Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1.1
) τὸ δὲ σκύλακος δοκεῖ καθ' ὑποκορισμὸν ἐσχηματίσθαι ὁμοίως τῷ, λίθακι ποτὶ πέτρῃ. ἀφῄρηται δὲ τοῦ ἑνὸς ˉλ, ὡς τῶν δύο τῇ Σκύλλῃ προσνενομημένων. Νεογιλὸν δὲ τὸ νεωστὶ γινόμενον. διὸ ἐτυμολογικῶς ἐῤῥέθη τὸ, φωνὴ ὅση σκύλακος νεογιλῆς γίνεται, ὅθεν καὶ ἐκτείνει τὴν παραλήγουσαν τὸ νεογιλῆς, ὁμοίως τῇ ἀρχούσῃ τοῦ γίνεσθαι. δῆλον δὲ ὅτι τε ἐκ τοῦ γίνω προϋπάρχει ἄῤῥητον ὄνομα τὸ νεογινὸν, ἐξ οὗ συγκέκοπται τὸ νεογνὸν, καὶ ὅτι τροπὴν ἔχει τοῦ ˉν εἰς ˉλ, καὶ τὸ πνεύμων πλεύμων, καὶ τὸ νίτρον λίτρον, ἀφ' οὗ καὶ ψευδόλιτρος κονία παρὰ τῷ κωμικῷ. ἔτι δὲ καὶ ἄϊκνον εἰς ὅ τις λίαν ἱκνεῖται, καὶ ἄϊκλον, ὧν τὸ μὲν ἄϊκνον συναιρεθὲν αἶκνον γίνεται, τὸ δὲ ἄϊκλον παρονομάζει τὰ καλούμενα ἐπάϊκλα. τραγήματα δέ τινα δείπνου ἦσαν ἐκεῖνα κατὰ τὴν παρὰ τῷ Ἀθηναίῳ ἱστορίαν, ἃ καὶ ματτύη φησὶν ἐκαλεῖτο, θηλυκῷ δηλαδὴ γένει, εἰσφορά τις οὖσα χηνῶν καὶ τρυγόνων καὶ λοιπῶν. ἦν δὲ ὡς εἰκὸς ἡ ἀναλογία τοῦ ἐπάϊκλα κατὰ τὰ ἐπιδόρπια τὰ παρὰ τοῖς βαρβαρωτέροις ἀναδείπνια καλούμενα. Δωριέων δέ φασι δοκεῖ γλώσσης εἶναι τὸ ἄϊκλον. (ῃερς. 87.) Τὸ δὲ πέλωρ κακὸν ἀστείως ἀντίκειται πρὸς τὸ, σκύλακος νεογιλῆς. σπουδαῖον οὖν ἀντίθετον εἰπεῖν ὅτι τῇ Σκύλλῃ φωνὴ μὲν σκύλακος ὀλίγης, αὐτὴ δὲ μέγα κακόν. ἔστι δὲ τὸ φωνὴ μὲν ὅση σκύλακος καὶ τὸ ἑξῆς οἰκεῖον ποτὲ πρὸς τοὺς ἁπαλὰ μὲν ὑπολαλοῦντας, κακὰ δὲ ἐνεργοῦντας, ἁρμόσει δέ ποτε καὶ προσώπῳ λεπτοφώνῳ μὲν, κακούργῳ δέ. Ἰστέον δὲ καὶ ὡς κατὰ τοὺς παλαιοὺς Ὁμήρου εἰπόντος τὸ, ὅση φωνὴ σκύλακος προσέπλασαν τῇ Σκύλλῃ καὶ κυνῶν κεφαλὰς οἱ νεώτεροι. πιθανώτερον δέ φασι, δρακόντων νοεῖν κεφαλάς. (ῃερς. 89.) εἰπὼν γὰρ πόδας αὐτὴν ἔχειν δώδεκα, ἓξ δὲ δειρὰς, ἐν δὲ ἑκάστῃ κεφαλὴν, ἐπάγει· ἐν δὲ τρίστοιχοι ὀδόντες. δρακόντων δὲ οὐ μὴν κυνῶν ἡ τῶν ὀδόντων τριστοιχία. ἔστι δέ που καὶ ἑτέρων, οἷον μεγίστων κητῶν. (ῃερς. 88.) Τὸ δὲ οὐδ' εἰ θεὸς ἀντιάσειεν ὑπερβολή ἐστι πρὸς ἐκφόβησιν Ὀδυσσέως, εἰωθότος τοῦ ποιητοῦ παραλαμβάνειν ἔστιν ὅτε καί τι θεῖον πρόσωπον ἐν ταῖς ὑπερβολαῖς, οἷον, ἔνθα καὶ ἀθάνατος ἐπελθὼν θηήσαιτο, καὶ, οὐδ' ἂν Ἄρης ὀνόσαιτο μετελθὼν, καὶ, οὐκ ἄν σε