Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1.1
) Εἰς δὲ τὸ ἔσθιε σημείωσαι, ὅτι τὸ ἐσθίειν καὶ ἀπεσθίειν λέγεταί ποτε μετὰ προθέσεως, οἱονεὶ ἀπό τινος ἐσθίειν. οἷον· οἴμοι τάλας, δάκνει δάκνει ἀπεσθίει μου τὴν ἀκοήν. εὕρηται δὲ ἀπεσθίειν καὶ τὸ μὴ ἐσθίειν, οἷον τοῖς βλίτοις διαχρῶ, τὴν κοιλίαν ξηρὰν ἔχεις, τὰ πετραῖα τῶν ἰχθύων ἀπέσθιε, ἤγουν μὴ ἔσθιε. (ῃερς. 81.) Χοῖρος δὲ ὅτι καὶ κρύφιόν τι δηλοῖ, δεδήλωταί που. ὡς δὲ καὶ πλακοῦντες αὐτῷ παρώνυμοι αἱ χοιρίναι, ὁ Ἀθήναιος λέγει. αὗται δέ, φησιν, ἆθλα ἐτίθεντο ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι. ὁ δὲ κωμικὸς φαίνεται χοιρίνας εἰδέναι καί τινας ψήφους δικαστικάς. Τὸ δὲ ἀγινεῖ ἀχρεῖον μὲν εἰς πεζογραφίαν, ἐκτείνει δὲ τὴν παραλήγουσαν. (ῃερς. 107.) Τὸ δὲ φυλάσσω τε ῥύομαί τε οὐ διαφέρουσι κατὰ νοῦν. (ῃερς. 102.) Ἰστέον δὲ ὡς εἰ καὶ φαίνονται πολλοὶ τῷ Ὀδυσσεῖ γενέσθαι δοῦλοι, ἀλλὰ τὸ, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες 2. 65 ἄνδρες, οὐκ ἀφίησιν αὐτοὺς τοσούτους εἶναι ὁπόσοι τοῖς ὑστερογενέσιν ἱστόρηνται, ἀλλ' εἰσὶν αὐτοὶ σχεδόν τι τὸ μηδὲν, εἴ τις ἐνθυμοῖτο ἐξ ἱστοριῶν, ὡς Νικίας μέν τις χιλίους ἔχων οἰκέτας ἐμίσθωσέ, φασιν, αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ, ἐφ' ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Δαρδανεῖς δὲ δούλους ἐκτῶντο ὁ μὲν χιλίους, ὁ δὲ καὶ πλείους. ὧν ἕκαστος ἐν μὲν εἰρήνῃ γεωργεῖν λέγεται, ἐν πολέμῳ δὲ λοχίζεσθαι ὑπὸ ἡγεμόνι τῷ ἰδίῳ δεσπότῃ, Ῥωμαίων δὲ ἕκαστος μυρίους καὶ δισμυρίους πολλοὶ δὲ καὶ πλείους, οὐκ ἐπὶ προσόδοις φασὶν ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας. καὶ Μνάσων δέ, φασιν, ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. (ῃερς. 109.) Ὅτι Εὔμαιος μὲν κατέλεγε τῶν μνηστήρων, Ὀδυσσεὺς δὲ τὴν γαστέρα ἐν τοσούτῳ τημελῶν κρέατ' ἤσθιε πῖνέ τε οἶνον ἁρπαλέως ἀκέων, κακὰ δὲ τοῖς ἐχθροῖς φύτευεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε (ῃερς. 111.) θυμὸν ἐδωδῇ, ὃ καὶ ἀλλαχοῦ ἐγράφη, ἐποίησε τόδε. δύναται δὲ προσαρμόσαι ταῦτα τῷ ἐν καιρῷ δαιτὸς μὴ ἐθέλοντι διὰ πεῖναν ἀκούειν πολυλογιῶν. (ῃερς. 110.) Ἰστέον δὲ ὅτι ὁ οὕτως ἐσθίων κατὰ σπουδὴν διὰ πεῖναν ὀξυχειρίᾳ χρῆσθαι οὐκ ἐγκρατῶς λεχθείη ἂν, κατὰ τὸν εἰπόντα ὡς ἐπὶ τὰ ἀλλότρια δεῖπνα, ὁποῖα νῦν τρόπον τινὰ καὶ τὰ τοῦ Ὀδυσσέως, πᾶς γίνεται ὀξύχειρ, οὐκ ἐγκρατής. ὁ δὲ ὀξύχειρ καὶ ὀξυλάβος ῥηθείη ἂν, καὶ ἡ κατ' αὐτὸν σπουδὴ ὀξυλάβεια. (ῃερς. 112.) Ὅτι φιλοτησίου δαιτὸς τὸ, πλησάμενος δῶκε σκύφον ἢ σκύφος, ᾧ περ ἔπινεν, οἴνου ἐνίπλειον. ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ. (ῃερς. 115.) ἐπαινετικὸν δὲ τὸ, τίς ἐκεῖνος ὧδε μάλ' ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; εἰπέ μοι αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. (ῃερς. 119.) εἰ δὲ καὶ πλανήτης ὁ τὴν τοιαύτην τιθεὶς ἐρώτησιν, εἴποι ἂν καὶ τὸ, θεός που τόδε οἶδεν εἴ κέ μιν ἀγγείλαιμι ἰδὼν, ἐπίπολλα δ' ἀλήθην. (ῃερς. 122.) ὁ δὲ μὴ μέλλων πεισθῆναι τοιούτῳ ἀγγέλῳ εἴποι ἄν· ὦ γέρον, οὔτις ἐκεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἀγγέλλων πείσειε τοὺς ἐκείνου. (ῃερς. 112.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς ἐνταῦθα δίδωσι σκύφον τῷ Εὐμαίῳ δεξιούμενος κατὰ τὸν τοῦ προπίνειν λόγον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 124.) Ὅτι δηλῶν κατὰ πιθανὴν γνώμην ὁ ποιητὴς ὡς ψεῦσται καὶ λόγων συνθέται οἱ πλανῆται πτωχοὶ ὡς ἐπὶ πολὺ φησὶν ὅτι ἄλλως τουτέστι μάτην οὕτω κομιδῆς κεχρημένοι, τουτέστιν ἐπιμελείας χρῄζοντες ἄνδρες ἀλῆται, ψεύδονται, οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι, ὅ πέρ ἐστι περίφρασις τοῦ ψεύδονται. (ῃερς. 126.) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ὁ Τηλέμαχος αἰτιᾶται τὴν μητέρα ὡς ἐμπλήγδην τοῖς ξένοις προσφερομένην διὰ τὸ ἐπὶ τῷ ἀνδρὶ φιλήκοον καὶ μὴ διακρίνουσαν τίς τε ἀγαθὸς καὶ τίς μὴ τοιοῦτος. ἐνταῦθα δὲ ὁ Εὔμαιος τὴν ἔννοιαν ἐκείνην ἄλλως διηγηματικῶς καὶ σαφέστερον φράζων φησίν· ὅς δ' ἂν ἀλητεύων εἰς Ἰθάκην ἵκηται, ἐλθὼν εἰς δέσποιναν ἐμὴν, ἀπατήλια βάζει. ἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ καί οἱ ὀδυρομένῃ βλεφάρων ἀπὸ δάκρυα πίπτει, ἣ θέμις ἐστὶ γυναικὸς ἐπὴν πόσις ἄλλοθ' ὄληται. (ῃερς. 131.) εἶτα φησὶ πρὸς τὸν Ὀδυσσέα, ὅ περ οἰκεῖον εἰπεῖν πρὸς πτωχὸν ὑποπτευόμενον ἐπὶ ψεύδεσιν· αἶψά κε καὶ σὺ γεραιὲ ἔπος παρατεκτήναιο, εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. λέγει δὲ παρατεκτήνασθαι τὸ παρατεχνήσασθαι, ὡς ἐκ μεταφορᾶς τῶν ἀτέχνων τεκτόνων ἢ τῶν ἀπατώντων ἐφ' οἷς τεκταίνουσι. (ῃερς. 130.) Τὸ δὲ ἣ θέμις ἐστὶ, δύναται καὶ ἀντὶ τοῦ, καθὰ δίκαιον, κεῖσθαι, καὶ ἄλλως δὲ, πρὸς ὁμοιότητα τοῦ, ἣ γὰρ δμώων δίκη ἐστίν. Ὅτι περί τινος ἀνιστορήτως ἀπολωλότος ῥηθήσεται τὸ, τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ, ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν, ἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ κεῖται ἐπ' ἠπείρου, ψαμάθῳ εἰλυμένα πολλῇ, ὅ ἐστι κεκαλυμμένα, ὡς εἴ περ ἐτάφησαν κατά τι αὐτόματον. Τὸ δὲ ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, οὐδὲν ἂν εἴη ἕτερον, ἢ ἕλωρ γενέσθαι τὸν οὕτω παθόντα, εἴτε ἑλώριον. Ἰστέον δὲ ὅτι τῷ ὀνόματι τῶν ἰχθύων ἐνταῦθα καὶ τὰ κήτη συμπεριείληπται. Καὶ ὅτι τοῦ ἐπ' ἠπείρου ψαμάθῳ κεκαλύφθαι τὰ ὀστᾶ, προηγεῖται τὸ, εἰν ἁλὶ κῦμα κυλίνδει. (ῃερς. 137.) Ὅτι δοῦλος ἀγαθὸν ἐπ' ἀλλοδαπῆς ἀπολέσας δεσπότην ἢ καί τις ξένος ὑπουργικὸς ἀνὴρ ὁμοίως τοιούτου οἰκοδεσπότου διεκπεσὼν εἴποι ἂν ὡς ἐν ἠθοποιΐᾳ τοιάδε· ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε. φίλοισι δὲ κήδε' ὀπίσσω πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται. οὐ γὰρ ἔτ' ἄλλον ἤπιον ὧδ' ἄνακτα κιχήσομαι ὁππόσ' ἐπέλθω οὐδ' εἴ κεν πατρὸς καὶ μητρὸς αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον οὗτοι. οὐδέ τι τῶν ἔτι τόσσον ὀδύρομαι ἀχνύμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι, ἀλλά με τοῦ δεῖνος πόθος αἴνυται οἰχομένοιο. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε, καὶ οὐ παρεόντα ὀνομάζειν αἰδέομαι. περὶ γάρ με φίλει καὶ κήδετο θυμῷ. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. ἔστι δὲ ἠθεῖος ὁ πρεσβύτερος 2. 66 ἀδελφὸς, ὡς ἡ Ἰλιὰς μάλιστα ἐδήλωσε. (ῃερς. 144.) Τὸ δὲ αἴνυται ὅτι τὸ λαμβάνειν δηλοῖ καὶ πόθεν γίνεται, προδεδήλωται. ποιητικὴ δὲ αὕτη λέξις καὶ τοῖς κατὰ λογάδην γράφουσιν ἀῤῥητόρευτος. (ῃερς. 145.) Τὸ δὲ καὶ οὐ παρεόντα παιδευτικόν ἐστι τοῦ μὴ χρῆναι ἀπόντας τοὺς φίλους περιφρονεῖν καὶ ἔξω τιμῆς βάλλειν, μὴ καί τις τῷ τοιούτῳ προσονειδίσῃ τὸ, αἰδὼς ἐν ὀφθαλμοῖς, ὃ παροιμία μέν ἐστι χρηστὴ τοῖς μεμφομένοις τὸ ἀλλοπρόσαλλον καὶ ἀχάριστον καὶ κολακικόν. εἴληπται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἐξ Ἀριστοτέλους, φαμένου τὴν αἰδῶ ἐν ὀφθαλμοῖς εἶναι οὐ γνωμικῶς, ὡς ἡ παροιμία βούλεται, ἀλλὰ φυσικῶς ἄλλως καὶ ἀστείως, οἷα τῶν αἰδημόνων καὶ ἐξ αὐτῆς ὄψεως χαρακτηριζομένων, οἳ ἐφ' οἷς αἰδεῖσθαι χρὴ χαλῶσι τὰ βλέφαρα καὶ βλέπειν ἀτενὲς ὀκνοῦσιν. οὐ μὴν κατὰ τοὺς θρασυτέρους ἀσκαρδαμύκτως βλέπουσιν, ὡς ὁ κωμικὸς γράφει. διὸ καὶ προσφυῶς ἐτυμολογοῦσι τὴν αἰδῶ οἱ φάμενοι γενέσθαι αὐτὴν παρὰ τὸ ˉα στερητικὸν μόριον καὶ τὸ ἰδεῖν, ἵνα ᾖ οὕτω δυσωπία τις καὶ ἡ αἰδώς. καλῶς ἄρα ἡ αἰδὼς ἐν ὀφθαλμοῖς εἶναι λέγεται ὡς οἷα τινὶ τόπῳ καὶ δόμῳ αἰσθητῷ, οὖσα μὲν ἐν ψυχῇ, ἀναλάμπουσα δὲ δι' ὄψεως. ἧς ὅσα καὶ κορίσκη εὐγενὴς διεκκύπτουσα φαίνεται, ἐντροπή, φασιν, οὖσα καθ' ἕκαστον, ὧν τις ἔχει σεβασμίων. σεβόμεθα γὰρ αἰδοῦς λόγῳ τοὺς προέχοντας ἔν τινι ἀγαθῷ, οἷον ἀρετῇ, ἐμπειρίᾳ, εὐδοξίᾳ καὶ τοῖς ὁμοίοις. οὕτω δὲ καὶ ἀρετῆς ἐκπεσεῖν αἰδούμεθα. ἐκπεσόντες δὲ εἶτα ἐντραπέντες, τότε δὴ αἰσχύνην παθεῖν λεγόμεθα ἐφ' οἷς ἡμάρτομεν, καὶ οὐκέτι μόνους τοὺς εἰρημένους ἀγαθοὺς ἀλλὰ καὶ πάντα ἄνθρωπον διὰ τὸ δοκεῖν ἅπασιν αἰσχρὰ νενομίσθαι τὰ πεπραγμένα. (ῃερς. 146.) Τὸ δὲ ὀνομάζειν αἰδέομαι, ἀντὶ τοῦ αἰδοῦμαι Ὀδυσσέα νῦν καλεῖν πρὸς ὄνομα δίχα τινὸς προσρήσεως φιλόφρονος, ὡς ἐν τῇ μνηστηροφονίᾳ παρόντα προσφωνεῖ,
80.2.1
Ὀδυσσεῦ. Σημείωσαι δὲ τὸ ὀνομάζειν τεθὲν ὁμοίως τῷ ὀνομαίνειν ἀντὶ τοῦ καλεῖν ἐξ ὀνόματος. οὐ μὴν τοιοῦτον καὶ τὸ ἐξονομάζειν φαίνεται παρὰ τῷ ποιητῇ. ἔτι δὲ καὶ ἄλλως, Ὀδυσσέα μέν φησιν αὐτὸν οὐκ ἂν ἐθέλοιμι καλέσαι, τοῦτο γὰρ ἄν τις καὶ ξένος ποιήσειεν, οὐ μὴν ἀλλ' οὐδὲ δεσπότην, οὐ γάρ μοι τοιοῦτος ἐκεῖνος ἦν, οἷα πάνυ με φιλῶν καὶ κηδόμενος. καλῶ τοίνυν αὐτὸν ἠθεῖον κατὰ φιλοφροσύνην ἀδελφικήν. Καὶ ὅρα ὅπως λίαν πάνυ φιλεῖ τὸν Ὀδυσσέα ὁ Εὔμαιος. διὸ καὶ συλλήπτορα τῆς μνηστηροφονίας ἕξει αὐτὸν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, ὀψὲ μέντοι καιροῦ καὶ ὅτε πρὸς αὐτῷ τῷ ἔργῳ γενήσεται. εἰ γὰρ οὐκέτι πιστὰ γυναιξὶν, οὐδ' ἂν δούλοις μάλιστα. Σημείωσαι δὲ ἐκ τῶν ἐνταῦθα, ὡς οὐκ ἐξ ἀνάγκης ἀεὶ τὸ δοῦλον δυσμενὲς τοῖς δεσπόταις, ἀλλ' ὅπου μὲν αὐτοῖς ἱλαρὰ τὰ τῶν δεσποτῶν, τιθασσεύονται ὡς ἐπιπολύ. βαρύτης δὲ ἄκαιρος δεσποτικὴ ἐξαγριοῖ αὐτούς. ἐνθυμητέον οὖν ὁποῖοι ἂν τοῖς Λάκωσι καὶ τοὺς ἀμφ' αὐτοὺς οἱ Εἵλωτες, οἳ δίχα κακώσεων ἄλλων καὶ πληγὰς τεταγμένας ἐλάμβανον κατ' ἐνιαυτὸν δίχα γε τοῦ ἀδικῆσαί τι, ἵνα, φασὶ, μή ποτε δουλεύειν ἀπομάθωσιν. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς εἰ δεσπότην αἰδεῖται τὸν Ὀδυσσέα καλεῖν ὁ καλὸς Εὔμαιος, ὅτι μηδὲ δουλικῶς ὑπ' ἐκείνῳ ἐτάττετο, ἀλλ' οὖν κύριον οὐκ ἂν αἰδοῖτο ἐκεῖνον ὀνομάζειν. ὃ δὴ ἁρμόζει καὶ πατρὶ ἐπὶ υἱῷ κατὰ τὸν εἰπόντα ὅτι κύριος γυναικὸς καὶ υἱῶν ἀνὴρ καὶ πατήρ. δεσπότης δὲ ἀργυρωνήτων. καὶ ὅμως οὐδ' αὐτὸ ἂν αἱροῖτο Εὔμαιος οἷα μηδὲ ὑπ' ἐξουσίᾳ δοκῶν κεῖσθαι. (ῃερς. 147.) εἵλετο οὖν ἠθεῖον μάλιστα καλεῖν τὸν δεσπότην, διὰ τὸ τὰ μὲν ἄλλα ἐξισοῦσθαι, χρόνῳ δὲ πρεσβύτερον ἀδελφικῶς εἶναι τὸν Ὀδυσσέα. ὅτι δὲ οὐκ ἀναγκαίως ὁ κύριος ἐπὶ δεσπότου τάττεται, ἀλλά ποτε καὶ συγγενικὴν, ὡς ἐῤῥέθη, δηλοῖ σχέσιν, καὶ ὁ κωμικὸς σημαίνει ἐν τῷ Σμικίθην καὶ κύριον, ὡς ἐπὶ ἀνδρὸς ἐκεῖνο φράσας καὶ γυναικός. (ῃερς. 141.) Ὅτι πρὸς τὸν μὴ ῥᾳδίως πιστεύοντα οἷς λέγει τις, ἐρεῖ ἐκεῖνος τὸ, ὦ φίλ', ἐπειδὴ πάμπαν ἀναίνεαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος, ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, εὐαγγέλιον δέ μοι ἔστω, ἤγουν κείσθω μοι δῶρον ὑπὲρ ἀγαθῆς ἀγγελίας. ἐκεῖνος δὲ αὖθις ὁ ἀπιστῶν ἐρεῖ· ὦ δεῖνα, οὔτ' ἂρ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτε τόδε τι γενήσεται, οἷον, οὔτ' ἐκεῖνος οἶκονδ' ἐλεύσεται κατὰ τὸν ποιητὴν εἰπεῖν. (ῃερς. 149.) Ἀναίνεσθαι δέ ἐστι τὸ μὴ συγκατατίθεσθαι παρὰ τὴν ˉα στέρησιν καὶ τὸν αἶνον, ὃς δηλοῖ συγκατάθεσιν. ἐξ οὗ καὶ ἡ συναίνεσις καὶ τὸ συναινεῖν καὶ συγκαταινεῖν. (ῃερς. 151.) Ἰστέον δὲ ὅτι τὸ οὐκ αὔτως ἐν τοῖς ἀντιγράφοις διὰ τοῦ ˉκ ἐκφερόμενον δηλοῖ ψιλοῦσθαι τὸ αὔτως Ἰωνικῶς, ἢ καὶ ὡς ἀπὸ τοῦ αὐτός. (ῃερς. 152.) Ὅτι ὁ μετὰ πράγματος ἀπόβασιν ζητῶν τὸ προσεχῶς ῥηθὲν εὐαγγέλιον εἴποι ἄν· εὐαγγέλιον δέ μοι ἔστω, αὐτίκα ἐπειδὰν τόδε γενήσεται, πρὶν δέ κε καὶ μάλα περ κεχρημένος οὔτι δεχοίμην. (ῃερς. 153.) ἔνθα ὅρα τὸ αὐτίκα 2. 67 ἐμφαντικῶς ὑπὸ τοῦ Ὀδυσσέως ῥηθὲν εἰς δήλωσιν τοῦ, ὅτι πάρεστιν ὁ λαλούμενος Ὀδυσσεὺς καὶ χρὴ λοιπὸν αὐτίκα δηθῆναι τὸ εὐαγγέλιον. ἐπεὶ δὲ πτοεῖται ὑποπτευθῆναι, στρέφει μετ' ὀλίγα τὸν λόγον ἄλλως εἰς ἐπίκρυψιν τοῦ αὐτίκα καὶ λέγει, ὡς τοῦδε τοῦ ἐνιαυτοῦ ἐλεύσεται Ὀδυσσεύς. (ῃερς. 156.) Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. (ῃερς. 157.) πρόσκειται δὲ τὸ πενίῃ εἴκων πρὸς διαστολὴν ἑτέρων αἰτιῶν ἐπαινουμένων ἃ πείσοι ἄν τινα πρὸς ἀπάτην λαλεῖν, ὡς Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀπατᾷ λόγοις οἷα ἐχθρὸς, καὶ τὴν Πηνελόπην δὲ, ὡς ἂν ἑαυτὸν ἀναγκαίως ἐπικρύψῃ. ὁμοίως δὲ καὶ τοῦτον τὸν Εὔμαιον. (ῃερς.
80.1.2
) Ὅτι ἀλητεύειν καὶ ἀγείρειν ἐκπεπονημένος ὁ Μενέλαος παιδοτριβεῖν ἐθέλει ἐπὶ ὁμοίοις καὶ τὸν ἐξ Ἰθάκης νεανίαν. φησὶ γοῦν· εἰ δ' ἐθέλεις τρεφθῆναι ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος, ἐπὶ χρηματισμῷ δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. ὑποζεύξω δέ τοι ἵππους, ἄστεα δ' ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας αὕτως ἀποπέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, ἠὲ δύ' ἡμιόνους, ἠὲ χρύσειον ἄλεισον· καὶ αὐτὸς μὲν οὕτω παρατείνει τὸν καιρόν. ὁ δὲ Τηλέμαχος, ὡς καὶ προεῤῥέθη, ταχὺ ἀπελθεῖν ἵεται. Ὅρα δὲ τὸ τρεφθῆναι προτιμηθὲν τοῦ ταρπῆναι καὶ τοῦ τραπῆναι ἐπίτηδες διὰ τὸν τραχυφωνίας ὄγκον. οὕτω δὲ καὶ τὸ στρεφθεὶς καὶ βλαφθεὶς καὶ τὸ ἐδρύφθη καὶ τὸ ἐβρέχθη καὶ τὸ ἐθρέφθη, ἀγαπητὰ τοῖς κατὰ τὸν ποιητὴν μᾶλλον ἤ περ τὰ σύστοιχα τούτοις λεῖα ῥήματα. (ῃερς. 81.) Τὸ δὲ ὄφρα ἕπωμαι ἀπὸ κοινοῦ ἔχει χρεωστικῶς τὸ μένε, οἷον, ἀλλὰ μένε εἰσόκε δῶρα φέρω καλά. εἰ δ' ἐθέλεις μένε δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. καὶ ἔστι ταυτὰ τὸ εἰσόκε καὶ τὸ ὄφρα. διαφορὰ δὲ κἀνταῦθα τριπόδων καὶ λεβήτων, καὶ δοκοῦσι καὶ νῦν κρείττους οἱ τρίποδες, διὸ καὶ εὔχαλκοι κατ' ἐξαίρετον εἴρηνται. (ῃερς. 85.) ἐν δὲ τῷ, δύ' ἡμιόνους, δύο μὲν λέγει διὰ τὴν ξυνωρίδα. οὐ γὰρ ἐκελήτιζον οἱ ἥρωες τότε· ἡμιόνους δὲ, ἐπειδὴ φθάσας ἀπείπατο τοὺς ἵππους ὁ Τηλέμαχος διὰ τὸ μηδὲ ἱππήλατον εἶναι τὴν Ἰθάκην. ἐτυμολογία δὲ ἀλείσου ἐῤῥέθη μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ ῥητέον ὡς ἐν βραχεῖ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ γνώμην, ὅτι ἄλεισον ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον ἀκούει τις ὡς ἔξω λειότερον ὂν, πλεονάζοντος δηλαδὴ τοῦ ˉα. δύναται δὲ καὶ κατὰ στέρησιν τοῦ λείου εἶναι ὅτε ζωωτοῖς δαιδάλμασιν ἐμπέπαισται. ὡς δὲ τὸ αὐτὸ καὶ ἄλεισον καὶ δέπας λέγεται, δῆλον ἐκ τῶν Ὁμήρου, εἰπόντος· ἐν δ' οἶνον ἔχευε χρυσέῳ δέπαϊ· εἶτα περὶ τοῦ αὐτοῦ, τοὔνεκά σοι δώσω χρύσειον ἄλεισον, καὶ ἑξῆς, δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας. εἶεν δὲ ἂν ἴσως καὶ τὸ ἀμφικύπελλον καὶ τὸ σκύφος εἰς ἓν τοῖς τοιούτοις ἥκοντα πολυωνυμίας λόγῳ. καὶ περὶ μὲν ἀμφικυπέλλου τοῦ καὶ ἐν Ἰλιάδι ἑρμηνευθέντος μετ' ὀλίγα εἰρήσεται. νῦν δὲ περὶ σκύφους εἴτουν σκύφου τοῦ, καὶ αὐτοῦ ἐν τοῖς κατὰ τὸν Κύκλωπα ἐπ' ὀλίγον μνείας ἠξιωμένου γραπτέον ὅτι τε διγενὲς τὸ σκύφος ὡς προγέγραπται, καὶ ὅτι Ἡσίοδος ἐν μελαμποδίᾳ, ποιημάτιον δὲ αὕτη ἐκείνου, μετὰ τοῦ πˉι σκύπφον φησὶν, οἷον, πλήσας δ' ἀργύρεον σκύπφον φέρε, δῶκε δ' ἄνακτι. προφέρει δὲ ὁ δειπνοσοφιστὴς καὶ ἄλλας χρήσεις τοῦ διγενοῦς τούτου σκεύους. Εὐριπίδης· σκύφος τε μακρός. Σιμωνίδης· οὐατόεντα σκύφον. Ἴων· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. Ἐπίχαρμος· φέρ' ἐγχέας εἰς τὸ σκύφος. Φαίδιμος· σκύφος εὐρὺ μελιζώροιο ποτοῖ· ὃ σημειωτέον καὶ εἰς τὸ, ζωρότερόν τε κέραιε. τὸ δὲ παρ' Ὁμήρῳ, φησὶ, κείμενον Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δ' ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν· Ἀρίσταρχος δὲ, σκύφον ᾧπερ ἔπινε. λέγει δὲ καὶ ὡς Αἰσχύλος μὲν σεμνύνει τὸ σκεῦος ἐν τῷ, ποῦ χρυσότευκτα κἀργυρὰ σκυφώματα. οἱ δὲ κατ' Ἀσκληπιάδην λέγουσιν ὡς ποιμενικώτερον ἀγγεῖον ὁ σκύφος. εἰ δὲ προσεκτέον τοῖς φαμένοις ὡς ἐκ τοῦ κύφος γίνεται κύπελλον καὶ ἀμφικύπελλον κατὰ ἀντιστοιχίαν τὴν πολλαχοῦ φανεῖσαν, δοκεῖ καὶ τὸ σκύφος πλεονασμὸν σχεῖν τοῦ κατ' ἀρχὴν σίγμα. ὃ δὴ καὶ ἐπὶ ἄλλων γέγονε λέξεων. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι σκύφος ἀπὸ τοῦ σκαφίδος ἥ τίς ἐστι ξύλινον ἀγγεῖον στρογγύλον, γάλα καὶ ὀρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες τε τοῖς ἐνάμελγεν, εἰ μή πού, φασι, τὸ σκύφος ἔστιν ὡς οἷον σκύθος τις διὰ τοὺς Σκύθας οἳ περαιτέρω τοῦ δέοντος μεθύσκονται, ὅθεν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται καὶ τὸ μεθύσαι σκυθίσαι καὶ ἐπισκυθίσαι ἐλέγετο. καὶ δηλοῖ τὸ τοῦ θῆτα καὶ ˉφ συγγενὲς ἡ τοιαύτη ἐτυμολογία. λέγει δ' ὁ αὐτὸς σοφιστὴς καὶ ὅτι κατὰ μίμησιν τῶν ξυλίνων ὕστερον εἰργάσαντο κεραμεοῦς καὶ ἀργυροῦς σκύφους ἢ σκύθους. ὧν πρῶτοι καὶ κλέος ἔχοντες οἱ Βοιώτιοι, χρησαμένου τῷ γένει πρώτου Ἡρακλέος. διὸ καὶ Ἡρακλεωτικοὶ ἐλέγοντο, ἔχοντες διαφορὰν πρὸς ἄλλους τὸν ἐπικείμενον αὐτοῖς εἰς τὰ ὦτα δεσμὸν, ὃς ἐλέγετο Ἡράκλειος. χρῆσις δέ, φασι, τοῦ εἰρημένου σκύθου, τοῦ κατὰ τὸ σκεῦος δηλαδὴ, παρὰ Μηθυμναίοις. ὃς ἐκαλεῖτο λυρτὸς ὑπὸ Ἠπειρωτῶν. ἐσκώπτετο δὲ καί τις Λακεδαιμόνιος Δεοκυλλίδας ἐν τῷ καλεῖσθαι σκύθος, ἴσως ἀπὸ τῶν σκυθῶν. ἄνθρωπος ἐκεῖνος οὐδέν, φασιν, ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ' ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ ˉπ συνθετέον εἰς μνείαν καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ ˉπ καὶ ˉφ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον, 2. 93 ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν. (ῃερς. 97.) Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων, (ῃερς. 94.) καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ, ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετ' ὀλίγον δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται. (ῃερς. 92. σθθ.) Ἐν τούτοις δὲ καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατ' οἶκον γυναιξί. Θεόφραστος δὲ ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ μετεῖναι τῆς ἀνδρωνίτιδος. (ῃερς. 103.) Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται. (ῃερς. 120.) αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο. (ῃερς. 104.) Ἑλένη δὲ, εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλ' αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί. φωριαμοῖσι δὲ παρίστατο, ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕν' ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς ἔκκριτος δηλαδή. (ῃερς. 125.) ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ' Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. (ῃερς.
