Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
94.1.1
) Τὸ δὲ Ἀχιλλεῦ, τρὶς ῥηθὲν ἐν τέλει στίχων, ἢ πρὸς θαῦμα κεῖται ἢ πρὸς στιχικὴν ἁπλῶς ἀναπλήρωσιν. (ῃερς. 73.) Τὸ δὲ ἐν ἀκράτῳ οἴνῳ καὶ ἀλείφατι τουτέστιν ἐλαίῳ ἢ ἄλλως ἀλοιφῇ τινὶ λίπους τὰ ὀστᾶ τῶν τεθνεώτων τίθεσθαι σόφισμα ἦν τοῦ παραμένειν αὐτὰ εἰς μακρόν. (ῃερς. 74.) Τὸν δὲ ῥηθέντα χρύσεον ἀμφιφορῆα συλλογιστέον οἷος ἂν ἦν τὸ μέγεθος εἰ τριῶν ἀριστέων ὀστᾶ ἐδέξατο. (ῃερς. 77.) Τὸ δὲ μίγδα ἐκ τοῦ μίγδην μεταπέπλασται, ὡς ἐκ τοῦ κρύβδην καὶ κύβδηντὸ κρύβδα καὶ κύβδα παρὰ τῷ κωμικῷ. (ῃερς. 81) Ἱερὸν δὲ στρατὸν λέγει τὸν Ἑλληνικὸν, ὡς ὑπὲρ ἀρετῆς τολυπεύσαντα τὸν δεκαετῆ ἐκεῖνον πόλεμον. (ῃερς. 82.) Ἀκτὴ δὲ προὔχουσα ἡ αὐτὴ ἂν εἴη τῇ προβλῆτι ἀκτῇ, περὶ ἧς εἴρηται ἀλλαχοῦ. (ῃερς.