Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
88.1.1
) Ἐν δὲ τῷ, μετὰ πλεόνεσσιν, ἡ μετˉα συνήθως ἀντὶ τῆς ˉεν προθέσεως κεῖται. (ῃερς. 91.) Ὅτι εὔλογον τόλμαν λόγου δηλοῖ τὸ, ὦ φίλ', ἐπεί μοι καὶ ἀμείψασθαι θέμις ἐστίν. Ὅτι ὁ μαθὼν ἔκ τινος κακὰ πάσχειν ἐκεῖνον καὶ ἀνέχεσθαι δύναται εἰπεῖν τοιαῦτα· ἦ μάλα μευ καταδάπτεται ἀκούοντος φίλον κῆρ, οἷα φατὲ τοὺς δεῖνα ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἃ καὶ ἀλλαχοῦ κεῖνται. ἤ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷς περ ἀνὴρ μαρναμένοισι πέποιθε καὶ εἰ μέγα νεῖκος ὄρηται, ἤγουν καὶ εἰ μεγάλη μάχη ἐγείρεται. σέμνωμα δὲ τοῦτο ἀδελφότητος ἀγαθῆς καὶ ἔπαινος ἀληθής. πολυχειρία γὰρ ἐπικουρίας τοῖς ἀνθρώποις ἐξ ἀγαθῶν ἀδελφῶν γίνεται. Ὀδυσσεὺς δὲ ταῦτα πρὸς Τηλέμαχον λέγει, μαθὼν αὐτὸν δεδιότα τοὺς μνηστῆρας. (ῃερς. 92.) Ὅρα δὲ τὸ καταδάπτεται, πρωτότυπον ὂν τοῦ δαρδάπτειν, ὡς καὶ τὸ μαίρειν τοῦ μαρμαίρειν. ἐκ δὲ τοῦ δάπτειν καὶ ἡ δαπάνη. καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ δακνηραὶ μυῖαι. γίνεται δὲ τὸ δάπτειν ἐκ τοῦ δῶ δάπτω, ὡς ῥῶ ῥάπτω, βῶ βάπτω καὶ τὰ ὅμοια. (ῃερς. 97.) Τὸ δὲ ἐπιμέμφεαι κασιγνήτοις, ἀντιπτωτικῶς κεῖται ἀντὶ τοῦ κασιγνήτων. ὡς γὰρ τὸ, εὐχωλῆς ἐπιμέμφεται ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ, κασιγνήτοις ἐπιμέμφεαι, ἤγουν χρῄζεις ἀδελφῶν, ὡς μὴ ὄντων σοι δηλαδὴ, ἵνα λέγῃ ὅτι ἢ οὐκ εἰσί σοι ἀδελφοί. καὶ ἄλλως δὲ, δύναται καὶ ἐπὶ ἀδελφῶν ὄντων ἐρωτηθῆναι τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι, ἵνα λέγῃ ὅτι ἢ ἀδελφοὺς ἔχων ἐπιμέμφῃ αὐτοῖς ὡς μὴ ἐπικουροῦσί σοι, ὃ καὶ αὐτὸ ἀπαγορεύει σὺν τοῖς ἄλλοις ὁ Τηλέμαχος, εἰπὼν ὅτι οὐδὲ κασιγνήτοις ἐπιμέμφομαι, ὡς ἀστόργοις δηλαδὴ, καὶ ἔστι τοῦτο κρεῖττον τοῦ πρώτου, ὡς δηλώσει εὐθὺς τὰ ἐφεξῆς. (ῃερς. 99. σθθ.) Ὅτι σχηματίζων Ὀδυσσεὺς ἐν ἐπηκόῳ Τηλεμάχου καὶ Εὐμαίου τὸν λόγον φησίν· αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐνὶ θυμῷ, ἤγουν νεάζοιμι κατὰ σὲ ἔχων ὃν ἔχω θυμὸν, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός. καὶ ἰδοὺ αὐτός ἐστιν ὁ λαλῶν Ὀδυσσεὺς, λανθάνων καὶ τὸν υἱὸν καὶ τὸν Εὔμαιον. καὶ λαλῶν μὲν τἀληθὲς μὴ, νοούμενος δέ. τέρπει δὲ ὅμως οὕτως ὁ ποιητὴς τὸν ἀκροατὴν τῷ σχηματισμῷ. εἶτα ἐπάγει κατὰ θυμὸν ἐνδιάθετον· αὐτίκ' ἔπειτα ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ἤγουν πολέμιος, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ἐλθὼν ἐς μέγαρον Ὀδυσῆος. ἐπεὶ δὲ ἀνεξέλεγκτον τὸ τοῦ ξένου αὔχημα καὶ ὑποδύσκολον, ἐπιφέρει ἀντιπαραστατικῶς τὸ, εἰ δ' αὖ με πληθύϊ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι. ἃ καὶ διασκευάζων φησί· ξείνους τε στυφελιζομένους, δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλὰ, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὕτως ἀτέλεστον ἀνηνύστῳ ἐπὶ ἔργῳ, ὃ ταυτόν ἐστι τῷ ἀτέλεστον. ἐρεθισμοὶ δὲ ταῦτα τοῦ Τηλεμάχου ὡς ἂν ἐπὶπλέον θυμωθείη κατὰ τῶν μνηστήρων. Ἐνταῦθα δὲ δοκεῖ ὁ ξένος ἐνστατικῶς μὲν εἰπεῖν, ὡς ἐγὼ νέος ὢν κατὰ σὲ τὸν Τηλέμαχον πᾶσιν ἂν τοῖς μνηστῆρσιν ἐγενόμην κακόν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι κἂν εἰ μὴ ἐγενόμην αὐτοῖς κακὸν ἀλλ' ἔπεσον φονευθεὶς, οὐκ ἂν ἦν μοι οὐδὲ τοῦτο ἀβούλητον. καὶ οὕτως ἀντιπίπτει τῷ Τηλεμάχῳ εἰπόντι μὴ δύνασθαι αὐτὸν ἕνα ὄντα πρῆξαί τι παρὰ πολλοῖς. Ὅρα δὲ ὡς ἐν εὐχῆς τύπῳ εἰπὼν εἴθε εἴην Ὀδυσσεὺς ὡς ἂν ποιήσαιμι τὰ καὶ τὰ, λαλεῖ ἐν σχήματι ἀλλοτρίῳ ἐμφαντικῶς, ἅ περ ἐν τοῖς ἑξῆς ποιήσει αὐτός. ὑπανοίγει δὲ τὴν ἔμφασιν οὐ μόνον τὸ, ἠὲ καὶ αὐτὸς, ὁ Ὀδυσσεὺς δηλαδὴ, ὡς εἴρηται, ἀλλὰ καὶ τὸ, ἐν ἐμοῖς μεγάροις τεθνάμεν. καὶ ὅμως ἠχρείωσαν τὸ σχῆμα τοῦτο τινὲς, παρεμβαλόντες μετὰ τὸ, ἠὲ καὶ αὐτὸς, τὸ, ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. τοῦ γὰρ τοιούτου στίχου παρεντεθέντος, ἐγκόπτεται ὁ εἱρμὸς τῆς εὐφυοῦς ἐμφάσεως. διὸ καλῶς οἱ παλαιοὶ ἐπιστήσαντες ἐνόθευσαν τὸν στίχον ὀβελίσαντες, εἰ μὴ ἄρα τις εἴπῃ, ὡς ἐπίτηδες ὁ ῥηθεὶς στίχος ὑπὸ Ὀδυσσέως παρενεβλήθη, δι' αὐτὸ μάλιστα τοῦτο ἵνα ἡ ἔμφασις ἐπισκιασθῇ, καὶ μὴ ὑποπτευθῇ διὰ τὸ εὐσύντακτον τοῦ σχηματισμοῦ, ὅτι Ὀδυσσεύς ἐστιν ὁ λαλῶν. διὸ καὶ τὸ, νέος εἴην, πρὸς ἐπίκρυψιν ἑαυτοῦ ὁ Ὀδυσσεὺς ἔφη, ὡς μὴ τοιοῦτος φαινόμενος, καὶ τὸ, τῷδ' ἐνὶ θυμῷ, ὡς προθυμίαν μὲν ἔχων, ἰσχὺν δὲ δῆθεν μὴ ἔχων. (ῃερς. 102.) Τὸ δὲ ἀλλότριος φὼς, κακοῦ δηλοῖ ἐπίτασιν. πολέμιος γὰρ ἀνὴρ ἀνελών τινα οὐκ ἀρκεῖται οὕτω ποιήσας, ἀλλὰ καὶ προσαικίζεται τὸν πεσόντα, καὶ ἕτερα δὲ δεινὰ ἐπ' αὐτῷ ποιεῖ. (ῃερς. 105.) Τὸ δὲ εἴ με πληθύϊ δαμάσαιντο, ἐντρέπων τὸν Τηλέμαχον εἶπεν, ὃς εὐλαβεῖται τοὺς μνηστῆρας ὡς πλέονας. (ῃερς. 108.) Ἐν δὲ τῷ, ξείνους στυφελιζομένους καὶ ἑξῆς, ὅρα ὡς δυνάμενος παθητικῶς εἰπεῖν πάντα, οἷον, ξείνους στυφελιζομένους, δουλίδας ῥυσταζομένας, οἶνον διαφυσσόμενον, σῖτον δαπανώμενον, ὁ δὲ ἓν παρ' ἓν ἔθετο, πάθος δηλαδὴ καὶ ἐνέργειαν σχηματίσας οὕτως ποικιλώτερον, καὶ τοὺς ξένους μὲν καὶ τὸν οἶνον ἐκθέμενος πάσχοντας ὑπὸ μνηστήρων, τοὺς μὲν, τὸ στυφελίζεσθαι ἤγουν ἐστυμμένως ἑλίσσεσθαι, τὸν δὲ τὸ ἀντλεῖσθαι, ἐπὶ δὲ τῶν δουλίδων καὶ τοῦ σίτου μνησθεὶς τῶν μνηστήρων ἐνεργούντων βίαν μὲν εἰς τὰς δμωὰς, δαπάνην δὲ εἰς τὸν σῖτον. ἐν οἷς θαυμασία καὶ ἡ εὐταξία τοῦ σχήματος· εἰπὼν γὰρ ξένους προπηλακιζομένους τοὺς πάσχοντας δηλαδὴ τὴν ὕβριν, εἶτα τοὺς ἑλκυσμὸν ποιοῦντας μνηστῆρας ἐν τῷ δμωὰς ῥυστάζοντας, φυλάσσει καὶ ἐφεξῆς τὴν τοῦ σχήματος ὁμοιότητα, εἰπὼν καὶ οἶνον διαφυσσόμενον, ὃς πάσχει τὸ ἀντλεῖσθαι καὶ σῖτον ἔδοντας τοὺς ποιοῦντας τὴν τοῦ σίτου δαπάνην. (ῃερς. 109.) Ἰστέον δὲ ὅτι τὸ ῥυστάζειν βίαιον δηλοῖ ἑλκυσμὸν γυναικῶν ὡς ἐπὶ πολὺ, καθὰ καὶ τὸ ἑλκῆσαι, ὡς προδεδήλωται. Τὸ δὲ ἀφύσσειν δόξοι ἂν ἐκ τοῦ ὕειν γίνεσθαι, ἀφ' οὗ καὶ ὁ ὑετός. ὕει μὲν γάρ πως εἰς πίθον ἢ ἀμφιφορέα ὁ πληρῶν ὑγροῦ, ἀφύει δὲ καὶ ἀφύσσει παραγώγως ὁ ἐκκενῶν ἤτοι ἐξαντλῶν. ὅτε μέντοι ἐκ πληγῆς ἀφύσσονταί που ἕτερα, ἐκεῖ καὶ ἀπὸ τοῦ στερεῖσθαι τῆς συμφυΐας αὐτὰ, ἡ λέξις ἐτυμολογεῖσθαι λέγεται. (ῃερς. 111.) Τὸ δὲ μὰψ αὕτως ἐκ παραλλήλου ταυτὸν νοοῦσι, δηλοῦντα ἐπίτασίν τινα τοῦ μάτην διὰ τοῦ διπλωθῆναι ὁμοῦ κείμενα. Τὸ δὲ ἀνηνύστῳ ἐπὶ ἔργῳ, ἀναλόγως ἔχει. εἰ γάρ ἐστι τὸ ἀνυστὸν, ἔστι καὶ τὸ ἀνήνυστον. τὸ δὲ ἀνήνυτον ἀπέῤῥιψε τὸ σίγμα ὁμοίως τῷ, γνωτὸς καὶ ἀλλόγνωτος, ὧν προϋπάρχει τὸ γνωστὸς, ἔτι δὲ καὶ κατὰ τὸ ἐραστὸς ἐρατὸς ὁ ἐπιθυμητὸς, ὅθεν καὶ ἡ Ἐρατὼ Μοῦσα, καὶ κατὰ τὸ, ἀγάζω ἀγαστὸς, καὶ ἀπελεύσει