Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
89.1.1
) Τὸ δὲ θεοῖς ἐναλίγκια μήδε' ἔχοντα ἐγγύς ἐστι τοῦ, Διῒ μῆτιν ἀτάλαντος. (ῃερς.
89.1.2
) Τὸ δὲ ζώνυνται ὡς ἀπὸ μέρους τοῦ πλείονος εἴληπται· ἡνιόχοι μὲν γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώνυνται, δρομεῖς δὲ καὶ παλαισταὶ γυμνοὶ ἀθλοῦσι. (ῃερς. 90.) Τὸ δὲ, ἐτεθήπεα ἤγουν ἐθαύμασα θυμῷ, δηλοῖ μὲν τὸ κατὰ ψυχὴν θάμβος, οὐ μὴν τὸ κατὰ λόγον προφορικόν. γράφεται δὲ καὶ ἐτεθήπεας ἐν δευτέρῳ προσώπῳ, ὥς περ καὶ ἀνωτέρω αὐτοῦ τὸ ἀντεβόλησας, ἵνα λέγῃ ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ, ὅτι πολλοῖς μὲν τάφοις περιέτυχες καὶ ἀγῶσιν, ἰδὼν δ' ἂν ἐκεῖνα τὰ κατὰ σὲ μάλιστα ἐθαύμασας ἄν. ἔτι γράφεται τὸ αὐτὸ καὶ ἐτεθήπεο καὶ σημαίνει τὸ αὐτὸ ἤγουν τὸ ἐθαύμασας. καὶ ἔστιν ἡ τοιαύτη γραφὴ Δωρικὴ Συρακουσία, ἔνθα σύνηθες τὸν παρακείμενον μετάγειν εἰς ἐνεστῶτα· ἐκ τοῦ πέπληγα γοῦν καὶ πέφυκα, πεπλήγω καὶ πεφύκω φασὶν οἱ ἐκεῖ, ὥστε οὕτω καὶ ἐκ τοῦ τέθηπα τεθήπω γίνεται Δωρικῶς, οὗ παθητικὸς ἐτεθηπόμην ἐτεθήπου καὶ Ἰωνικῇ διαλύσει ἐτεθήπεο. τὸ μέντοι ἐτεθήπεα καὶ ἐτεθήπεας κοινοῦ ὑπερσυντελίκου μεταποίησίς ἐστιν Ἰωνική· ὡς γὰρ τὸ ἐτετύφειν ἐτετύφεις, ἐτετύφεα καὶ ἐτετύφεας οἱ Ἴωνες λέγουσιν, οὕτω καὶ τὸ ἐτεθήπειν ἐτεθήπεις, ἐτεθήπεα ἐτεθήπεας. (ῃερς. 93.) Τὸ δὲ, ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας καὶ ἑξῆς, φράσις ἐστὶν εὐκλείας τῆς μετὰ θάνατον. (ῃερς. 102–

Intertext edge

Open linked passage

Note