲ, οὔτε τινὰ κατόπισθε νέμεσιν ἔθεσθε, ἀλλαγὴν ἐποίησε σχήματος· ἦν γὰρ ἀκόλουθον ἄλλως εἰπεῖν· οὔτε θεὸν δείσαντες οὔτε ἀνθρώπων νέμεσιν θέμενοι, κατὰ νοῦν δηλαδή. (ῃερς. 45.) Ἐν δὲ τῷ, Ὀδυσσεὺς Ἰθακήσιος, περιττὸν τὸ Ἰθακήσιος καὶ εἰς οὐδὲν χρήσιμον εἴρηταιοἷα συγκεχυμένου τοῦ Εὐρυμάχου καὶ μὴ φιλοκρινοῦντος λόγου ἀκρίβειαν. (ῃερς. 51.) Ὅρα δὲ καὶ τὸ, ἄλλα φρονέων, πολλὴν πάνυ ἔχον διαφορὰν πρὸς τὸ ἀλλοφρονέων, ὃ πρὸ τούτων ἐπὶ τοῦ Ἴρου εἴρηται. τοῦτο δὲ καὶ ἐπ' ἄλλων ἐδείχθη πολλῶν, ἐφ' ὧν διαφορὰ τοῦ συνθέτως ἢ διαλελυμένως λαλεῖν. (ῃερς. 55.) Ἀρεσάμενοι δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἀρέσαντες, φιλιωθέντες, ἄρθμιοι γενόμενοι, ὅ περ προδεδήλωται. (ῃερς. 56.) Τὸ δὲ ἐδήδοται τὰ παλαιὰ ὑπομνήματα Ἀττικὸν εἶναι φασὶ παρακείμενον ἐκ τοῦ ἐδῶ ἐδοῖς, ὡς ὀμῶ ὀμοῖς, ἵνα γίνοιτο οὕτως· ἐδῶ ἐδώσω ἤδοκα καὶ Ἀττικῶς ἐδήδοκα, ἐξ οὗ τὸ ἐδήδομαι ἐδήδοται. ἄλλως μέντοι ἔγνωσται εἶναι παρακείμενος τοῦ ἔδω βαρυτόνου ἦκα καὶ Ἀττικῶς ἔδηκα· εἶτα πλεονασμῷ τῆς δˉο συλλαβῆς, ὡς ἂν ἔχοι τρίτον τόπον συλλαβικὸν συστελλόμενον, ἐδήδοκα. ἐξ οὗ παθητικὸς παρακείμενος ἐδήδομαι. καὶ ἔστιν ὅμοιον τὸ ἐδήδοκα πρὸς τὸ ἄγω ἄξω ἦχα ἄγηχα καὶ πλεονασμῷ ἀγήοχα. ὁ δέ γε κανονίσας τὸ ἐδήδοκα ἐκ τοῦ ἐδῶ ἐδήσω, ὅθεν ἡ ἐδητὺς, ἤδηκα, καὶ πλεονασμῷ τῆς δˉο συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ἐδήδοκα, ὅθεν τὸ ἐδήδομαι, εὐανάτρεπτον μὲν οὐδέν τι γράφει, οὐκ ἀφίησι δὲ καθαρῶς ἠττικίσθαι τὴν λέξιν. (ῃερς. 57.) Τιμὴν δὲ τὴν ποινὴν λέγει, ἧς τὸ ποσὸν ἐνταῦθα δυσφράστως ἔχον συγκέχυται διὰ πολλῶν ἀορίστων αἰτιατικῶν, τοῦ ὅσσα ἐκπέποται καὶ ἐδήδοται, τοῦ ἐεικοσάβοιον, τοῦ χαλκὸν, τοῦ χρυσόν. ἔχει γὰρ τὸ χωρίον ἀμφιβολίαν ἐπιτηδευτὴν, ὥς που καὶ ἐν Ἰλιάδι τὸ, νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου. ἄδηλον γὰρ καὶ ἐνταῦθα, εἴτε ἰδίᾳ ἕκαστος ἀνὰ εἰκοσάβοιον χαλκοῦ ἀποδώσει καὶ αὖθις ἀνὰ εἰκοσάβοιον χρυσοῦ, εἴτε καὶ ἄλλως ἰδίᾳ μὲν ἕκαστος ὡρισμένον τι εἰκοσάβοιον, δι' οὗ ἦν βόας εἴκοσι κτήσασθαι, ἰδίᾳ δὲ χαλκὸν καὶ χρυσὸν ἀορίστως. καὶ τὸ ἕκαστος δὲ ἀμφίβολόν τι ἔχει. οὐκ εὔδηλον γὰρ εἴτε ἕκαστος τῶν ὅλων μνηστήρων, εἴτε καὶ ἕκαστος τῶν Ἰθακησίων μόνων μνηστήρων. καὶ τὸ κατὰ δῆμον δὲ οὐ πάνυ δῆλον, εἰ καὶ τὸν ἐν Ἰθάκῃ δῆμον πάντα εἰς ἀπόδοσιν τιμῆς συνεισάγει Εὐρύμαχος, ὡς καὶ ἐκείνων δῆθεν