ῥύσαιτο κακοῦ οὐδ' Ἐνοσίχθων, καὶ, οἵ τε μάλιστα νῆα διαῤῥαίσουσι θεῶν ἀέκητι ἀνάκτων. πιθανολογεῖ δὲ ὁ ποιητὴς ἐν τῷ, οὐδ' εἰ θεὸς ἀντιάσειε τὴν τῶν ἑταίρων τοῦ Ὀδυσσέως ἀπώλειαν ὑπὸ τῆς Σκύλλης, ὡς μὴ δυνατὸν ὂν μηχανῇ τινὶ περισωθῆναι αὐτούς. ὑπόκειται μὲν γὰρ μὴ εἶναι πλοῦν ἑτέρωθέν ποθεν. ὁμοίως δὲ ὑποτέθειται καὶ ἡ Σκύλλα κακὸν ἀκαταπολέμητον διὰ τὸ πάντῃ πάντως ἄφυκτον. ἐν ὑψίστῳ τε γὰρ σπηλαίῳ οἰκεῖ καὶ οἵῳ μὴ βέλος ἐκεῖ ἀφικνεῖσθαι, καὶ οὐδὲ θνήσκειν οἶδε, καὶ οὐ μόνον ἀνθρώπῳ ἀλλὰ καὶ θεῷ ἂν εἶναι δυσπρόσιτος. οὐ τεθνηξομένῳ μὲν ὑπ' αὐτῆς, οὐ γηθήσοντι δὲ ὅμως εἴ περ ἴδοι αὐτὴν τὸ πέλωρ κακὸν, καὶ ὅσα ἄλλα καταλαλεῖ αὐτῆς μετ' ὀλίγα ὁ ποιητής. (ῃερς. 89.) Πόδες δὲ ἄωροι κατὰ τοὺς παλαιοὺς ἢ λεπτοὶ ἢ παραιωρούμενοι καὶ ἀσθενεῖς, ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν ὠρήσηται, ὅ ἐστι φυλάξηται διὰ τὴν ἐν αὐτοῖς δεινότητα. ὠρεῖν γάρ φασι τὸ φυλάσσειν. ὅθεν καὶ ὁ πυλωρὸς, καὶ δυσωρεῖν ἐν Ἰλιάδι τὸ δυσχερῶς φυλάσσειν. ἔνιοι δέ, φασι, δασέως ἀναγινώσκουσιν, ἵνα εἶεν ἄωροι οἱ ὠμοὶ καὶ σκληροὶ καὶ ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπόνων ἤτοι πεπείρων καρπῶν. ἔνθα ὅρα τὸ, δασέως ἀναγινώσκουσιν, ὡς τοῦ ˉω μεγάλου ἐνταῦθα ἐν μὲν ταῖς ἄλλαις ἑρμηνείαις ψιλουμένου, ἐν δὲ τῇ ῥηθείσῃ δασυνομένου διὰ τὴν ὥραν, ἣ δηλοῖ τὸν καιρόν. ὅτι δὲ οἱ παλαιοὶ καὶ ἐν μέσῳ λέξεων ἐπνευμάτιζον τὰ φωνήεντα, καὶ ἡ Ἰλιὰς δηλοῖ. ἄλλοι δὲ ἀώρους τούτους πόδας εἶπον, ὧν πολλὴ φροντὶς κατ' ἐπίτασιν τοῦ ˉα. εἰσὶ δὲ οἳ τοὺς ἐμπροσθίους πόδας ἀώρους φασὶ, φέροντες καὶ χρῆσιν τοῦ κωμικοῦ, εἰπόντος· οὐ τοὺς ἀώρους εἶπας πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους; δοκεῖ δέ τισιν, ὡς καὶ Ἀριστάρχῳ ἀώρους εἰρῆσθαι καὶ τοὺς πλεκτανώδεις, καὶ διατοῦτο κωλῆν μὴ ἔχοντας. ὥρα γὰρ ἢ ὠρὴ ὀξυτόνως ἡ κωλῆ κατὰ Ἴωνας. εἰσὶ δὲ οἳ τὸ ἄωροι ταυτὸν εἶπον εἶναι τῷ ἀόριστοι διὰ μέγεθος, ἤγουν μεγάλοι, ἐκτάσει τοῦ ˉο εἰς ˉω. Ἀπολλώ 2. 15 νιος δέ, φασιν, ὁ Ῥόδιος, ἀώρους τοὺς συνεσταλμένους νοεῖ. ἄμεινον δέ, φασιν, ἀποδιδόναι ἀώρους, 2. 