De capta Thessalonica
Eustathius Thessalonicensis PG 135Thes 110 · pg-scrape-grcMore by Eustathius Thessalonicensis PG 135
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
110.1
πρὸς βοὴν συχνὰ ἐβαρβάριζε κατά τι κακὸν φροίμιον τῷ μὴ φονεύσαντι ἡμᾶς, παρόντος καὶ ἀγαθοῦ τινος ἀδελφοῦ αὐτῷ, ἐξ οὗ κατὰ τῶν σεπτῶν εἰκόνων τὸν θῆρα ἐμάθομεν μαίνεσθαι. Ὡς δὲ ἡμεῖς ἠρόμεθα τί τὸ αἴτιον τοῦ φονευτέους ἡμᾶς εἶναι, πρῶτα μὲν θυμωθεὶς αὐτὸς εἰς πλέον ἐπέκρινεν ὡς, εἴπερ αὐτὸς τὴν ἀρχὴν ἡμῖν περιέτυχεν, οὐκ ἂν ἄρτι κεφαλὴν εἴχομεν, εἶτα καὶ αἰτιολογήσας τὸν καθ' ἡμῶν θυμόν, ἐπέραινε τὴν αὑτοῦ σοφίαν εἰς τὸ ἀπίστους ἡμᾶς εἶναι Θεῷ, οἷα τῷ Ἀνδρονίκῳ πιστούς. Πρὸς ἅπερ ἡμεῖς ὑπουλευσάμενοι καὶ ποικίλα λαλήσαντες ἢ λαλαγήσαντες πρὸς ἄνδρα μαινόμενον, ἠγαπῶμεν γὰρ ἔχειν κεφαλήν, μόλις ἐξημερώσαμεν τὸν ἀτίθασσον, ὡς καὶ ἀσπάσασθαι ἡμᾶς καὶ εἰς χεῖρα φιλήσαντα οἴχεσθαι. Καὶ οὕτως ἡμεῖς τε νύκτα καταθετικὴν εὕρομεν, τῶν ἐκείνου δᾴδων καὶ λάλων ἀπαλλαγέντες χειλέων, καὶ οἱ συγκατεστρωμένοι αἰχμάλωτοι ἐς Κομνηνοῦ. Καὶ διαγαγόντες ἐκεῖ μετὰ τῶν συναιχμαλώτων ἡμέρας ὀλίγας, καί τι καὶ ἐλεηθέντες εἰς τροφήν, ναὶ δὲ ὑπό τινος τῶν ἐκείνου καὶ εἰς χάλκεα κέρματα, ὧν ἡ δόσις ἡμῖν τηνικαῦτα εἰς θησαυροὺς ἐνεγράφη Κροίσου (καὶ ἐλεήσαι ὁ Θεὸς ἐκεῖνον τὸν ἄνθρωπον), εἶτα καὶ εἰς τοὺς κόντους, εἰπεῖν δὲ συνηθέστερον κόμητας, μισῶ γὰρ τὸ ἀκράτως βάρβαρον, ἐκομίσθημεν. Ἔτι κεφαλαιώσομαι καὶ ὅτι, ἀεθλεύσαντες μακρὰ καὶ ἐκεῖ, μόλις μετὰ καὶ ἑτέρας ἡμέρας μετρίας τῷ τοῦ ἁγίου οἴκῳ ἀποκατέστημεν, καὶ ὅτι εὑρόντες ἐκεῖ φῦλα λατινικά, καὶ ἑτεροίων δὲ ἀνθρώπων γέμοντα ἰδόντες τά τε ἄνω τά τε κάτω, ἐξ ἀνάγκης ἐγενόμεθα τοῦ κατὰ τὸν οἶκον κηπιδίου, καὶ ἐπιδόντες ἑαυτοὺς πεσσουλίῳ τοῦ ἐκεῖσε βραχυτάτου λοετροῦ ἐκείμεθα, χόρτον ἄμικτον ὑποβεβλημένοι, καὶ ὅτι ὀκτὼ μετρήσαντες ἡμέρας, ἐν αἷς ἄρτον ἀκραιφνῆ οὐδὲ εἴδομεν, ἀλλὰ τοῖς ἐκ πιτύρων ἐγκρυφίαις ἐχρεωκοποῦμεν τὸ τῆς γαστρὸς λίχνον, καὶ οἴνου δὲ μηδὲ μύρισμα εὐτυχήσαντες, μετ' αὐτὰς καὶ οἴνου ψευδωνύμου ἠρέμα καὶ ὡς ἀληθῶς κατὰ στράγγα μετέσχομεν καὶ ἄρτου δὲ ζυμίτου καὶ ἄλλων δέ τινων, καὶ ὅτι οὐδὲ τὸ κηπίον εἶχε λιμὴν ἡμῖν γενέσθαι τοῦ λατινικοῦ κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φίλτατα ἡμῖν ἔφυσαν, ἄλλη τοῦτο λύπη τοῖς γε φιλοτοιούτοις· ὅτε δὲ καὶ τὴν ὑποποδιαίαν ἡμῖν ἠχρείουν τράπεζαν, ἀλλ' ἐκεῖνο οὐκ ἔχω φράσαι ὅπως ἂν φέροι τις ἀπαθῶς. Ἐκαθήμεθα μὲν γὰρ ὁμιλαδὸν οἱ πτωχοὶ σύσσιτοι, τοὺς πιτυρίας προβεβλημένοι πρὸς τροφήν, οἱ δὲ ἀπαίδευτοι, ἀφέντες κείρειν τὰ ἐκ τῆς γῆς, οἷς ἔχαιρον ἐμφιλοχωροῦντες ἀεὶ τῷ κήπῳ, ἐσκευάζοντο καθ' ἡ 112 μῶν· καὶ ἐγγίσαντες, εἶτα στραφέντες καὶ τὰ περὶ τὴν ἕδραν γυμνώσαντες καὶ εἰς ἔκκρισιν ὑφιζήσαντες κατεστοχάζοντο ἐξ ἐναντίας ἡμῶν ἀποκοντοῦν τὰ περιττὰ τῆς γαστρός, ῥυϊσκόμενα καθ' ὕδωρ διὰ τὰς ὀχετηγοὺς σταφυλάς. Καὶ ἐποίουν οὕτω. Καὶ οἱ μὲν μεθ' ἡμῶν βδελυττόμενοι, ὡς ἔδει, τὸ μυσαρόν, διερρήγνυντο θυμῷ καὶ κατηκονῶντο ἀτίμως ἀπαγαγεῖν τούς, εἰ χρὴ ἑλληνικῶς προσρηθῆναι, Ὀζόλας, ἡμεῖς δὲ ἐπείχομεν τοῦ ἔργου, κρίνοντες ὡς οἱ ἁμαρτιῶν βορβόροις ἐγκαλινδούμενοι καὶ τοιούτων ἀποβαίνουσιν ὀδμῶν ἄξιοι. Προσθήσω ταῖς κεφαλαιώσεσι ταύταις καὶ ὡς ἡ ξηρὰ κοίτη, ἐπὶ πλέον παραμείνασα, ὀψέ ποτε ὑπὸ θεοφιλῶν ἐξεθεραπεύθη ἀνδρῶν, ὥσπερ καὶ ἡ γυμνιτεία, ὧν οὐχ ἡμεῖς δαψιλῶς εἴχομεν μόνοι, ἀλλὰ καὶ πάντες οἱ μεθ' ἡμῶν, καὶ ὅτι καὶ ἀπὸ τῶν ἐχθρῶν παρηγάγομέν τι κέρδους, αἱμύλα κωτίλαντες καὶ βαθέα, ὧν οὐκ ἂν ὤκνησέ τις μεμνῆσθαι διὰ τὸ ὑπογλάφυρον, εἴπερ ἦν καιρὸς ἐνταῦθα περιηγηθῆναι καὶ αὐτά. Καὶ ἀφαίρεμα μέν τι τῶν ἐξ ἡμῶν, ἡμίονον θετέον εἰπεῖν ἢ βίβλον μίαν γοῦν ἢ στρῶμα ἢ ἄλλο τι τῶν ἡμετέρων, ἐκσπάσαι τοῦ κατ' αὐτοὺς χάους οὐκ ἔσχομεν, χρυσίνους δὲ πεντήκοντα ἐπορισάμεθα, οὐ πάντῃ φορμίσαντες ἀδώρητα· ὅθεν ἡμῖν ἡσυχαία τις ἀνάστασις τοῦ κατὰ παντελῆ πτωχείαν γέγονε πτώματος, τοῦ Μυροβλύτου καὶ ἀλλοίαν ἐπίρροιαν παντοίαν πλημμύροντος, καθὰ καὶ ἐξ ὠκεανοῦ τινος, ἀφ' οὗ καὶ ἡμεῖς ἐζήσαμεν καὶ τὸ τῆς πόλεως δὲ ἅπαν περιλειπόμενον. Οὐκ ἂν γάρ τις ματαιωθείη καὶ εἰς ἰουδαϊκὴν ἐκκυλισθείη ἀχαριστίαν, ὡς τολμῆσαι προενεγκεῖν τῶν χειλέων ἀκερδὴς ἐκ τοῦ Μυροβλύτου ἀπεκβαίνειν τά τε εἰς τροφὴν καὶ λοιπὰ δέ τινα. Καὶ ταῦτα μὲν ἡμῖν παρεκβεβάσθω συμμέτρως καὶ οὐδὲ πάνυ ἔξω τοῦ δέοντος· οἱ δὲ βάρβαροι πληρώσαντες τὴν πόλιν ὅλην, ἐξ αὐτῶν τῶν ἑῴων πυλῶν ἀρξάμενοι, ἐθέριζον τοὺς καθ' ἡμᾶς καὶ συχνὰ ταῦτα δράγματα ῥίπτοντες σωροὺς ἐστοίβαζον, ἐξ ὧν Ἅιδης φιλεῖ σιτούμενος. Καὶ οἱ μὲν ἐπὶ τῶν ἀμφόδων φεύγοντες ἔπιπτον περὶ αὐτὰς καὶ ἅμα ἐγυμνοῦντο σκυλευόμενοι· καὶ οὕτως αἱ ἀγυιαὶ εἰς οἰκτρὰ ἐσχεδιάζοντο πολυάνδρια, ἡλίου ἐφορῶντος ἃ μὴ ἔπρεπεν. Οἱ δὲ ἐν ταῖς οἰκίαις παρέμενον αὐταῖς εἰς ἀδιεξόδευτον· καὶ οὐκ ἦν εὑρέσθαι οἰκίαν, ἣν οἰκῶν ἄνθρωπος ἠλεήθη, πλὴν εἰ μὴ ἄρα πλῆθος εἶχεν ὁ οἶκος. Ἐκείνου γὰρ οἱ μέν τινες ἔπιπτον ἔσω, οἷς καὶ ἦσαν αἱ οἰκίαι αὐτῶν τάφοι αὐτῶν, παραθεῖναι τὸ ψαλλόμενον, οἱ δὲ διεκχυθέντες εἰς φυγὴν τῇ τοῦ πολέμου τύχῃ ἐπεδίδοντο. Καὶ τέως μὲν ἁπλοῖ ἔκειντο οἱ ῥιπτόμενοι, μικρὸν δὲ ὅσον τῶν πολεμίων ῥαϊσάντων 114 τῆς ἄγαν ἐντρεχείας καὶ ὑποπαιζόντων πικρότερον κατὰ γαίας, ὃ δὴ λέγεται, κωφῆς καὶ ἑτεροῖα νεκριμαῖα ἐπέκειντο. Καὶ ὁ μέν τις νεκρὸς ἄνθρωπος ὄνῳ κειμένῳ συνεδυάζετο, ἕτερος δὲ κύνα εἶχε συμπαρακείμενον. Καὶ τούτων τὰ πλείω καταπεπαιγμένα ἦσαν ὡς εἰς διάθεσιν συμπλοκῆς καὶ φιλήματος. Ἄλλος ὁμοῦ ἦν αἰλούρῳ κατοικιδίῳ· οὐδὲ τοιούτων γὰρ τὸ βάρβαρον ἐφείδοντο, καὶ μάλιστα κυναρίων, ὡς καθυλακτούντων καὶ ἐπιτρεχόντων· διὸ καὶ αὐτῶν ἡ καθ' ἡμᾶς πόλις ἐσπάνισεν. Εἴ τι δέ που καὶ περιλέλειπτο, ἀνδρὸς μὲν Ῥωμαίου κατεβάϋσεν ἂν καὶ κατέδραμε, Λατίνῳ δὲ ὑπεξεχώρει κνυζώμενον. Κατέγνω γὰρ καὶ τὰ τοιαῦτα οἷ κακοῦ ἦσαν. Καὶ εἶχε παροιμιάσασθαί τις τότε κατὰ τοὺς ἐν Σερίφῳ σιγῶντας βατράχους καί τινας τοιούτους Ἰταλοὺς τέττιγας, οὕτω καὶ κύνας ἀφώνους τοὺς παρ' ἡμῖν. Καὶ ἀμφόδους μὲν κατατρέχεσθαι καὶ οἰκίας οὐκ εὖ πάσχειν οὐκ ἂν εἰς μάχης καινοπράγημα θείη τις, θείους δὲ ναοὺς τυραννεῖσθαι, ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Καὶ ὅσους μὲν ἱεροὺς ἄνδρας, τεθωρακισμένους οἷον ταῖς ἁγιωτέραις τῶν στολῶν, κατέκοπτον, τοὺς πλείους εἰς θάνατον, τοὺς μὲν ἐπ' αὐτοῦ τοῦ ἐνθέου βήματος, τοὺς δὲ καὶ ἐκτός, ὅποι τύχῃ εὕροιεν οἱ φονευταὶ ἐνστάτας παρὰ Θεῷ, καὶ ὅσον δὲ λαϊκόν, οἳ τοῦ στόματος πλήρους ὄντος τοῦ «κύριε ἐλέησον» ἀπηράσσοντο τὰς κεφαλάς, ἐπανακρινόμενοι τί τὸ «κύριε ἐλέησον» καὶ γελώμενοι. Αἱ δὲ κατὰ λαγνείαν χρανθεῖσαι, σεμναὶ γυναῖκες ἐν τοῖς ἱεροῖς καὶ εἰς ἁγνείαν ἐπηρεασθεῖσαι, ἰδού εἰσι, καὶ πρεσβευέτωσαν κατὰ τῶν αἰτίων, αἱ ὑπὸ γάμου ζυγόν, αἱ διὰ παρθενίαν ἄνετοι, αἱ νύμφαι τοῦ Θεοῦ. Καὶ μιᾷ μὲν ἕνα τινὰ συγχρωσθῆναι εἴη ἂν μεῖόν τι κακόν, αἱ δ' ἐν τοιούτοις κοιναί, καθά τις ἂν εἴποι, ἀμίδες οὐκ ἂν εὕροιεν κλαυθμὸν ἐπάξιον. Ἔχω καλόν τι ἐνταῦθα τῶν βαρβάρων εἰπεῖν, ὅτι φονεύειν τοὺς ἐν τοῖς ἱεροῖς ἐπιβαλόμενοί τινες ἀπέσυρον αὐτοὺς ἔξω γοῦν, καὶ οὕτω καθῄρουν τοῦ ζῆν, μετριάζοντες τὸ κακόν. Οἱ δὲ τοῖς θείοις ἐνυβρίζοντες καὶ τὰ μὲν τῶν σεβασμίων τυπωμάτων κατασχίζοντες, ὅσα μηδέν τι γλαφυρὸν ἐκ τιμίας ὕλης εἶχον, τὰ δὲ ψιλοῦντες τοῦ κατ' αὐτὰ κόσμου μετὰ πληγῶν, οὔτε ταῦτα δρᾶν διεγνωσμένοι ἐχώρουν εἰς εὔφημον ἡμετέραν μνήμην, καὶ νῦν δὲ εἰς νοῦν ἐλθόντες ἡμῖν ἀποπτύονται. Καὶ πῶς γὰρ ἄν τις γυμνοῦσθαι ἀνθρώπους ἐπ' ἐκκλησίας μαθὼν καὶ ἀχθόμενος ἀνάσχοιτ' ἂν μὴ οὐ χόλῳ διαρραγῆναι, γύμνωσιν κειμηλίων θείων ἐγνωκώς; Ὢ Θεοῦ ἀνεξικακίας, εἰ βάρβαρον ἄνδρα κατὰ τῆς ἱερᾶς καὶ φρικτῆς τραπέζης ἀναπηδήσαντα καὶ ἐκκαλύψαντα τὴν αἰδὼ καὶ ἐνουροῦντα εἰς 116 ἀκοντισμὸν ἀφῆκε ζῆν ἀνεχόμενος. Ὦ σταυροὶ τίμιοι, τὸ ἡμέτερον κράτος, ὅσοις καὶ ὑμῶν οἱ μιαροὶ ἐνέπαιξαν. Καὶ ἡ θεία δύναμις ἀτρεμοῦσα οὐκ ἔσθ' ὅπως οὐκ ἐξεγερθήσεται. Τί ἄν τις ἐνταῦθα ἐκθείη καὶ ταύτην μιαρίαν, ὡς τοῖς μὲν ἐξ ὑέλου ἐκκλησιαστικοῖς λαμπτῆρσιν ἐνεούρουν οἱ ἀσύντακτοι, ὅσα καὶ οὐράναις, εἴποι ἂν ἡ τραγῳδία, τοῖς δὲ τῶν οὔρων δοχείοις οἷα καὶ ποτηρίοις ἐκέχρηντο; Οἵ γε καὶ κατὰ φρεάτων ἀφιέντες προρρέειν τὸν τοῦ κατ' αὐτοὺς ἀσκοῦ προύχοντα πόδα, εἶτα ὑδρευόμενοι ἔπινον τοῦ μιασμοῦ καὶ τοῦτο πάλιν καὶ πάλιν, καὶ εἰσαεὶ κύκλον τοῦτον ἑλίττοντες ἀσελγῆ. Ἀλλὰ τοῦτο μὲν εἴη ἂν καὶ γελοῖον παραρριφὲν εἱρμῷ τινὶ καὶ αὐτό. Ἃ δὲ ἀνόπιν συγγεγράφαται, ἀλλ' ἐκεῖνα μυρία προκαλοῦντα δάκρυα· ὁποῖον καὶ τὸ τοῦ Μυροβλύτου, οὗ τῷ τάφῳ ἐμπεπαικότες μετὰ πελέκεων οἱ τοιούτων εἰς ποινὴν ἄξιοι, τόν τε πέριξ ἐπιπολάζοντα κόσμον ἐξ ἀργύρου κατέκοψαν καὶ τὸν ὑπὲρ κεφαλῆς δὲ περιείλοντο χρύσεον στέφανον καὶ μὴν καὶ τὸν ἕτερον ἀπήγαγον τοῖν ποδοῖν, ἵνα τάχα τὸ ποδῶκες τῆς ἐξ ἐκείνου δίκης ἐκκλίναιεν. Κἂν ἐξέπραξαν ἐς τὸ πᾶν, εἰ μὴ τὸ θεῖον ἀντέβη καὶ ταχὺ ὁδηγῆσαν τοὺς κρείττονας ἔν γε τοῖς βαρβάροις εἰς κωλύμην κατεπέτασε τοῦ κακοῦ. Εὐνοῦχος γὰρ τοῦ ῥηγός, ἀμιρᾶς τὴν ἀξίαν, πράττειν ὀξὺς καὶ θερμός, οἷος φόβον βαθὺν καταπέμπειν οἷς ἂν ἄγριος προσενεχθείη, ἔφιππος εἰσελάσας, ὡς οὐκ ἄν τις ἐλπίσοι, ἕως εἰς βαθὺ τοῦ θείου ναοῦ, ὡς μὲν οἱ πολλοὶ ἐνόμισαν, διὰ περιφρόνησιν καὶ αὐτὸς κατ' ἐκεῖνον, ὃς ἐν τῇ τῆς μητροπόλεως καθολικῇ καθιππεύσας τόν τε ἵππον ἀπέβαλε συγκατενεχθεὶς θραυσθέντα καὶ αὐτὸς οὐκ εὖ ἀπήλλαξεν, ἀληθῶς δὲ κατὰ προμήθειαν, ἵνα καὶ ῥᾷον οὕτω διὰ τῆς πυκνότητος τοῦ λαοῦ παρεισδύοιτο φευγόντων ἑκάστων συμπατηθῆναι τῷ ἵππῳ, καὶ ἄποπτος δὲ ὢν βλέποιτό τε καὶ ἀντιβλέποι τοὺς κακουργοῦντας, καὶ οὕτως αὐτοὺς ἀμύνοιτο· εἰσδραμὼν γοῦν ὁ εὐνοῦχος οὕτω μετ' εὐγενοῦς ἵππου καὶ τὴν μετὰ χεῖρα σιδηρέαν κορύνην κατάγων, συνεπιλαμβανομένων ἅμα καὶ τῶν ἐφεπομένων θεραπόντων, οἳ καὶ αὐτοὶ σφοδροὶ δρᾶν ἦσαν, φόνους τε πολλοὺς ἐκώλυσε καὶ γυμνώσεις ἀνδρῶν τε καὶ γυναικῶν, ἃ δὴ ἑτέρωθι κωλυθῆναι οὐκ ἔσχε, καὶ τοὺς ἐπιβούλους δὲ τοῦ ἁγίου τάφου ἀπήγαγεν, ὡς οὐκ ἂν ἐκεῖνοι ἤθελον, κερδήσαντας μόνα (μυρία δὲ ἦσαν ἐκεῖνα) ὅσα πρὸ αὐτοῦ κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθολικαῖς, οὕτω καὶ ταύτῃ οὐκ ὀλίγῃ μοίρᾳ τοὺς ζῶντας 118 ὁ πνιγμὸς ἐδικαίωσεν, ὧν ὁ ἀριθμὸς ἐρίζοι ἂν πρὸς τοὺς ἐπ' ἀκροπόλεως πεπνιγότας, ὡς ἡ ἀρχὴ τοῦ λόγου συνέγραψε. Τί ἂν λέγοιμι τοὺς τῶν τεγέων οἴκων ἄνωθεν καθαλλομένους ἐπὶ μελέτῃ θανάτου, ὅτε τὸ μέγα κακὸν καὶ αὐτοὺς περιεστοίχιζεν; Οἳ πτερύξασθαι εἰς αἰθέρα μὴ ἔχοντες, οὗπερ ἐφίεντο ἄν, τὸ τῶν βαρέων ἔπασχον καὶ ἐλάκουν εἰς θάνατον ἐκ μετεώρου κατασκήπτοντες. Τί δὲ τοὺς κατὰ φρεάτων ὡσεὶ καί τινος Κωκυτοῦ καὶ Ἀχεροντίου ὕδατος βυθιζομένους ἄνδρας τε καὶ γυναῖκας, τοὺς μὲν φόβῳ τοῦ μὴ ἄλλῳ πεσεῖν θανάτῳ, τὰς δὲ καὶ κατὰ σεμνότητα; Καινὸν δὲ οὐδὲν οὐδὲ ἡ τοιαύτη ἔμπτωσίς τε καὶ κατάπτωσις παρ' ἀνθρώποις, οἳ μὴ μόνον πέτρας εὔχοντο ἂν ῥαγῆναι εἰς ὑποδοχὴν αὐτοῖς καὶ βουνοὺς εἰς κρύψιν κατακυλισθῆναι καὶ οὐρανὸν δὲ αὐτὸν ἐπικαταπεσεῖν, ἀλλά που καὶ χάος καὶ τάρταρον ἐφαντάζοντο εἰς κατάδυσιν καὶ βίου κατάλυσιν. Τὸ γὰρ καθ' ἱστορίαν βάραθρον καὶ οἱ κρημνοὶ μικρὰ καὶ αὐτὰ ἦσαν τοῖς ἀφαντωθῆναι θέλουσιν. Ὤ μοι καὶ τῶν λίθων, οἵπερ ἐπαφιέμενοι τοῖς τοιούτοις πρὸς τῶν βαρβάρων ἀνανεύειν οὐκ ἀφίεσαν, ἀλλ' ἐπιπωμάζοντες κατεχώννυον τοὺς ἐλεεινούς. Οὐαὶ τότε καὶ ὅσαι κατὰ γαστέρων εἶχον, ἃς ἐν τῷ φεύγειν βαρύνων ὁ κατὰ φύσιν φίλιος φόρτος ἐξ ὀλιγηπελίης κατέρριπτε συμποδίζων εἰς Ἅδην, φθανούσας τὸν διὰ ξιφῶν ὄλεθρον. Οἰκτρὸν δὲ τούτων οὐκ ἔλαττον καὶ μητέρες, αἷς φευγούσαις καὶ ἁπαλοὶ παῖδες συνέτρεχον. Καὶ τέως μὲν ὁμοῦ ἦσαν, ἐπισπέρχοντος δὲ τοῦ κακοῦ, ἐνίκων τὸν δρόμον αἱ μητέρες, δυστυχῶς γε τοῦτο καὶ μάλα. Ἐπιστραφεῖσαι γὰρ ἢ οὐκέτ' ἔβλεπον τοὺς ποθουμένους ἀνθαμίλλους, Ἡρώδου δή τινι ψήφῳ περιπεπτωκότας, ἢ ἔπιπτον καὶ αὐταὶ πρὸς τῶν ἐπικαταλαβόντων, μισούμεναι, ὅτι μὴ ἐκείνων πρὸς ἔρωτα ἐπεστρέφοντο, ἀλλ' ἔκλαιον τὸν ὕστατον δόλιχον, ὃν οἱ παῖδες ἐστείλαντο. Ἔφευγον καὶ πατέρες, νεογνὰ μητέρων ὀρφανὰ ὀπίσω ἀφιέντες. Καὶ αὐτὰ μὲν ὡς ἐπὶ σωτηρίᾳ ἐγοῶντο, οἱ δὲ μὴ ἐπιστρεφόμενοι ἔθεον, καὶ ἡ φύσις ἐβόα κενά. Εἰ δὲ καὶ ἐξέδραμον ἐκεῖνα συμφεύγειν, αὐτὰ μὲν ἐποίουν τὸ δυνατόν, ὁ δὲ γενέτωρ ἦν ὁ αὐτὸς τοὺς πόδας, τοῦ κατὰ θάνατον φόβου τὴν φυσικὴν ἐκνικῶντος στοργήν. Καὶ εἴπερ ὁ τεκνωσάμενος περιποιήσεται ζωήν, ἀλλ' αὐτὰ συμπατούμενα καὶ πρὸς βίαν σκαρίζοντα ἐξώλλυντο εἰς ἐπιθήκην τῶν κατ' ἄνδρας νεκρῶν. Οὕτω καὶ θρέμμα τραχύ, λύκων ἐπιτρεχόντων, ἀφίησι τὰ οἰκεῖα νεογιλὰ καὶ φεύγει, καὶ ὁ λύκος οὐκ οἶδεν οὐδενὸς φείδεσθαι. 