80.1.3
) ὑπ' Ἀρτέμιδι εὔξεται θάνατον, ταυτολογοῦσα συνήθως διὰ λύπην πολλὴν ἐν τῷ, ἢ ἔμ' εὐπλόκαμος βάλοι Ἄρτεμις. (ῃερς. 64.) Ἰστέον δὲ ὅτι κέλευθα ἠερόεντα ἢ τὰ πρὸς δύσιν καὶ Ἅιδην, ἢ καὶ ἁπλῶς τὰ περὶ ἀέρα. ἔνθα καὶ ὅρα ὡς καὶ τὴν δι' ἀέρος φορὰν κέλευθον εἶπεν. (ῃερς. 65.) Ἀψόῤῥοος δὲ Ὠκεανὸς ὁ κύκλῳ τῆς γῆς περινοστῶν καὶ ἂψ πάλιν ἐπὶ τὸ αὐτὸ ἱκνούμενος κατὰ τὸ, περιτελλομένων ἐνιαυτῶν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ἀψόῤῥοος, ὁ εἰς ἑαυτὸν ἀναλύων ἐν τῷ εἰλεῖσθαι κύκλῳ περὶ τὴν γῆν. τινὲς δὲ ἀψόῤῥοόν φασι τὸν ταχὺ ῥέοντα, ὡς οἷον αἰψόῤῥοον. (ῃερς. 79.) Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι δίο ταῦτα ἡ γυνὴ εὐξαμένη, θάνατον τὸν αὐτίκα ἢ ἀλλὰ ἁρπαγὴν τὴν ὑπὸ θυέλλης, καὶ διασκευάσασα τὴν εὐχὴν ἐν ἔπεσιν ὀκτωκαίδεκα, εἶτα συνάγουσα τὸ νόημα λέγει ἐπαναληπτικῶς ἐν στίχοις δυσὶν, ὡς ἐμὲ ἀϊστώσειαν θεοὶ, δι' ἁρπαγῆς δηλαδὴ, ἢ Ἄρτεμις βάλοι αἰφνιδίῳ ἀπαγοῦσα θανάτῳ. καὶ οὕτως ἐξ ἀνάγκης διττολογεῖ, μετατάξασα ἐνταῦθα, καὶ πρώτην μὲν θεμένη τὴν ἁρπαγὴν, εἶτα τὴν ἐξ Ἀρτέμιδος διαβολήν. (ῃερς. 66.) Ὅτι τὴν ἱστορίαν τῶν θυγατέρων τοῦ Πανδαρέου μερίσας ὁ ποιητὴς δυσὶ τόποις, ὃ καὶ ἐπὶ ἄλλων πολυτρόπως ποιεῖ, περὶ μὲν ἀηδόνος ἤδη δεδήλωκε θέμενος ἐκείνην ἐν παραβολῇ· ἄρτι δὲ καὶ περὶ τῶν λοιπῶν θυγατέρων ἱστορεῖ, ὡς ἐκεῖ προεσημάνθη. φησὶ γοῦν ἡ Πηνελόπη περὶ αὐτῶν οὕτως· ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι, εἴτουν Ἅρπυιαι ἀνηρείψαντο· αἷς τοκῆας μὲν ἀπήγαγε θεός· αἱ δὲ λίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δ' αὐτῇσι περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτὴν, μῆκος δ' ἔπορεν Ἄρτεμις ἁγνή· ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. ὅτε δὲ Ἀφροδίτη αὐταῖς ᾐτήσατο τέλος θαλεροῖο γάμοιο ἐκ Διὸς, ὃς εὖ οἶδεν ἅπαντα μοῖράν τ' ἀμμορίαν τ' ἀνθρώπων, τότε δὴ τὰς κούρας Ἅρπυιαι ἀνηρείψαντο, πρὸ γάμου δηλαδὴ, καὶ ἔδωκαν στυγερῇσιν Ἐριννύσιν ἀμφιπολεύειν, ὣς ἐμὲ ἀϊστώσειε θεός. (ῃερς. 80.) εἶτα ἵνα μὴ ἀδύνατα δοκῇ εὔξασθαι, εἰ καὶ εἰς παράδειγμα τὰς Πανδαρέου κόρας παρήγαγεν, ἐπανακάμπτει πάλιν εἰς τὴν ῥηθεῖσαν βολὴν τὴν ἐξ Ἀρτέμιδος, ὡς οἷα προτιμωμένη τὸν αἰφνίδιον θάνατον, οὗ περ Ἄρτεμις αἰτία δοκεῖ. καὶ εὔχεται οὕτω θανεῖν, (ῃερς. 81.) ὄφρα, φησὶν, Ὀδυσῆα ὀσσομένη, ἤγουν ἀνειδωλοποιουμένη καὶ μὴ ἐκλαθομένη αὐτοῦ, καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην, (ῃερς. 82.) μηδέ τι χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, τουτέστιν, ἵνα θάνοιμι ἔχουσα μνήμην τοῦ ἀρίστου ἀνδρὸς ἐγγεγραμμένην μοι ἀνεξάλειπτον εἰς ψυχήν. Πάνυ δὲ σεμνῶς εἴρηται τὸ, μὴ χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, ἀντὶ τοῦ, μὴ ἑτέρῳ μιγείην ἀνδρί. δῆλον δ' ὅτι ὁ τοιοῦτος χείρων Ὀδυσσεῖ ἀντιδιαστέλλεται τῷ ἀρείονι καὶ ἀρίστῳ. ὁ δὲ λόγος οἰκεῖος καί τινι αἱρουμένῳ θανεῖν ἤ περ δευτέρου τινὸς εὐεργέτου μετὰ τὸν πρῶτον τυχεῖν. (ῃερς. 66.) Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα παραβολὴ σχοινοτενῶς ἐσχημάτισται· μετὰ τρεισκαίδεκα γὰρ στίχους ἀποδέδοται. Μερόπη δὲ καὶ Κλαιοθήρα ἦσαν αἱ ἐνταῦθα τοῦ Πανδαρέου κοῦραι, ἃς οἱ μὲν βρεφόθεν ὀρφανισθῆναι φασὶν, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι, τυρῷ καὶ μέλιτι καὶ τοιούτοις τισὶ βρεφοκομεῖσθαι αὐτάς. ἕτεροι δὲ μὴ ὀρφανισθείσας οὕτως ἐκτραφῆναι φασὶν, ἀλλὰ πρὸ τῆς ὀρφανίας, οἷα φιλουμένας τῇ Ἀφροδίτῃ. δοκοῦσι δὲ, ὡς καὶ προεγράφη, οὐ φαῦλαι τινὲς εἶναι κορίσκαι, ἀλλὰ καὶ περικαλεῖς καὶ ὡς εἰπεῖν ἐπαφρόδιτοι, καὶ συνεταὶ δὲ, ὡς νῦν ὁ ποιητὴς λέγει, καὶ ἐργατικαὶ, ἤδη δὲ ἴσως καὶ δειναὶ προσενεχθῆναι καὶ οὐ προσηνεῖς. ἀποβῆναι δὲ δυστυχεῖς ἔς γε τὸ μακρόβιον ἢ καὶ εἰς τὸ κατὰ βίον περιφανὲς καὶ εὔδαιμον· διὸ μυθευθῆναι, ἁρπαγῆναι μὲν ἀέλλαις διὰ τὸ ὁπωσοῦν ἀφανὲς, Ἐριννύσι δὲ παραδοθῆναι ἀμφιπολεύειν· ἐξ οὗ δὴ ῥήματος αἱ ἀμφίπολοι, ὡς δὲ ἀγρίως εἶχον αἱ Ἐριννύες, καὶ ὡς στυγεραὶ ἦσαν ἤγουν στυγηταὶ ἢ στυγναὶ, καὶ ὡς οἱ περὶ αὐτὰς ἐριννυώδεις καὶ αὐτοὶ, δῆλον ἐκ τῶν μύθων· οἱ καὶ Ἥραν μὲν δότειραν οἴδασιν εἴδους καὶ πινυτότητος, (ῃερς. 70.) εἰ καὶ ἄλλως κοινότερον ἡ Ἀθηνᾶ τοῖς πινυτοῖς ἐπιστατεῖ· Ἄρτεμιν δὲ μεγέθους τοῦ κατὰ γυναῖκας· Ἀθηνᾶν δὲ ταῖς γυναικείαις ἐφιστᾶσι τέχναις, Ἀφροδίτην δὲ γάμοις, εἰ καὶ ἑτέρως Ἥρα γάμων ἐπιστατεῖν λέγεται. (ῃερς. 69.) Ἰστέον δὲ καὶ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας τὸ τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ κομίζεσθαι, οὐ μόνον βρεφοκομίαν παραδηλοῖ, ἀλλὰ καὶ τρυφῆς ἐστὶν οὗ ἔνδειξις. (ῃερς. 72.) Ἰστέον δὲ ὅτι καὶ τὸ δέδαε μέση λέξις ἐστί. καὶ νῦν μὲν ἀντὶ τοῦ ἐδίδαξε κεῖται, ὡς ταπολλὰ δὲ ἀντὶ τοῦ ἔμαθεν ἤτοι ἔγνω ἀπὸ μαθήσεως. οὕτω καὶ τὸ μανθάνειν μέσως ἔχει παρὰ τοῖς μεθ' Ὅμηρον, ὡς δηλοῖ τὸ, μανθάνει γράμματα παρὰ τοῖς σοφισταῖς. (ῃερς. 74.) Τέλος δὲ γάμου ἢ ὁ γάμος περιφραστικῶς ἢ ἡ τεκνοποιΐα. Θαλερὸν δὲ γάμον λέγει διὰ τὸ ἐκεῖθεν ἄρχεσθαι τοὺς ἀνθρώπους εἰς γενεὰν, ὧν ἑκάστῳ καὶ θάλος τὸ γεννηθὲν λογίζεται, ὡς τὸ, τοιόνδε θάλος χορὸν ἐσοιχνεῦσαν. (ῃερς. 76.) Ἐν δὲ τῷ, πάντα, ἤγουν μοῖραν ἀμμορίαν τε, μοῖραν φανερῶς τὴν εὐδαιμονίαν καὶ εὐτυχίαν φησίν· ἧς αἴτιος Ζεὺς ἐδόκει εἶναι ὁ καθ' εἱμαρμένην. ὁ δὲ τοιοῦτος Ὁμηρικὸς τόπος δοκεῖ ἀρχὴν ἐνδοῦναι τοῦ εἰς εἱμαρμένην ἀλληγορεῖσθαι τὸν Δία. (ῃερς. 77.) Τὸ δὲ, Ἅρπυιαι ἀνηρείψαντο, ταυτὸν, ὡς ἐῤῥέθη, τῷ, ἀνέλοντο θύελλαι, ὃ ἐν ἀρχῇ κεῖται τῆς παραβολῆς. (ῃερς. 78.) Τὸ δὲ ἀμφιπολεύειν οὐκ ἐξ ἀνάγκης δουλική ἐστι λέξις. τί γὰρ σεμνὸν ταῖς θεοφιλέσι κόραις τὸ δούλαις γενέσθαι; ἀλλ' ἁπλῶς τὸ συμπεριοδεύειν δηλοῖ. (ῃερς. 74.) Ἡ δὲ πρὸ γάμου ἁρπαγὴ τῶν νεανίδων, καθ' ἣν Ἀφροδίτη μὲν γάμον αὐταῖς ᾐτεῖτο, Ἅρπυιαι δὲ αὐτὰς ἀνείλοντο, χρήσιμος καὶ εἰς γάμου ψόγον, ὡς κρεῖττον δῆθεν λογισθὲν, Ἁρπυίαις ἀπαχθῆναι αὐτὰς ἤ περ γάμῳ ἐνδεθῆναι. ἄλλως δέ γε τὸ Ἁρπυίαις ἀνερειφθῆναι καὶ Ἐριννύσι δοθῆναι ἀμφιπολεύειν κόραι ἂν πάθοιεν ἔκτοποι πατρίδος γενόμεναι καὶ δειναῖς περιτυχοῦσαι τροφοῖς ἢ δεσποίναις. (ῃερς. 81.) Γαῖα δὲ στυγερὴ ἡ κατὰ τὸν Ἅιδην. ἡ γὰρ ἄνω φίλη μήτηρ, καὶ διατοῦτο Δήμητρος τόπος. καὶ ἄλλως δὲ ὁ τάφος εἴη ἂν γαῖα στυγερή. ὡς καὶἘριννύες στυγεραί. (ῃερς. 83.) Ὅτι ὁ μὴ μόνον ἐν ἡμέρᾳ ἔμφροντις ὢν ἀλλὰ καὶ νύκτωρ δειματούμενος εἴποι ἂν τὸ, ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχειν κακὸν ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, νύκτας δ' ὕπνος ἔχησιν. (ῃερς. 85.) ὁ γὰρ, τουτέστιν ὁ ὕπνος, ἐπέλησεν ἁπάντων ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψει. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευε κακὰ δαίμων. Τὸ δὲ περὶ ὕπνου ἐνταῦθα γνωμικῶς ἐῤῥέθη, ὃς λήθην ἐπάγει οὐ μόνον κακῶν, οἷα μελεδήματα λύων, ἀλλὰ καὶ ἀγαθῶν. ἐντεῦθεν οὖν καὶ λητὼ ἡ νὺξ, καθ' ἣν μάλιστα ὕπνου καιρός. (ῃερς. 86.) Τὸ δὲ ἀμφικαλύψει ὡς ἀπὸ δικτύων μετήνεκται, ἃ καταπετασθέντα ὀρνίθων καλύπτει αὐτὰ ἔσω. (ῃερς. 88.) Ὅτι ὅραμα κἀνταῦθα ἡ Πηνελόπη καθ' ἑαυτὴν ἀφελῶς ἀφηγουμένη φησιν· ὡς τῇδέ μοι νυκτὶ Ὀδυσσεὺς παρέδραθεν ἴκελος αὐτῷ, τοῖος ἐὼν, οἷος ᾖεν, τουτέστιν ἤϊεν ἤτοι ἀπῄει, ἅμα στρατῷ. αὐτὰρ ἐμὸν κῆρ χαῖρεν, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ· περὶ ὧν προείρηται. (ῃερς. 91.) ὣς ἔφατο· αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς· ὃ δὴ ἀποτελεῖσθαι ὡς ταπολλὰ δηλοῖ τὰ πρὸς ὄρθρον ὀνειροπολούμενα. (ῃερς. 88.) Ἰστέον δὲ ὡς, εἰ καὶ σαφὲς ἦν τὸ, ἴκελος αὐτῷ, ἀλλ' εἰς πλέον διασαφεῖται δι' τοῦ, τοῖος ἐὼν οἷος ἀπῄει ἐς στρατόν. πολλαὶ γὰρ ἀνθρώπου πρὸς ἑαυτὸν διαφοραὶ ἄλλοτε ἄλλαι, γυμνουμένου, ἐνδεδυμένου, ὡπλισμένου, ἀόπλου, λυπουμένου, χαίροντος, σιγῶντος, λαλοῦντος, νοσοῦντος, εὐρωστοῦντος, αὐξομένου, ἀκμάζοντος, φθίνοντος, καὶ τἄλλα μυρία ὅσα. τὸ τοίνυν ὅραμα ἴκελον Ὀδυσσεῖ ἄγει φάντασμα οὐ δαινυμένῳ, οὐκ ἀγορεύοντι, ἀλλὰ στρατευομένῳ καὶ ἀκμαίῳ καὶ μὴ ὠμογέροντι, ὁποῖος ἄρτι ἐστιν. Ὅρα δὲ καὶ ὡς πάνυ ἀστείως παρεσημειώθη ἐνταῦθα τὸ, ἴκελος αὐτῷ, ἵνα δειχθῇ, ὡς ὁ ξεῖνος οὐ δοκεῖ τῇ Πηνελόπῃ ἴκελος ἐκείνῳ εἶναι, οἷα μηδὲ γνωρισθείς. Ὅρα δὲ ὡς τοῦ πράγματος ἤδη ἐκβαίνοντος συχνὰ τὰ ἐπ' αὐτῷ σημεῖα πλάττονται, ὡς εἰκὸς, γίνεσθαι. (ῃερς. 92.) Ὅτι εὐλαβὴς ἀεὶ ἐν τοῖς καιρίοις ὁ ἀγχίνους. διὸ καὶ Ὀδυσσεὺς ἀφυπνισθεὶς πρὸς ἡμέραν καὶ κλαιούσης τῆς γυναικὸς ὄπα συνθέμενος μερμήριζε, (ῃερς. 93.) δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη ἐκ τῆς μαίας ἢ τοῦ υἱοῦ τυχὸν γινώσκουσα παριστάμεναι κεφαλῇφιν. οἴεται γὰρ ἴσως καὶ τὸ δάκρυον ἐφ' ἡδονῆς εἶναι ἄρτι τῇ γυναικί. διὸ χλαῖναν μὲν συνελὼν καὶ κώεα τοῖσιν ἐνεῦδεν ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, τουτέστιν ἐξέθηκε θύραζε, ἢ ἐκφέρων ἔθηκε θύραζε. (ῃερς. 95.) Τὸ δὲ συνελὼν ἀντὶ τοῦ συνάξας, συνειλήσας· καὶ κεῖται ἡ λέξις καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀμφοτέρας ὀφρῦς σύνελε λίθος. ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ, συνελόντα φάναι, παρὰ τοῖς ὕστερον, καὶ τὰ παρὰ τοῖς γραμματικοῖς συνῃρημένα, καὶ ἡ συναίρεσις, δι' ἧς αἱ λέξεις ἐκ πλατυτέρων καὶ ἀναπεπταμένων συνάγονται εἰς βραχύτερον. Τὸ δὲ, οἷς ἐνεῦδε, διασαφητικὸν τῶν ἐνευναίων ἤγουν ἐγκοιτίων ἐστί. δῆλον γὰρ ὅτι ἐνεύναιον, ᾧ ἐνεύδει τις ἤτοι ἐγκοιμᾶται. (ῃερς. 98.) Ὅτι παραρτύει κἀνταῦθα Ὅμηρος πολυμαθείας χάριν τὸν λόγον, οἷς περὶ μαντικῶν σημείων καιρίως ἐρεῖ, οὕτως ἀρέσαν αὐτῷ. πλάττει οὖν τὸν Ὀδυσσέα πιθανῶς κατ' ἐπιθυμίαν τοῦ μαθεῖν τὸ μέλλον εὐχόμενον οὕτω, καὶ δὴ καὶ εἰσακουόμενον διὰ τὸ δίκαιον τῆς εὐχῆς· Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἤγετ' ἐμὴν ἐς γαῖαν ἐπεί μ' ἐκακώσατε λίην, φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω. καὶ ὁ μὲν οὕτως εὔξατο. Ζεὺς δὲ, τουτέστιν ἀὴρ, αὐτίκα ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου ὑψόθεν ἐκ νεφέων, γήθησε δὲ δῖος Ὀδυσσεύς. φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον· ἔνθ' ἄρα οἱ μύλαι εἴατο ποιμένι λαῶν, ἐν αἷς δώδεκα πᾶσαι ἐπεῤῥώοντο γυναῖκες, ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. (ῃερς.

Intertext edge

Open linked passage

Note