15 ὡς καὶ προεῤῥέθη, τοὺς χαλεποὺς καὶ δυσφυλάκτους, ἢ τοὺς ἀκινήτους καὶ δυσορμήτους καὶ μὴ ὀρούειν δυναμένους, ἐκταθέντος δηλαδὴ τοῦ ˉο εἰς ˉωˉ. οὐ γὰρ χρῆται, φασὶν, αὐτοῖς ἡ Σκύλλα πρὸς πορείαν· δεδυκέναι γὰρ κατὰ τοῦ σπηλαίου δοκεῖ. καὶ αὐτὴ μὲν κατὰ τὰ ὄστρεια προσέχεσθαι τῷ σπηλαίῳ, ἔχειν δὲ τὸ πᾶν τῆς ἰσχύος ἐν μόναις ταῖς δειραῖς. ὅθεν οὔτε διώκει τοὺς παραπλέοντας. καὶ οὐδὲ τῷ Ὀδυσσεῖ γενομένῳ ὕστερον μεταξὺ τοῦ πορθμοῦ πρὸς τῇ Χαρύβδει πλησίον τοῦ κατ' αὐτὴν σπηλαίου ἐπῆλθεν, οἷα προσπεφυκυῖα. μόνας δὲ τὰς ἓξ κεφαλὰς ἔξω τοῦ βερέθρου ἴσχουσα. ὅτι δὲ περιμήκεες αἱ δειραὶ τῇ Σκύλλῃ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 91.) Σμερδνὰς δὲ αὐτῇ τὰς κεφαλὰς εἶναι, οὐδὲν ἀπεικός. ἧς καὶ τὸ κατὰ νεογιλὴν σκύλακα ὕλαγμα δεινὸν ἦν. (ῃερς. 92.) Τὸ δὲ πυκνοὶ καὶ θαμέες ἐκ παραλλήλου μὲν τὴν αὐτὴν σημασίαν ἔχουσι, δηλοῦσι δὲ πύκνωσιν τήν τε καθ' ἕνα ἕκαστον ὀδόντα, καὶ μάλιστα τὴν κατὰ τοὺς στοίχους τοὺς τρεῖς. νοητέον δὲ ἀναλόγως καὶ καρχαρόδοντα τὴν Σκύλλαν εἶναι. Τὸ δὲ πλεῖοι μέλανος θανάτοιο ἀστείως ἔφη, ὡς εἴ περ εἶπεν ἰοῦ πλήρεις. λέγοιτο δ' ἂν καὶ ὁ διαβολεὺς τοιούτους ὀδόντας ἔχειν. (ῃερς. 94.) Τὸ δὲ ἔξω δ' ἐξίσχει κεφαλὰς γράφεται καὶ ἔξω δ' ἓξ ἴσχει κεφαλάς. καὶ ἔχει τι τοῦτο καὶ κάλλους. Τὸ δὲ βέρεθρον κοινῶς μὲν βάραθρον, κατὰ Μακεδόνας δέ, φασι, καὶ ζέρεθρον λέγεται. τροπὴν δὲ τὸ βέρεθρον ἔχει ἐκ τοῦ βαράθρου, ὁποίαν καὶ τὸ πένθος ἐκ τοῦ πάθους. (ῃερς. 95.) Τὸ δὲ ἰχθυάᾳ καταχρηστικῶς ἔφη ἀντὶ τοῦ ἁλιεύει. οὐ γὰρ ἰχθύες οἱ δελφῖνες καὶ οἱ κύνες, ἀλλὰ κήτη, ὡς καὶ ὁ ποιητής φησιν. ὁποῖα καὶ ἄλλα ἡ Σκύλλα αἱρεῖ. καὶ χρὴ ἔχειν καὶ τοῦτο εἰς συγκρότησιν τοῦ, νέκταρ ἐνῳνοχόει. τοιοῦτον δέ τι σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλωθεῖσι καὶ παρὰ Ὀππιανῷ τὸ, δινωτὸς κύβος μολίβου. κατὰ παράχρησιν γὰρ καὶ τοῦτο. ἐπεί τοι ἄλλως εἰ τετράγωνος κύβος, πῶς δινωτὸς ἤτοι τορευτός; καὶ αὖ πάλιν εἰ δινωτὸς, πῶς κύβος; Ἰστέον δὲ ὅτι τὸ, αὐτοῦ ἰχθυάᾳ οἰκείως, φασὶ, πλάττεται τοῖς περὶ τὸ Σκύλλαιον συμβαίνουσιν, ἔνθα οἱ θύννοι ἀγεληδὸν φερόμενοι καὶ τῆς Σικελίας ἁψάμενοι περιπίπτουσι τοῖς κητώδεσι, καὶ πιαίνουσι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας, φασὶ, καὶ κύνας καλοῦσι. τὴν δὲ θήραν τῶν τοιούτων γαλεωτῶν ὁ γεωγράφος ἱστορεῖ ὅπως γίνεται. (ῃερς. 96.) Τὸ δὲ καὶ εἴ ποθι μεῖζον ἕλῃσι, τὴν πολλὴν ἰσχὺν τῆς Σκύλλης ἐμφαίνει, ὡς καὶ τῶν μεγάλων κητῶν περιγινομένης, καὶ μὴ μόνων δελφίνων ἢ κυνῶν οἷς καὶ αὐτοῖς πολλάκις βριθὺ τὸ μέγεθος. Ὡς δὲ μυρία κήτη βόσκει ἡ ἐκεῖ θάλασσα, μεμαρτύρηται. (ῃερς. 97.) Καιριώτερον δὲ τὸ βόσκειν ἐνταῦθα, ἤ περ ὅτε Ἀλκίνοος ἔφη ὡς πολλοὺς βόσκει γαῖα πολυσπερέας ἀνθρώπους. Ὅτι δὲ βοσκήματα πόντου τὰ ἐν αὐτῷ ζῷα, δεδήλωται. δῆλον δὲ καὶ ὅτι ἡ τῶν μνίων καὶ φυκίων καὶ βρύων τῶν κατὰ θάλασσαν νομὴ, βόσκει τὰ νεμόμενα. ἴσως δὲ καὶ ἑτέρων τινῶν φυτῶν ὡς εἰκὸς θαλαττίων. θύννοι γὰρ ἱστοροῦνται ἐπέκεινα Σικελίας βαλανηφαγεῖν ἀπὸ δρυαρίων φυομένων κατὰ θάλασσαν. Ὅτι δὲ τὸ βόσκειν καὶ περισπωμένως προφέρεται, δῆλον μὲν καὶ ἐκ τῶν ὡς ἐῤῥέθη βοσκημάτων. καὶ ἐξ αὐτοῦ δὲ Ὁμήρου εἰπόντος ἐν τοῖς ἑξῆς τὸ, βοσκήσεις γαστέρα. οὕτω καὶ Ἡσίοδος οἶδε τὸ διδασκῶ διδασκήσω περισπωμένως. καὶ οὕτω θεραπεύεται ῥηματικὴ ἀναλογία. ἐπεὶ γὰρ ὅσα βαρύτονα ῥήματα εἰς τὴν σκῶ συλλαβὴν λήγουσιν, οὐ δύνανται κλιθῆναι μετὰ τοῦ σίγμα εἰς μέλλοντα, περισπῶνται τινὰ ἐξ αὐτῶν διὰ κλίσιν ἀκώλυτον. Ἀγάστονος δὲ Ἀμφιτρίτη ἢ ἡ πολύκτυπος· στένειν γὰρ λέγεται καὶ πόντος ἀντὶ τοῦ ἠχεῖν· ἢ ἡ τοῖς ναυαγοῦσιν αἰτία στόνων πολλῶν. (ῃερς. 98.) Ναῦται δὲ ἀκήριοι οἱ ἀβλαβεῖς καὶ μὴ παθόντες κῆρα τινά. τὸ μέντοι ἀκήριον αἶψα τίθησιν ἐν Ἰλιάδι, ταυτόν ἐστι τῷ νεκρόν. ἀκήριος γὰρ ἐκεῖ ὁ ἄψυχος. (ῃερς. 99.) Ἐν δὲ τῷ, κρατὶ ἑκάστῳ, καινογενές τι ἐμφαίνεται, εἴτε ὁ κρὰς εἴποι τις κατὰ γένος ἀρσενικὸν, εἴτε ἡ ἕκαστος κράς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ, σῷ κράατι τίσεις. ἢ γὰρ ἡ σὸς κρὰς ἔστιν εἰπεῖν καὶ ἐκεῖ, ἢ ὁ κρὰς ὁ σός. ἀμφότερα δὲ καινόφωνα. ἐνταῦθα δὲ καὶ ἕτερόν τί ἐστιν ἄπορον. πῶς γὰρ τὸ κράατι ἐκεῖνο οὐ προπερισπᾷ τὴν ἐνταῦθα συναίρεσιν; ἵνα ᾖ κρᾶτι προπερισπωμένως ὁμοίως τῷ, κέαρι κῆρι καὶ ἔαρι ἦρι. καὶ τούτου μὲν ζητητέον λύσιν. τῷ τέως δὲ ἰστέον καὶ ὅτι ἀκολούθως Ὁμήρῳ καὶ ὁ κωμικὸς λέγει τὸ, ἀμφὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων. καὶ ὅτι δοκεῖ τὸ τοιοῦτον κατὰ γένος εἰρῆσθαι οὐδέτερον, ὡς ἐμφαίνει Πίνδαρος ἐν Ἰσθμιονίκαις, εἰπών· τρία κρᾶτα ἤτοι κράατα. (ῃερς. 100.) Τὸ δὲ νεὼς κυανοπρώροιο οὐδεὶς ἂν εἴποι μὴ Ἀττικῶς εἰρῆσθαι. τὰ γὰρ κοινότερα ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς γρηός. Ἰω 2. 