120 Κλαίω δ' ἐνταῦθα ἐγώ, ἀναπολήσας εἰς νοῦν ὡς καὶ ἡμεῖς ἅπαντες οὔτως ἐφεύγομεν, οἷα σφαγῆς πρόβατα, οὔτε ποιμένος προμαχοῦντος οὔτε μὴν μισθωτοῦ. Καὶ μακάριον εἴπερ ἐφεύγομεν διὰ τέλους. Νῦν δὲ ἀλλὰ μικροῦ δέον οἱ πλείους τοῖς τῶν λύκων περιεπίπτομεν στόμασι. Μυρία δὴ ταῦτα πτώματα, καὶ οἷα πόλιν ἀποκενοῦν εὐφοροῦσαν ἦν ὅτε οἰκητόρων ἀγαθῶν. Καὶ μετροῖντο ἂν οἱ οὕτω πολυτρόπως πεσόντες ὑπὲρ χιλιάδας ἑπτά, ὡς οἱ περιελθόντες ἐστοχάσαντο πρὸς δυνατὴν ἀκρίβειαν, σύν γε τοῖς ἐκ Βουλγάρων πεζοῖς καὶ ὅσοι τοῦ στρατιωτικοῦ συνέπεσον. Οἱ δὲ βάρβαροι περιεργασάμενοι ἄλλως εἰς πέντε χιλιάδας ἠρίθμησαν τὸ κακόν, μήτε τοὺς πεπνιγμένους συγκεφαλαιωσάμενοι τούτοις μήτε δηλαδὴ τοὺς ἐπ' οἴκων πεσόντας, ἀλλὰ μόνους ἀριθμῷ δεδωκότες ὅσους αὐτοῖς ἐκθέτους κειμένους ἥλιος ἔφηνεν. Ἐνταῦθα δάκοι ἂν καρδίαν ἀνδρὸς φιλοίκτου καὶ ὅτι τοὺς κειμένους ἔν τε ταῖς ἀμφόδοις καὶ ἐν τῇ ἀκροπόλει ἀλόγοις ζῴοις ἀναμιγνύντες κατέκαιον οἱ ἐχθροί, τὸ μισάνθρωπον ὀψὲ καὶ τοῦτο δράσαντες. Τὰ πρῶτα γὰρ ὑφ' ἡμῶν παρακαλούμενοι καταχῶσαι τοὺς νεκρούς, μὴ καὶ θέα δυσπρόσωπος ἔκκεινται καὶ ἀποφορὰς δὲ νοσερὰς ἀτμίσωσιν, ἐθάδες τοιούτων αὐτοὶ ἔφασαν εἶναι καὶ χαίρειν τοιαύταις θέαις τε καὶ ὀδμαῖς. Οἱ μὲν δὴ πολλοὶ φόνοι καὶ αἱ σφοδραὶ ἁρπαγαὶ καὶ τὰ πλείω κακὰ δοκοῖεν ἂν λῆξαι μετὰ μεσημβρίαν τῆς ἡμέρας, καθ' ἣν ἡ ἅλωσις, ἐξ ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις φράσαι, ὡς μηδέν τι ἐλλεῖψαι· ὅσα δέ ἐστιν ἐπιλέξασθαι, αὐχήσωμεν ἂν καὶ αὐτοὶ ἱκανοὶ ἔσεσθαι ἀπογράψασθαι. Πάντες οἱ ἔξω ἱππόται καὶ οἱ ναύαρχοι δέ, ἀκολούθως δὲ καὶ οἱ ἀμφ' αὐτούς, ἀνακαθήραντες ἤδη τὰ σφίσι φοβερὰ καὶ μισήσαντες εἰς πλέον αἰθριοκοιτεῖν, ἔπλησαν ἀδεῶς τὰς οἰκήσεις τῆς πόλεως, τὰς μὲν μείζους κατὰ κεφαλὰς καὶ ὅσοι περὶ αὐτάς, τὰς δὲ ἐλάττους κατά τινας ἴλας ἑτέρας, ὅσαις ἦν σύμμετρον τὸ κατάλυμα. Καὶ τὸ ἐντεῦθεν αὐτοὶ μὲν ἦσαν οἴκων εἴσω, τὸ δὲ πολιτικὸν ἅπαν σύστημα ἐπλάζετο, ἐν οἷς καὶ ἡμεῖς. Καὶ τὸ μὲν βάρβαρον ἐνέμετο τὰς ἐπ' οἴκων ἐνθέσεις, οἱ δὲ οἰκοδεσπόται ἀπελήλαντο καὶ περιενόστουν ὧδε κἀκεῖ πεινῶντες, διψῶντες, ῥιγοῦντες, ὅτι καὶ γυμνοί. Καὶ εἴθε μὲν γυμνοί, ὡς ἄν που καὶ ἐλεοῖντο ἐκ τῶν γυμνωσάντων· νῦν δὲ σοφιζόμενοι τὴν ἔνδυσιν διὰ τὸ ἄλλως κατ' ὄψιν αἰσχρὸν οὐκ εἶχον ἔλεον, οἷα τῆς ἀνάγκης ἑκάστῳ, εἰ καὶ ἄναλλον, ἀλλ' οὖν τινὰ στολὴν ἀφοσιούσης, ὁποίαν ἰδὼν ὁ μὲν ἔξω πένθους γελάσοι ἂν διὰ τὸ 122 σκηνικώτερον, ὁ δὲ συγγεγευμένος τοῦ πάθους οὐκ ἂν ὀκνήσοι μὴ ἐκθανεῖν λυπούμενος. Ἐτρύπησέ τις ψίαθον καὶ περιβαλόμενος ἔκρυπτε μόγις τὴν προσθίαν αἰσχύνην καὶ ἠγάπα οὕτω καλυψάμενος, εὐδαίμων αὐτὸς τῇ πρὸς ἑτέρους παραβολῇ, ὅσοι τὸ κατὰ χεῖρα θέναρ καὶ τὰ δάκτυλα καθά τι παραπέτασμα προθέμενοι καὶ κρύπτοντες ἅπερ ἐχρῆν ἠρκοῦντο, μὴ ἔχοντες ὅ, τι πλέον δράσουσι. Καὶ ἦν μὲν καὶ αὐτὸ οὐ θέας ἄξιον· εἰ δὲ καὶ γυναῖκες τοῦ πάθους ἐκοινώνουν τοῦδε, τί δὴ ἔλαμπεν ἥλιος, ὡς καὶ τοιαῦτα καθορᾶν; Ἀλλ' αὐτὸς μὲν εἶχεν ἄλλως ἐνδείκνυσθαί τι καλόν, ἐκτρέπων τοὺς αὐταῖς ἐνυβρίζοντας, ὁ δὲ ἐπιὼν ἕσπερος πάνδεινα ἐποίει, σκότον προβαλλόμενος εἰς ἀποκρυφὴν καὶ ἀναίδειαν. Ἡ μὲν γὰρ ἡμέρα εἶχέ τι σῶφρον δέει τῶν ὑπερεχόντων, ἡ δὲ νὺξ ἐπαρρησίαζε τὰ μὴ ὅσια. Ἦν τις τότε καὶ ὃς ῥάκος εὑρηκὼς