τοῦ σίγμα καὶ τροπῇ τοῦ ˉτ εἰς θῆτα ἀγαθόν. κεῖνται δὲ ἑτέρωθι καὶ ἄλλα τοιαῦτα· ὧν καὶ τὸ, θαυμαστὰ θαυματὰ παρὰ Πινδάρῳ. δοκεῖ δὲ ὅμως καὶ τὸ ἀνήνυτος ἐκ τοῦ ἀνυτὸς γίνεσθαι, οὗ δίδωσιν ἔμφασιν ὁ Ἄνυτος τὸ κύριον, προπαροξυνθεὶς πρὸς σημασίαν διάφορον. (ῃερς. 117.) Ὅτι λυπηρόν ἐστι τῷ Τηλεμάχῳ μὴ πολύχουν αὐτῷ εἶναι τὸ γένος, ἀλλὰ κατὰ μοναδικὴν σειρὰν καταβαίνειν τὴν διαδοχὴν στενοχωρουμένην εἰς τηλυγέτους. φησὶ γάρ· ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· ὅ περ ἑρμηνεύων ἐπάγει· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε. μοῦνον δ' αὖτ' Ὀδυσῆα πατὴρ τέκεν. αὐτὰρ Ὀδυσσεὺς μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο, τουτέστιν οὐδὲν ἐξ ἐμοῦ ὠφελήθη, ὡς εἰκὸς ὠφελεῖσθαι πατέρας ὑπὸ τέκνων. διὸ, τουτέστι διὰ τὴν τοιαύτην μόνωσιν, δυσμενέες μάλα μυρίοι εἰσὶν ἐν οἴκῳ, λέγων τοῦτο περὶ μνηστήρων τῶν ἐκ Δουλιχίου καὶ Σάμης καὶ Ζακύνθου καὶ Ἰθάκης. τόσσοι γὰρ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, μητέρα ἐμὴν μνῶνται, καὶ τὰ ἐφεξῆς τῶν καὶ ἑτέρωθι γραφέντων. (ῃερς. 118.) Ὅρα δὲ ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἔχουσι κείμενον ἐξ ἀρχῆς τὸ μοῦνον κατὰ σχῆμα ἐπαναφορᾶς, οἷς σύστοιχον καὶ τὸ ἐμούνωσε, (ῃερς. 117.) καὶ ὅτι τὸ ἐμόνωσεν ἀντὶ τοῦ ἀῤῥένων παίδων ἐστέρησε τῶν ἐπέκεινα ἑνὸς, ὡς δηλοῖ καὶ τὸ, οὔ τι κασιγνήτοις ἐπιμέμφομαι τὸ πρὸ ὀλίγων ῥηθέν· πῶς γὰρ ἄν τις μέμφοιτο οἷς οὐδόλως ἔχει; κατὰ μέντοι τὴν προῤῥηθεῖσαν ἑτέραν ἑρμηνείαν τὴν νοοῦσαν τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι ἀντὶ τοῦ ἢ χρῄζεις κασιγνήτων, οὐκ ἂν ἔχοι ὁ Τηλέμαχος εἰπεῖν ὅτι οὐ κασιγνήτοις ἐπιμέμφομαι. πῶς γὰρ ἂν τοῦτο εἴποι ὁ χρήζων μάλιστα κασιγνήτων διὰ τὸ μεμονῶσθαι; (ῃερς. 118.) Ὅρα δὲ καὶ ὅτι ἐπιμείνας τῇ ἀπὸ τοῦ τίκτειν κινήσει ὅμως ὡς ἐνῆν ἤλλαξε πολυειδῶς τὰς ἐκεῖθεν λέξεις διὰ τοῦ, οἶον ἔτικτε, καὶ, πατὴρ τέκε, καὶ, τεκὼν λίπε. (ῃερς. 121.) Τὸ δὲ μάλα μυρίοι ὅμοιόν ἐστι τῷ, μάλα μυρίαι, ὃ φθάσας εἶπε διὰ τοὺς ὕας. οὔτε γὰρ ἐκεῖναι ἀληθῶς μάλα μυρίαι, ὡς προεδηλώθη, οὔτε μὴν οἱ μνηστῆρες, πολὺ ὄντες ἐλάττονες δὲ ἐκείνων. (ῃερς.