16 νικὸν δὲ πάντως τὸ νηὸς καὶ γρηός. τὰ πλείω δὲ τῶν παλαιῶν ἀντιγράφων καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις διὰ τοῦ ˉο μικροῦ ἔχουσι τὴν λήγουσαν τῆς νεός. (ῃερς. 103.) ὁ δὲ ἐρινεὸς εὐφυῶς ὑπὸ τοῦ ποιητοῦ πέπλασται διὰ τὸ πιθανόν. εἴωθε γὰρ εἰκῇ ὅποι ποτὲ τύχῃ αὐτοφυῶς καὶ οὐκ ἀπὸ χειρομαχίας τὸ τοιοῦτον φυτὸν γίνεσθαι, ὡς καὶ ἐνταῦθα κατὰ τὸ εἰκὸς, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἐπιθανολόγησεν ὁ ποιητὴς, εἴ περ ἄλλο τι φυτὸν παραπεφυκέναι τῇ Χαρύβδει ἐπλάσατο. μέγας δὲ πλάττεται ὁ τοιοῦτος ἐρινεὸς, ὡς ἂν δύναιτο ἀνέχειν τὸν ἥρωα. οὗ χάριν καὶ πέπλασται, ἵνα σωθῇ ἀποκρεμασθεὶς αὐτοῦ. Φύλλοις δὲ τέθηλεν, ἵνα μὴ ἀπεξηραμμένος ὢν ἀνωφελὴς τῷ Ὀδυσσεῖ κατά τινα συκίνην ἐπικουρίαν γένηται, καὶ ἅμα, ἵνα καὶ βαρυνόμενος τοῖς φύλλοις ἕτοιμος εἴη τῷ Ὀδυσσεῖ πρὸς ἀντίληψιν μέγας τε ὢν καὶ δασὺς καὶ οὕτω βαρὺς καὶ κάτω ῥέπων εἰς θάλασσαν. δηλοῖ δὲ καὶ μὴ δὲ βαθὺν χειμῶνα εἶναι τὴν ὥραν εἰ φύλλοις ἔτι τέθηλεν ὁ ἐρινεὸς, καθὰ καὶ ὁ πτόρθος ἐν τοῖς πρὸ τούτων, ὃς ἐν Φαιακίᾳ χρήσιμος τῷ Ὀδυσσεῖ γέγονε. (ῃερς. 104.) Περὶ δὲ Χαρύβδεως τοιαῦτα τινὰ ἱστόρηται. Μεσσήνη ἐν τῷ κατὰ Σικελίαν κόλπῳ τῆς Πελωρίδος πόλις μεγάλη, κτίσμα Πελοποννησίων Μεσσηνίων, ἥ ποτε καλουμένη Ζάγκλη, δι' ἣν ἔχει σκολιότητα. ζάγκλιον γὰρ παρὰ τοῖς ἐκεῖ τὸ σκολιόν. ὅθεν καὶ ζάγκλον τὸ δρέπανον. ἐνταῦθα μικρὸν πρὸ τῆς πόλεως ἡ Χάρυβδις δείκνυται ἐν τῷ πόρῳ βάθος ἐξαίσιον, εἰς ὃ αἱ τοῦ πορθμοῦ παλίῤῥοιαι μετὰ συστροφῆς καὶ δίνης μεγάλης ἐκτραχηλίζουσαι τὰ σκάφη κατάγουσιν. οἱ δὲ τοῦτο ἱστοροῦντες προσιστοροῦσι καὶ ὡς τὸ, (ῃερς. 105.) τρὶς μὲν ἀνίησιν ἐπ' ἤματι, τρὶς δὲ ἀναροιβδεῖ, δὶς ὀφείλει γράφεσθαι διὰ τὸ καὶ τὴν κατὰ τὸν Σικελικὸν πορθμὸν παλίῤῥοιαν, ἀφ' ἧς ἐπλάσθη καὶ τὰ κατὰ Χάρυβδιν, δὶς ἑκάστης ἡμέρας γίνεσθαι, ὡς ἡ περὶ τὸν Χαλκιδικὸν Εὔρυπον ἑπτάκις καθ' ἡμέραν ἑκάστην γίνεται. παρὰ δέ γε τῷ ποιητῇ τρὶς γέγραπται, ἢ ἁμαρτήματός, φασιν, ὡς εἰκὸς γραφικοῦ γενομένου, ἢ τῆς Κίρκης πρὸς τὸ ἐκφοβῆσαι χρησαμένης, ὡς εἰς ὑπερβολὴν, τῷ τοιούτῳ ἀριθμῷ, καθὸ καί τινας τρισμακαρίους καὶ τρισαθλίους φαμέν. τὸ μέντοι τὴν Χάρυβδιν ἐς τὸ παντελὲς ἀναπίνεσθαι, ὡς καὶ τὴν ἄμμον ἢ τὰς ὑποκρήμνους πέτρας φαίνεσθαι εἶτ' αὖθις πάλιν ἀνιέναι, οὐδεὶς ἱστόρησεν ἀληθὲς εἶναι. πλασθῆναι δὲ ἄλλως αὐτὸ ὑποτοπάζεται, ἀπὸ ἀμπώτεων γινομένων ἀλλαχοῦ. φησὶν οὖν καὶ ὁ γεωγράφος ὅτι ἀπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημυρίδων, ἃς ὁ Ὠκεανὸς πάσχει, τὴν Χάρυβδιν ὁ ποιητὴς ἐμυθεύσατο, οὐ παντάπασι πλάσας, ἀλλ' ἀπὸ τῶν ἱστορουμένων ἐκεῖ διασκευάσας καὶ τὰ κατὰ πορθμὸν, ἐν ᾧ δὶς καθ' ἑκάστην ἡμέραν καὶ νύκτα παλίῤῥοια γίνεται, εἰ καὶ ἡ Κίρκη τραγῳδίας καὶ φόβου χάριν τρὶς ταύτην εἶπε γίνεσθαι. ὁ δ' αὐτὸς λέγει καὶ μεταξὺ Ἀπαμείας τῆς Συριακῆς καὶ Ἀντιοχείας χάσμα τι Χάρυβδιν λέγεσθαι, εἰς ὃ καταδὺς Ὀρόντης πάλιν ἀνατέλλει ἑτέρωθι. περιᾴδεται δὲ καὶ Λυκιακή τις ἔτι καὶ νῦν Χάρυβδις. ὅτι δὲ τὸ κατὰ τὴν Χάρυβδιν πλάσμα τοῦ ποιητοῦ ἄμπωτιν καὶ ταύτην ὑποβάλλει νοεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Ἰστέον δὲ καὶ ὅτι ὁ Κίλιξ ποιητὴς τοπογραφῶν τε ἅμα ἐν παραβολῇ καὶ μυθικῶς αἰτιολογῶν τὸ κατὰ τὴν Χάρυβδιν Ἰονίου τε καὶ Τυρσηνικοῦ πόντου μέσην κεῖσθαι αὐτὴν ἱστορεῖ, ὡς καὶ τῶν κατὰ τὸν Σικελικὸν πορθμὸν οὕτω κειμένων, ἃ δὴ ἀποῤῥῶγα πορθμοῦ λέγει ἐκεῖνος. καὶ πνεύματι δὲ ὑπογαίῳ τυφωνικῷ αὐτήν φησιν ἀνακυκᾶσθαι, κατά τινα δῆθεν ὁμοιότητα τοῦ ἐν Σικελίᾳ Αἰτναίου πυρὸς, οἷα τοῦ μυθικοῦ Τυφῶνος ὥς περ τῇ Αἴτνῃ, οὕτω καὶ τοῖς κατὰ Χάρυβδιν τόποις ὑποκειμένου, ἵνα καθὰ ἐν Ἰλιάδι Ζεὺς ὑπὸ Τυφώεϊ γαῖαν τινὰ ἱμάσσει, πνεύματι δηλαδὴ ἐλαυνομένην σφοδρῷ, οὕτω καὶ ἡ Χάρυβδις ὁμοίῳ τινὶ πνεύματι λαύρῳ κάτωθεν κατὰ πάθος ἀμπώτεως ἀναταρασσομένη πάσχῃ ἅ περ ἡ ποίησις τερατεύεται. ὅτι δὲ εἴς τινα πολυδάπανον ἀσωτίαν καὶ ἡ Χάρυβδις ἀλληγορικῶς ἐκλαμβάνεται, δῆλον ἐστὶν ἐκ τῶν παλαιῶν. ὁποίῳ δή τινι λόγῳ καὶ ἡ κωμῳδίᾳ τὴν φάραγγα ἐπὶ ὁμοίου νοήματος τίθησιν, ὡς εἴ τις εἴποι τὸν δάπανον κλέπτην ἢ συκοφάντην φάραγγα συκοφαντίας εἴ τε