παρερριμμένον που ἀποκαθημένης τυχὸν ἢ καὶ ἀλλοῖον, ὁποίοις πολλοῖς αἱ λεωφόροι κατέστρωνται, καὶ συχνὰ τοιαῦτα συγκεκρουκὼς εἰς ῥαφήν, ὡς εἶχε, καὶ λεντίου τρόπον συσκευασάμενος, ἄκων ἤθελε τὴν ἀσυνήθη περιστολήν. Ἄλλοι συνθέματα ἐρεᾶ μαδῶντα ἐξευρίσκοντες καὶ ἐναπτόμενοι, κοιλίαν μὲν καὶ ῥάχιν καὶ τὰ κατωτέρω ἔσκεπον, σχοίνῳ σαθρᾷ καὶ ῥυπαρᾷ τῇ ἐκ φιλύρας ἢ τοιοῦδέ τινος περιζωσάμενοι, τὰ δὲ λοιπὰ ἐν χρῷ κατ' αὐτὴν σάρκα τῷ ἀέρι γινόμενοι. Ἱματισμένον δέ τινα ἰδεῖν τὸ ὅλον ὅμοιον ἦν ὡς εἰ καὶ ῥῆγα εἶδεν ἢ ἄλλον ἄνδρα λαμπρότητος. Πόρναις μόναις ἐνέλαμπε κάλλος ἱματισμοῦ, αἳ τοῖς ἱεροῖς πεπλώμασιν ἠγλαΐζοντο, εὐπάρυφοι τοῖς μιαροῖς ἐρασταῖς παρομαρτοῦσαι καὶ βλεπόντων ἡμῶν παρρησιαζόμεναι τὴν ἁμαρτίαν καὶ συγκαταχορεύουσαι. Ὢ κἀνταῦθα θείας ἀνοχῆς. Αἱ δὲ κεφαλαὶ τοῖς μὲν πλείοσιν ἦσαν ἀκατακάλυπτοι, τῶν Λατίνων οὕτω σκευωρησάντων, ὡς ἂν ἔχοιμεν τὸ ὁμόστολον. Καὶ τοῦτο μὲν οἱ δυνάμενοι ἔπασχον· ὅσοις δὲ τὰ τῆς κεφαλῆς οὐκ εἶχεν ἀπαθῶς, ἀλλ' ἔδει κατακεκαλύφθαι αὐτὰς διὰ τὸ ἄρρωστον, ἀλλ' αὐτοὺς βλέπων τις παντοῖος ἂν τὴν λύπην γένοιτο, τῇ ποικιλίᾳ τῶν βλεπομένων συμπεριαγόμενος. Πῖλον μὲν γὰρ ἀσκητὸν περιτεθεῖσθαι οἱ εὐτυχέστατοι κατεπλούτουν, τῶν δ' ἄλλων οἱ πλείους ψιάθων πλέγματα ἢ σχοίνων ἢ καλάμης ἐσχεδίαζον εἰς τοιαύτην σκέπην, τὰ πολλὰ καὶ διατετρημένα τὴν κορυφὴν κατὰ καπνοδόκην, τὰ μὲν εὐρῶτος καταβοσκησαμένου, τὰ δὲ καὶ κατὰ βαρβαρικὸν ἄθυρμα, οὐκ ὀλίγα δὲ καὶ πρὸς τέχνην, ἵνα διὰ τοῦ τρήματος ὁ πῖλος, οἷα καί τις χώνη τοῖς διψῶσιν ἐνερεύγηται συμβολήν. 124 Καὶ ἦσαν οἱ πάντες ἐκ τῶν τοιούτων στολισμάτων, ὧν πολλοῖς ἐνέλαμπον ὡς οἷά τινες πορφύρεοι λίθοι πληγαὶ πορφύρουσαι τῷ ἐξ αἵματος λύθρῳ, θέαμα καὶ δυσπρόσοπτον καὶ δυσείκαστον, τὸ μὲν οἷς ἐκ νερτέρων ἥκειν ἐδόκουν σκιαί τινες ἀΐσσουσαι, τὸ δ' ὅτι τοὺς κατὰ φύσιν χαρακτῆρας οὐκέτ' εἶχον διὰ τὸ ἔνδον που ἀναχωρῆσαι ἢ καὶ τέλεον ἐκλιπεῖν τὸν φίλιον χυμόν, δι' οὗπερ ἐξανθεῖ τὸ ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς καὶ διάφορον κατ' οὐδέν. Ἰτέον ἐπὶ τὰς ἐκκλησίας καὶ θεωρητέον τοὺς τοιούτους καὶ ἐκεῖ καὶ ἐρωτητέον τίς ἄρα ἐν τούτοις ὁ πλούσιος ἢ πένης, καὶ ὅσα τοιαῦτα. Ἀλλὰ τίς μὲν ἱερᾶται; τίς δὲ ἐπὶ τοῦ ἀναγινώσκειν ἐστί; τίς δὲ τοῦ λαοῦ εἶναι εἴληχε; Πάντες γὰρ εἶδος ἓν καὶ μορφὴ ἡ αὐτή· κἂν εἰ μή τις ἀποκριθεὶς τῶν ἄλλων τὸ ἱερὸν εἰσέλθοι βῆμα, στησόμενος εἰς εὐχάς, καί τις ἄλλος εἰς τὸν ἱερὸν ἀνέλθοι ὀκρίβαντα ψαλμοῦ χάριν, οὐκ ἦν διάκρισις τούτων τε καὶ τῶν τοῦ λαοῦ. Εἶχον δέ τι πάντες οὗτοι σεμνόν, εἰ καὶ ἄλλως λυπηρόν· λελυμένοι γὰρ ἐκ τῶν ποδῶν πάντες τὰ ὑποδήματα τῶν τοῦ ἁγίου οἴκου κρηπίδων ἐγίνοντο. Σκοπητέον καὶ τὰς ἑκάστων τροφὰς καὶ γνωστέον ὡς ἐκ τῶν συμφυλετῶν μὲν οὐκ ἦν ὅ, τι καὶ λάβοιεν, πάντων ἐξ ἴσου πεινώντων, τῶν δὲ Λατίνων ὀλίγοι μέν τινες ἐχορήγουν ὀβολοὺς τοὺς παρὰ σφίσιν, ὅθεν ἦν γλίσχρως ἀποζῆν, οἱ δὲ πλείους διάβολον ἐπικαλοῦντες τὸν ἐπαιτοῦντα, τοῦτο δὴ τὸ παρ' αὐτοῖς εὐχορήγητον, ὕβρεις ἐδίδουν ὡσεὶ καὶ ψωμόν, καὶ κόνδυλον ὄψον ἐπ' αὐταῖς. Καὶ ὁ ἔλεος μὲν οὕτως ἦν δυσεύρετος, δίχα γε τῶν ἐκ τοῦ Μυροβλύτου, ὅς, καθὰ καὶ προσυγγέγραπται, πάντας τοὺς πολίτας ἔθρεψεν εἰς ὅσον ἐχρῆν. Εἰ δέ τις καὶ εὐπορηκώς ποθεν ἐθέλοι τιμήματος πορίσασθαι τὸ τρέφον, βαβαὶ τῆς βαρβαρικῆς ἀπανθρωπίας. Ἰουδαίῳ μὲν γὰρ καὶ Ἀρμενίῳ, οὓς ἡ ἀγχιτέρμων Κρανία καὶ ὁ Ζεμενίκος φέρβουσιν, ἐπεμέτρει ἐς ὅσον τε καθῆκον ἦν καί τι καὶ εἰς ὑπέρμετρον, ἑαλωκότι δὲ πολίτῃ ἐλάχιστον, εἴ που καὶ ἐπιστραφείη αὐτοῦ. Ἀρτίδιον γοῦν περιηγμένον ὡς εἰς κρίκον, ὅσον ἂν ἀντίχειρ καὶ λιχανὸς διαγράψαιεν, τριῶν χαλκῶν στατήρων ἀπεδίδου τῷ ἐλεεινῷ πολίτῃ, μόλις ὀβολοῦ ἀξιούμενον. Ἀλλ' ἅμα ὑπεκρουσάμην Ἀρμενίους καὶ ζέσιν ἔπαθον περικάρδιον, ἐννοησάμενος ὁποῖα κακὰ καὶ αὐτοὺς ὁ βάσκανος δαίμων ἡμῖν προσέθετο, ἔξω μὲν πρὸ τῆς ἁλώσεως ἓν ὄντας τοῖς πολεμίοις καὶ θερμοτέρους ἐκείνων εἰς τὰ καθ' ἡμῶν ἀποδεικνυμένους κακὰ ἐν ἐφόδοις, ἐν λόχοις, ἐν προόδοις ταῖς εἰς λείαν, ἐν μηχαναῖς, ἐν ἐκφάνσεσι τῶν λανθανόντων, ἔσω δὲ δεσπό 126 ζοντας ἡμῶν καὶ αὐτούς, ἀπειλουμένους, ἐπιτάσσοντας, ἀποστεροῦντας, τύπτοντας, ἄγχοντας τοῖς ὠνίοις. Ἀρτίσκον γὰρ παλάμῃ περιληπτόν, ὃν ὀβολοῦ ἄν τις τιμήσαιτο, πολλοῦ αὐτοὶ ἐσταθμῶντο, καὶ λατινικῶς καὶ αὐτοὶ ἡμᾶς ἀπέπνιγον. Καὶ ἀπολώλαμεν ἂν τηνικαῦτα, εἰ μὴ τὴν ὀπώραν κατ' ἄμμον πληθύνας ὁ Θεός, ἐν αἷς καὶ τὰς σταφυλάς, ἃς ἄλλων κεκοπιακότων ἕτεροι ἔδρεπον εἰς τοὺς κόπους ἐκείνων εἰσερχόμενοι, ἔθρεψε καὶ ἡμᾶς. Μὴ γὰρ ἐπὶ νοῦν ἀγέτω τις ἄλλο τι ἐς τροφὴν καὶ τρυφὴν ἐνδεδαψιλεῦσθαι ἡμῖν. Ὧν ἐκθλιβομένων μὲν οἶνον εἴχομεν, εἰ καὶ πνευματίαν ἐκεῖνον καὶ βρόμιον καὶ οὐ προσηνῆ πρὸς ὑγίειαν, ἀλλ' οὖν παραμυθητικώτερον ὕδατος, καὶ ἀλλοίαν δὲ τροφήν, ναὶ δὲ καὶ ἱματισμὸν τῇ ἀπεμπολήσει, καὶ εἴ τι δὲ ἄλλο ῥᾴδιον καὶ πρόχειρον πορίσασθαι. Οἱ δὲ ἐξώλεις Ἀρμένιοι λέγεται καὶ καταμιαίνειν ἡμῖν τοὺς ἄρτους. Ἦν δὲ αὐτὸ οὐχ ἱκανὸν τοὺς πτωχοὺς ἐκτρέπειν τοῦ προσίεσθαι τὰ πωλούμενα· δεινὴ γὰρ ἡ ἀνάγκη τὸ καθῆκον ἐκκρούεσθαι καὶ μόνου τοῦ πρὸς βίαν ἐγκειμένου γίνεσθαι. Τοιοῦτον δέ τινα μιασμὸν διαρρέει φήμη καὶ ἐκ τῶν Λατίνων πάσχειν ἡμᾶς. Ἔλαιον γὰρ πιμελαῖς καὶ στέασιν ἐγκατακεραννύντες ἐγίνοντο τοῖς ἀγαθοῖς Χριστιανοῖς αἴτιοι τοῦ παρανομεῖν τὴν νηστείαν, τὴν κατὰ τὰς Τετράδας καὶ Παρασκευάς, ἵνα μὴ μόνον τὴν τύχην ἡμῖν ἀλλοιώσωσιν οἶς ἡμᾶς κατεδουλώσαντο, ἀλλὰ καὶ τῇ ἁγίᾳ θρησκείᾳ ἐμπαροινήσωσιν. Ὤ, τίς ἂν ἀνάσχοιτο ἐκείνων; Καὶ ὅτε ἡμεῖς μὲν ἐν τῷ τοῦ μεγάλου Μυροβλύτου ναῷ ὕμνους ἱεροὺς ἐτελοῦμεν περιιστάμενοι τὸν περιώνυμον ἐλεήμονα, οἱ δ' ἐν ταῖς πλαγίαις τοῦ ἱεροῦ βήματος τὰ ἑαυτῶν ἐτέλουν, ἀντιφωνοῦντες ἡμῖν καὶ τὰς πολίτιδας φωνὰς ὑπερφωνεῖν ἐθέλοντες βοαῖς κορυζώσαις καὶ ἀπηχέσι, πολλάκις δὲ καὶ ταῖς τῶν καθ' ἡμᾶς θείων εὐαγγελίων ἐκφωνήσεσι πρὸς ἔριν οἱ ἀχαρίτωτοι ἀντεπεξαγόμενοι καὶ συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελῶντο τὰ θεῖα τῇ αὐτονομίᾳ τῶν παρ' αὐτοῖς ἱερέων, ἀνύσαι δὲ ἔσχον οὐδέν, εἰ καὶ ἄλλως ἐκεῖνος ἐῴκει ἐν οὐκ ὀλίγοις ἐθέλειν τὰ ῥωμαϊκὰ τάσσειν ὡς μὴ καταλύεσθαι. Ὅς γε καὶ δικαιοπραγεῖν εἴτε προσποιούμενος εἴτε καὶ πρὸς ἀλήθειαν βουλόμενος ἔν τε τῷ κρίνειν καὶ κολάζειν τοὺς ὑπαιτίους καὶ ἰσότητα διανέμειν καὶ μώλωψι καὶ λοιπαῖς