Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
91.1.1
) Ἐν δὲ τῷ, ἀνδρῶν πολέμους, νοητέον ἰδικήν τινα μετοχὴν, οἷον, ἀνύων, ἢ τολυπεύων, ἤ τι τοιοῦτον, τὸ γὰρ πείρων οὐχ' ἁρμόττει ἐπὶ ἁπλῶς πολέμου· καὶ ἔστιν ὅμοιον τῷ, σῖτον καὶ οἶνον ἔδων. ὅτι δὲ τὸ πείρειν καὶ ἐπὶ τοῦ περᾶν λέγεται, προέγνωσται. (ῃερς. 90.) Τὸ δὲ πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, παρείλκυσται μὲν ἐκ τῆς ἀρχῆς τοῦ βιβλίου. δηλοῖ δὲ ὡς χρὴ οὕτω καὶ ἐκεῖ στίζειν καὶ μὴ ἀναγινώσκειν, ἀρνύμενος ὃν κατὰ θυμόν. (ῃερς. 92.) Τὸ δὲ λελασμένος, οἰκεῖον ὑπνοῦντι νήγρετον. θανάτῳ μὲν γὰρ ἄγχιστα ὁ τοιοῦτος ὡς ἐῤῥέθη ἔοικεν ὕπνος. θανόντων δὲ ἴδιον μυθικῶς τὸ πίνειν τοῦ τῆς Λήθης ὕδατος. (ῃερς. 89.) Σημείωσαι δὲ ὅτι τε τὸ, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα καὶ ἑξῆς, προσπαθῶς ὁ ποιητὴς ἔφη κατ' ἐνδιάθετον λόγον ἐπὶ τῷ Ὀδυσσεῖ, ὡς εἰ καὶ μήτηρ φίλον παῖδα κοιμίσασα λαλεῖ τι ἐπαίνου εἰς αὐτόν. (ῃερς. 92.) καὶ ὅτι σεμνὸς ἐνταῦθα στίχος κατὰ τὸ ὁλοδάκτυλον τὸ, δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει, ὁποῖον σὺν ἄλλοις καὶ ἐν Ἰλιάδι τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. (ῃερς. 93.) Ὅτι μετρῶν ὁ ποιητὴς τὸν ἐκ Φαιάκων ἕως καὶ εἰς Ἰθάκην πλοῦν μιᾷ νυκτὶ ἀνυσθῆναι αὐτὸν ἱστορεῖ. φησὶ γοῦν· εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος ὅστε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, ὁ καὶ 2. 41 Φωσφόρος διατοῦτο καλούμενος ὥς περ αὖ πάλιν ἕσπερός τις ἕτερος διὰ τὸ πρὸς τὸν τοιοῦτον ἀνάπαλιν, τῆμος δὴ νήσῳ (ῃερς. 95.) προσεπίλνατο ποντοπόρος νηῦς. εἰ δὲ τυχὸν δοκοίη ὁ λόγος ἀπίθανος διὰ τὸ κατὰ τὸν μῦθον πολὺ τοῦ ἐν μέσῳ διαστήματος, ἐκτετόπισται γὰρ κατ' αὐτὸν ἡ τῶν Φαιάκων νῆσος, ἀλλὰ τὸ πάνυ πολὺ τάχος τῶν Φαιακικῶν νηῶν εὐπαράδεκτόν πως τὸν λόγον ποιεῖ. (ῃερς. 96.) Ὅτι ἐκφραστικόν τι κἀνταῦθα γράψαι προθέμενος ὁ ποιητὴς ἐκφράζει τόν τε ἐν τῷ δήμῳ τῆς Ἰθάκης λιμένα, καὶ τὸ ἐκεῖσε νυμφαῖον ἄντρον, τὸν μὲν ἐπαινῶν ὡς ναυσὶν ἀγαθὸν ἐνορμίσασθαι, τὸ δὲ ἄντρον ὑποτιθεὶς εἰς ταμιεῖον τοῖς τοῦ Ὀδυσσέως χρήμασιν, ἅ περ ἀναγκαῖον ἦν πιθανῶς κρυβῆναι. ἄλλως γὰρ οὔτε αὐτοῦ που ἐν ὑπαίθρῳ ἐχρῆν αὐτὰ κεῖσθαι, οὔτε περὶ τοὺς ἀγροὺς ἀχθῆναι, οὔτε πολλῷ πλέον ἐπὶ τὴν πόλιν. ἄρχεται δὲ ἀπὸ συνήθους ὑπαρκτικοῦ ῥήματος καὶ φησί· Φόρκυνος δέ τίς ἐστι λιμὴν ἁλίοιο γέροντος ἐν δήμῳ Ἰθάκης. δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀποῤῥῶγες λιμένος ποτιπεπτηυῖαι. αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν. ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσελμοι ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάϊνοι. ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες. ἔνθα τε νύμφαι φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐν δ' ὕδατ' αἰενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν. (ῃερς. 111.) αἱ δ' αὖ πρὸς Νότου εἰσὶ θεώτεραι. οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστι. ταῦτα δὲ πεπλασμένα εἰσὶν, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ ὁ Πορφύριος τὸ πᾶν τοῦτο ἄντρον εἰς ἀλληγορίαν μεταλλαξεύει, λέγων καθόλου πᾶν ἄντρον καὶ σπήλαιον τῷ κόσμῳ καθιερῶσθαι καὶ πολλὰ γράφων εἰς αὐτὸ, ὡς οἷα τοῦ κόσμου ἄντρου τινὸς ὄντος μεγίστου. (ῃερς. 103.) ὅ περ ἠεροειδὲς μὲν λέγεται διὰ τὸ τῆς ἀρχεγόνου ὕλης αἰσχρὸν καὶ ἀνείδεον, (ῃερς. 104.) Ἐπήρατον δὲ, διὰ τὸ εἶδος καὶ τὴν ἐξ αὐτοῦ εἰδοποιητικὴν διακόσμησιν, ἀφ' ἧς καὶ ὁ κόσμος ἐκλήθη. ἄλλως γὰρ πῶς ἂν εἴη, φησὶ, τὸ αὐτὸ καὶ ἠεροειδὲς καὶ ἐπήρατον, τοῦ ἠεροειδοῦς φοβεροῦ μᾶλλον ὄντος οὐ μὴν ἐπεράστου; νύμφας δὲ Ναΐδας ἐκεῖνος ἀλληγορεῖ ψυχὰς ἰούσας εἰς γένεσιν. (ῃερς. 105.) αἷς κρατῆρας οἷον τινὰς καὶ ἀμφιφορεῖς ὁ μῦθος δίδωσι τὰ κατ' ἀνθρώπους σώματα. αὐτά τε γὰρ ἐκ γῆς, καὶ οἱ κρατῆρες γῇ ὠπτημένοι εἰσίν. (ῃερς.

Intertext edge

Open linked passage

Note