κλοπῆς. καὶ τοιάδε μὲν καὶ ταῦτα. περὶ δὲ πάθους ἀμπώσεως καὶ ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. νῦν δὲ ἀρκεῖ φάναι ὅτι τε Ἀττικῶς ἐκτείνει τὴν παραλήγουσαν ἡ ἄμπωτις, ὡς καὶ τὸ αἱματοπότης καὶ ὑδροπότης κατὰ Αἴλιον Διονύσιον. καὶ ὡς εἴ περ ὑπόθοιτό τις παύσασθαί ποτε ὕστερον τὸ κατὰ τὴν Χάρυβδιν ἀμπώτισμα, εἴη ἂν ἡ ἐκεῖσε γῆ ἁλίπεδον. λέγεται γὰρ παρὰ τοῖς παλαιοῖς δασέως ἁλίπεδον, πεδίον πρότερον θάλασσα γεγονός. ὁ δὲ γεωγράφος ἐν οἷς ἱστορεῖ περὶ Αἴτνην καὶ Λεοντίνην ἀξένους τινὰς ἄνδρας εἶναι, δι' οὓς ἀπροσπέλαστα ἦσαν τὰ κατὰ τὸν πορθμὸν ὁποῖοι τινὲς 2. 17 καὶ Κύκλωπες καὶ Λαιστρυγόνες, λέγει ὡς καὶ ἡ Χάρυβδις καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατείχετο. ἔοικε δὲ ἡ Χάρυβδις ἢ κατὰ ὀνοματοποιΐαν τινὰ λεχθῆναι καὶ μίμησιν ἤχου, ἢ παρωνυμεῖσθαι τῷ Χάρωνι διὰ τὸ κατ' αὐτὴν ὀλέθριον, ἢ καὶ ἐκ τοῦ συμβαίνοντος ἐτυμολογεῖσθαι, παρὰ τὸ εἰς χάος ῥᾷον ὑποδύνειν, τοῦ πˉι στοιχείου ἐν τῇ συγκοπῇ τραπέντος εἰς ˉβ, ὡς ἐπὶ τοῦ ὑποβάλλειν ὑββάλλειν. ὑποπτεύεται δὲ καὶ ὡς δαιμόνιον πλάττεσθαι. διὸ καὶ δῖαν αὐτὴν Χάρυβδιν ὁ ποιητὴς λέγει, ὡς καὶ δῖαν θάλασσαν. καίτοι τινὲς τὸ δῖαν ἀντὶ τοῦ φοβερὰν εἶπον, ὡς ἀπὸ τοῦ δίω τὸ φοβοῦμαι. ὅθεν καὶ τὸ δεδιέναι, ἄλλοι δέ φασιν, ὡς οὐκ ἐδήλωσεν ὁ ποιητὴς πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις ἡ Χάρυβδις. φέρεται δὲ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι Χάρυβδις θαλάσσης βάθος ἀναπτωτικὸν μεταξὺ τοῦ Ἀδρίον καὶ τοῦ Τυῤῥηνικοῦ πελάγους. ᾧ συλλαλεῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης, εἰπὼν ὅτι τῷ φυτῷ ὑπέκειτο ἡ ὀνομαζομένη μὲν Χάρυβδις, αὐτὸ δὲ τοῦτο ἄμπωτις τοῦ πελάγους βιαιοτάτη καὶ αὖθις πλημύρα. Ἰστέον δὲ ὅτι οὐ κλίνεται ὡς Θέτις Θέτιδος, Ἴσις Ἴσιδος, οὕτω καὶ Χάρυβδις Χαρύβδιδος, ἵνα μὴἐπάλληλον δὶς γένηται τὸ ˉδ καθ' Ἡρῳδιανόν. τοιούτῳ δὲ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα, δέδοικα γέγονε. πολλαὶ δέ τινες καὶ ἄλλαι ἀλλεπαλληλίαι μισοῦνται. (ῃερς. 104.) Τὸ δὲ Χάρυβδις ἀναροιβδεῖ ὕδωρ, οὐ μακρὰν οὐδ' αὐτό ἐστι τοῦ παρηχεῖν. ὥς περ παρήχησις ἔστι τις καὶ ἐν τοῖς ἑξῆς