πταιόντων, καθά που προδημηγορήσας ἐνέφηνεν ὁ Τηλέμαχος ἐρεθίζων τὸν δῆμον εἰς τὴν κατὰ τῶν μνηστήρων ἄμυναν. δοκεῖ δὲ ἀμφιβόλως οὕτω λαλῆσαι ὁ Εὐρύμαχος, οὐχ' οὕτω κατὰ δόλον ὡς διὰ σύγχυσιν λογισμοῦ. (ῃερς. 58.) Ἰστέον δὲ ὅτι ἔχει θεραπείαν ἡ τοιαύτη ἀμφιβολία τὸ, εἰσόκε σὸν κὴρ ἰανθῇ. ὅπως γὰρ ἂν καὶ νοοῖτο ἡ ῥηθεῖσα τιμὴ, εἰς τοσοῦτον ὅμως αὕτη γενήσεται, ἕως ἄν, φησιν, ἀγαπήσῃς τὰ δοθησόμενα. δύναται δὲ ἄλλως τιμὴ ἐνταῦθα νοηθῆναι καὶ τὸ παρὰ τοῖς ὕστερον λεγόμενον τίμημα, ἵνα λέγῃ Εὐρύμαχος ὡς τιμησόμεθα τὰ δαπανηθέντα ἰδίᾳ καὶ χωρὶς ἕκαστος, ἄγοντες ὡς ἐν συναλλαγῇ χαλκὸν καὶ χρυσὸν κατὰ τὸ ἀνάλογον, ἕως ἂν τὸ σὸν κῆρ ἰανθῇ. ἡ δὲ τοιαύτη τιμὴ καὶ τῖμος λέγεται κωμικώτερον, ὡς Λογγῖνος δηλοῖ, ὁμοίως τῷ, χολὴ χόλος, ὠνὴ ὦνος καὶ τοῖς τοιούτοις. μνηστέον δ' ἐνταῦθα καὶ παλαιᾶς παραδόσεως, ἐκθεμένης ὡς ἡ μὲν εὐκλεὴς τιμὴ παράγει τὸν ἐπίτιμον, ὅς ἐστιν ὁ ἔντιμος, ἡ δὲ ἑτεροία τὸν ἐπιτίμιον. ὁ δέ ἐστιν ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος. ἀφ' οὗ καὶ τὸ ἐπιπλήξειν ἐπιτιμήσειν φαμὲν, καὶ ἐπιτίμησον τῷ δεῖνι ἀντὶ τοῦ ἐπίπληξον. καὶ νοητέον ἐκεῖθεν ὅτι τοῦ ἐπιτίμιος ἀρσενικοῦ ἔστιν οὐδέτερον τὸ κοινῶς λεγόμενον ἐπιτίμιον, ἵνα ᾖ, ὥς περ ἐγκώμιος λόγος παρὰ Πινδάρῳ πολλαχοῦ καὶ ἐγκώμιον ἀπ' αὐτοῦ, σύγγραμμα δηλαδὴ, οὕτω καὶ ὁ ἐπιτίμιος ἀνὴρ καὶ τὸ ἐπιτίμιον πρᾶγμα ἢ λόγιον. Τὸ δὲ ἀποδώσομεν χρεωστικὴν δηλοῖ ἔκτισιν. ἀφ' ἧς καὶ ἡ ἀνωτέρω ῥηθεῖσα τιμὴ ἐν τῷ, τιμὴν ἀμφὶς ἄγοντες. διαφορὰ γάρ τις τοῦ ἀποδοῦναι καὶ τοῦ δοῦναι ἐν ἄλλοις δεδήλωται. (ῃερς. 61.) Τὸ δὲ, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε καὶ τὰ ἑξῆς, οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ, ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδ' εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται. (ῃερς. 62.) Τὸ δὲ ἀποδοῖτε καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ ἐπιθεῖεν. (ῃερς. 63.) Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι παυθήσομαι. (ῃερς. 65.) Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν. (ῃερς. 67.) Σημείωσαι δὲ ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλ' ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς· εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε. (ῃερς. 68– 88.) Ὅτι Ὀδυσσέως ἐκφήναντος ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡςἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν, καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς. καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δ' ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφ' ἑαυτοῦ προπέμψας, βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ' ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε· κατ' ὀφθαλμῶν δὲ ἔχυτ' ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν μνηστήρων ἀρχοὶ οἱ τῇ κατ' ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν. (ῃερς. 70.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἐκ τοῦ γˉαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης. πολλαχοῦ γὰρ ὁ ἀλλˉα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ ἑξῆς. (ῃερς. 74.) Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς ἔχει διὰ τὸ πολλαχοῦ δεδηλῶσθαι ἑκάστῳ τῶν μνηστήρων παρακεῖσθαι τράπεζαν. (ῃερς. 75.) Τὸ δὲ, ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν, χρήσιμον εἰς τὸ, δαιμονίη, τί μοι ἐπέχεις; δῆλον γὰρ ὅτι καὶ ἐκεῖνο ταυτόν ἐστι τῷ, τί δή ποτε κατ' ἐμοῦ ἔχεις; τουτέστιν ὁρμᾶς, ἐλαύνεις. (ῃερς. 83.) Ἥπατι δὲ τὸ βέλος ἐμπήγνυται, οἰκείως ἴσως διὰ τὸ τοῦ Εὐρυμάχου κατ' ἔρωτα ἐπιθυμητικόν· ἤδη γὰρ οἱ τῆς Πηνελόπης ἐκέλοντο αὐτὴν Εὐρυμάχῳ γήμασθαι. οὕτω καὶ Ἀντίνοος βάλλεται τὸν λαιμὸν, εἴποι ἄν τις, διὰ τὸ φάγον καὶ λαίμαργον. Πολλοῖς δὲ καὶ ἐν Ἰλιάδι ὁ ποιητὴς μέρη βλάπτει σώματος ἀναλόγως οἷς ἐπλημμέλουν, ὡς ἐκεῖ σεσημείωται. βλάσφημος γοῦν τις γλῶσσαν βάλλεται, ἑτέρῳ δέ τινι διὰ δωροδοκίαν χεῖρες τέμνονται. (ῃερς. 84.) Περιῤῥηδὴς δὲ ὁ ἐῤῥαντισμένος αἵματι, ὡς ἀπὸ τοῦ ῥάζω, περὶ οὗ προείρηται· οὗ δεύτερος ἀόριστος ἔῤῥαδον· ὅθεν ὁ περιῤῥηδής. εὕρηται δὲ καὶ ἀμφιῤῥηδὴς ἐν ῥητορικῷ λεξικῷ καθ' ὁμοιότητα τούτου λεχθέν. (ῃερς. 86.) Τὸ δὲ, χθόνα τύπτε μετώπῳ, ἐπὶ Ἀμφινόμου ἐρεῖ, (ῃερς. 94.) χθόνα δ' ἤλασε παντὶ μετώπῳ, ὃν μετ' ὀλίγα κατὰ Ὀδυσσέως ὁρμήσαντα μετὰ ξίφους, εἴ πώς οἱ εἴξειε θυράων, ἔφθη Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν. Ἔνθα καὶ ὅρα τὴν Ὁμηρικὴν δεξιότητα· πρωτόπειρος γὰρ ὢν πολέμου ὁ παῖς οὔτε θαῤῥεῖ μάχην ἀντιμέτωπον, ἀλλ' ἐνεδρευτικῶς βάλλει κατόπισθε. καὶ βαλὼν δὲ ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ, οὐκ ἂν ἀπεοικὼς πάνυ ῥιψάσπιδος, εἴ γε καὶ αὐτὸς λιπὼν ἔγχος ἀπόρουσεν, οἷα δείσας μή τις ἔγχος ἀνελκόμενον ἢ ἐλάσῃ, τουτέστι κεντήσῃ, φασγάνῳ ἀΐξας, ἢ προπρηνέϊ τύψας, τουτέστι καταφερῆ πληγὴν ἐπενεγκών. δῆλον δὲ ὅτι ἐν τῷ προπρηνέϊ λείπει τὸ χειρί· ἄλλως γὰρ οὐκ ἔστι καταστῆσαι τὸ νόημα ὡς χρή. (ῃερς. 95.) Ὅρα δὲ ὅτι τε τὸ ἀπόρουσε εὐσχημόνως εἶπεν ἀντὶ τοῦ ἔφυγε διὰ τὸ ἀφοπλισθῆναι, καὶ ὅτι ξίφη πάντες εἶχον οἱ μνηστῆρες, φοροῦντες αὐτὰ κατὰ ἔθος καὶ αὐτὸ ἀρχαῖον, ὡς μυριαχοῦ δέδεικται. (ῃερς. 99.) Ἀσφαλὲς δὲ, οὐ μὴν πόῤῥω δειλίας καὶ τὸ μετὰ τὴν πληγὴν τοῦ Ἀμφινόμου τὸν Τηλέμαχον μάλα ὦκα φίλῳ πατρὶ ἀγχοῦ ἱστάμενον συμβουλεύσασθαι σάκος οἴσειν τῷ πατρὶ, ὡς προπαρηγγέλθη, καὶ δύο δοῦρε, καὶ κυνέην πάγχαλκον, καὶ αὐτὸν ἀμφιβαλεῖσθαι, δοῦναι δὲ καὶ τῷ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα. (ῃερς. 104.) τετευχῆσθαι γάρ, φησιν, ἄμεινον. οὕτως ἐφευρετικὸν ἡ ἀνάγκη, καθ' ἣν ἐπινοεῖται σωτηρίαν ὁ παῖς ἑαυτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. διὸ καὶ ὁ πατὴρ προτρέπων ἐθέλειταχῦναι αὐτὸν τὸ ἔργον, ἕως μοί, φησιν, ἀμύνεσθαι πάρα, τουτέστι πάρεισιν ὀϊστοί· μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα. (ῃερς. 106.) Καὶ ὅρα ὡς ἡ δειλία τοῦ παιδὸς ἀσφάλεια γέγονεν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. ἐντεῦθεν γὰρ ἀφορμῆς δοθείσης ὡπλίσθησαν καὶ εἰς ἔργον ἠρτύναντο. Ἀσύνηθες δὲ ῥῆμα φράσει πεζῇ, ποιητικὸν δὲ ὅμως, τὸ τετευχῆσθαι, διαφορὰν ἔχον πάνυ πολλὴν πρὸς τὸ τεῦξαι· αὐτὸ μὲν γὰρ κατασκευήν τινα δηλοῖ, τὸ δὲ τετευχῆσθαι ὅπλισιν. (ῃερς. 103.) Ἰστέον δὲ καὶ ὅτι τὸ περιθέσθαι ὅπλα νῦν μὲν ἀμφιβαλέσθαι λέγει, μετ' ὀλίγα δὲ καὶ περιβαλέσθαι. (ῃερς. 116.) Ὅτι ὄφρα μὲν τῷ Ὀδυσσεῖ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρα μνηστήρων ἕνα αἰεὶ βάλλε τιτυσκόμενος, οἱ δ' ἀγχηστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντ' ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν εὐσταθέος μεγάροιο ἔκλινεν ἑστάναι πρὸς ἐνώπια παμφανόωντα. (ῃερς. 121.) Ἔνθα σημείωσαι ὅτι ἐνώπια λέγει τοὺς ἑκατέρωθεν τῆς εἰσόδου τοίχους. πάντως γὰρ ὁ πρὸς τῇ φλιᾷ ἱστάμενος καὶ μὴ ἐθέλων αὐτῆς ἀποστῆναι ἐκεῖ που ἐκ πλαγίων τὸ τόξον ἀνέκλινε καὶ οὐ πρὸς τῷ μυχῷ τοῦ ἀνδρῶνος τῷ ἀντικρὺ τῆς εἰσόδου. ἐκεῖνος γὰρ τοῖς μνηστῆρσιν ἐξ ἀνάγκης εἴχετο. καὶ οὕτω μὲν ἀνέκλινε τὸ τόξον ὁ Ὀδυσσεύς. (ῃερς.