τὸ, Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ταυτὸν δὲ ἀναροιβδεῖν εἰπεῖν καὶ ῥοιβδεῖν, ὡς δηλοῖ τὸ, ὅτε ῥοιβδήσειε. δηλοῦται δὲ καὶ ἐν ἀμφοτέροις τὸ ῥοφεῖν εἴτουν ἀναῤῥοφεῖν κατὰ ὀνοματοποιΐαν ὁποίαν τινὰ ἔχει καὶ τὸ ῥοχθεῖν, τραχύτερον μέντοι ἐκεῖνο τοῦ ῥοιβδεῖν, καθὰ καὶ τὸ ἐῤῥοίβδησε τραχυφωνότερον τοῦ ἐῤῥοίζησεν. ἅ περ εἶεν ἂν ὅμοιά τινα, εἴ περ καὶ ὁ ῥοῖζος εὕρηται ῥοῖβδος λεγόμενος κατὰ τὸ, πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. (ῃερς. 105.) Ὅρα δὲ ὅτι τε ἐν μὲν τῷ ἀνίησι τὴν ἄνω σχέσιν ἡ πρόθεσις δηλοῖ, ἐν δὲ τῷ ἀναροιβδεῖ πλεονάζει, ὡς καὶ πρὸ τούτων ἐπὶ Ταντάλου ἐν τῷ, ὕδωρ ἀναβροχὲν, ὅ ἐστιν ἀναποθὲν, ἀναροφηθέν. καὶ ὅτι ἐν μὲν τῷ, δῖα Χάρυβδις ἀναροιβδεῖ ἐκτείνεται τὸ προπαραλῆγον ˉα καὶ ἔχει διπλάζειν τὸ ˉρ, ἐν δὲ τῷ, τρὶς δ' ἀναροιβδεῖ συστέλλεται κατὰ τὴν ἀναλογίαν τῶν προθέσεων. Τὸ δὲ ἐπ' ἤματι ἀντὶ τοῦ, ἐφ' ἑκάστῳ νυχθημέρῳ, ὡς γίνεσθαι ἑκάστην ἀναῤῥοίβδησιν δι' ὡρῶν ὀκτὼ περιοδικῶς, ὡς τεκμαίρονται οἱ παλαιοὶ ἐν τοῖς ἑξῆς περί που τὸ τέλος τῆς ῥαψῳδίας. (ῃερς. 106.) Τὸ δὲ ἀναροιβδεῖ δεινὸν, καὶ τὸ, δεινὸν λελακυῖα, καὶ τὸ, σμερδαλέη κεφαλὴ, καὶ τὸ δεινοῖο βερέθρου, καὶ ἐν τοῖς ἑξῆς τὸ, δεινόν τ' ἀργαλέον τε, καὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐν τοῖς μετὰ ταῦτα τὸ, δεινὸν ἐβεβρύχει, φοβερὰ εἶναι τὰ τοιαῦτα ποιητικὰ χωρία δηλοῖ τά τε ἄλλα καὶ τῇ κατὰ τὴν φράσιν τραχύτητι. Τὸ δὲ μὴ σύ γε κεῖθι τύχοις ὅτε ῥοιβδήσειε, πάνυ ἐνδιαθέτως ἐῤῥέθη πρὸς ἔνδειξιν τοῦ, μέγα εἶναι τὸ δεινόν. δύναται δὲ ῥηθῆναι αὐτὸ καὶ ὅτε τις εὔξεται μὴ παρατυχεῖν τινὶ τῶν πάνυ ἀδίκων, παρ' οἷς ἀναροιβδεῖται τὰ ἀλλότρια, ὅτε προσεπιπλέξει τις ἀφελῶς, καὶ τὸ ἐφεξῆς. ὡς οὐ γάρ κεν ῥύσαιτό σε ὑπ' ἐκ κακοῦ
86.2.1
Ἐνοσίχθων. (ῃερς. 108.) εἰ δ' ἔστιν ἐλπὶς τὸν ἀδικούμενον βοηθηθῆναι ὑπὸ γυναικὸς ἀδίκου μὲν καὶ αὐτῆς οὐ πάνυ δὲ Χαρύβδεως, οἰκεῖον παραινέσαι καὶ τὸ, ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος καὶ τὰ ἑξῆς, ὡς χρήσιμον κριθείη ἂν τῷ τεχνικῶς γράφοντι. (ῃερς. 109.) τὸ δὲ φέρτερον ἐκ τοῦ φέρειν γινόμενον συστοιχεῖ οὐ μόνον πρὸς τὸ προφερέστερον, ἀλλὰ καὶ πρὸς τὸ συμφέρον καὶ ὑπερφερές. (ῃερς.