αἰκίαις, ἀλλὰ καὶ σκόλοψι τῶν τινὰς κακούργων τιμᾶσθαι, καὶ τῷ τοῦ ἁγίου τάφῳ ἄργυρον καὶ χρυσὸν ἐχορήγησε, τὸν ἀρκοῦντα εἰς ἀναποίησιν τοῦ ἐλλείψαντος. Καὶ βίβλους δέ, εἰ καὶ μὴ τὰς ἀφῃρημένας καὶ οὐδὲ πάνυ τι εὐχρήστους, ἀλλ' οὖν ὅσας εὐηρεστήθη ἐφιλοτιμήσατο δοῦναι· καὶ πήγματα δὲ κηρῶν ἀργύρεα μεταφορητὰ ἐν ἱεραῖς εἰσόδοις λόγου ἄξια ἐχαρίσατο· καὶ ἡμῖν δέ τινα ζωαρκῆ ἐπένειμε σύν γε καὶ βίβλοις, ἃς οὔτι λίαν ἐποθοῦμεν, 128 καὶ εἰκονίσματα θεῖα, ὧν τὰ πεφροντισμένα τοῖς ἐκείνου ἡμεῖς αὖθις ἐπεμερίσαμεν, αἰτηθέντες καὶ μὴ ἔχοντες ἀπανήνασθαι· ἔτι δὲ καὶ ἱερὰ ἔπιπλα, μὴ γὰρ κρυπτέον τὸ ἀληθές, ἐξ ὧν ἐπικοσμήματός τι πολλαῖς τῶν ἁγίων ἐκκλησιῶν διεμοιρασάμεθα. Τοῦ δὲ κόμητος τούτου ἐκεῖνο μάλιστα τὸ καλόν, εἰ καὶ ἄλλως εἶχέ τι καὶ κακὸν συμμιγές, παρὰ καὶ καλῷ κακὸν θεμένης τῆς φύσεως, κρατῆρα τοιοῦτον κερασαμένης αὐτῷ. Εἶχε μὲν γὰρ τὸ Λατινικὸν ὑπούλως περὶ τοὺς καθ' ἡμᾶς καὶ συχνὸν αὐτοῖς ὑπ' ὀδόντας ὡς ἀνάθεμα τοῖς μὴ κατὰ τὴν ἡμέραν τῆς ἁλώσεως ἅπαν τὸ πολιτικὸν κατασφάξασι καὶ τὸ διὰ τί κεφαλαὶ τοιούτοις ἐπικάθηνται σώμασι καὶ ὅτι τὸ τούτων αἷμα οὐ ποιεῖ σύγκρασιν πρὸς τὸ ἡμέτερον καὶ ὅτι παρακλητεύσομεν τὸν ῥῆγα καὶ πεσοῦνται μὲν πάντες οὗτοι, ἀντεισοικισθήσονται δὲ καταμόνας Λατῖνοι, καὶ οὕτως ἅπαντα καλὰ ἔσονται. Οὐκοῦν ἀκόλουθοι τούτοις ἀπειλαὶ καθ' ἡμῶν καὶ ῥίπισμα ὅσαι ὧραι τοῦ κατὰ τὸν κόμητα θυμοῦ ἐκ διαβολῶν καὶ ἀναφώνησις τῶν ἐνδιαβαλλόντων τὸ αὔριον, αὔριον, καὶ ὁ τοῦ Θεοῦ λαὸς ἅπας εὐθὺς περὶ ἡμᾶς. Καὶ ἦν ἀνάγκη κοπιᾶν καὶ λαλεῖν, καὶ ἐποιοῦμεν οὕτω συχνά, πολυτρόπως πονούμενοι. Καὶ Θεοῦ χαριτοῦντος ἐπείθομεν, καὶ τοῦτο πλειστάκις διὰ τὸ τὸν ἄρχοντα ῥέπειν ἐκεῖσε. Καὶ οὐ πρῴην ἀνήκαμεν, ἕως τὸ τελευταῖον παντοῖοι (οὐ λέγω τὰ εἰς ὁμιλίαν ἀλλὰ δημηγορίαν) γενόμενοι καὶ δικαιολογησάμενοι καὶ οὐδὲ κολακείας ἀπεσχημένοι καὶ χαριεντισάμενοι καὶ ἐμβριθῶς δέ τι λαλήσαντες καὶ μεμψάμενοι μὲν τὴν τῶν συγκλύδων Λατίνων δεινότητα, ἔπαινον δὲ τῶν Θεσσαλονικέων προενεγκόντες καίριον καὶ ὅλως τοὺς λόγους πολυειδῶς ἁρμοσάμενοι καὶ οἰκονομήσαντες πρὸς ἀνθρώπους ἀγρίους κατά τι ἀμυδρὸν ἀπήχημα γραφικῆς ἐλέγξεως καὶ ἐπιτιμήσεως καὶ παρακλήσεως, οἱ καὶ κατὰ καιρὸν εἰρήνης ἐπὶ τῶν ἡμετέρων ἄτολμοι ὄντες ποιεῖν τὰ εὐαγγελικὰ εἰς ἄκρατον, ἵνα μὴ πάσχοιμεν ἀβούλητα, ἐβεβαιώσαμεν τὸν ἄνδρα καὶ εἰς ἔμπεδον καταστήσαντες περιηγάγομεν διομόσασθαι ἦ μὴν μηκέτι φόβον ἐπαρτηθήσεσθαι φόνου ἤ τινος ἑτέρου κακοῦ τοῖς ἑαλωκόσι. Καὶ τὸ ἐντεῦθεν ἀνεπαυόμεθα εἰς ὅσον ἦν ἐγχωροῦν. Ἐνεχώρει δὲ μὴ εἰς τὸ πᾶν παρά γε τοῖς οὕτω μισορωμαίοις Λατίνοις. Ἀλλ' ἐπανιτέον πάλιν ἐκ τῶν τοῦ κόμητος ἐπὶ τὰ πρότερον. Διχῇ διῃρημένων τῶν κατὰ βίον εἴς τε τὰ καθ' ἡμέραν καὶ τὰ νύκτερα, αἱ μὲν ἡμέραι ἡμῖν ἐψεύδοντο τὸ ἥμερον διὰ τὴν ἐν τοῖς Λατίνοις ἀγριότητα, τὴν ἀμυδρῶς 130 ὑπολαληθεῖσαν, οἳ μὴ χωρητὸν αὐτοῖς καὶ ἡμῖν τὸν κόσμον εἶναι κρίνουσι· συναντῶντες γοῦν κατέπτυον, ὤθουν, ἐσκέλιζον, κατέβρεχον ὕβρεις. Συχνὸν ἦν αὐτοῖς ὡς εἰς ἐπῳδὸν τὸ «ἐλθὲ Καλοϊωάννης», μυκτὴρ οὗτος, ὡς ἡμῶν ἐν τῇ πολιορκίᾳ γαυρουμένων μικρὸν ὅσον τὸν βασιλέα Ἰωάννην ἐλθεῖν ἡμῖν ἐπίκουρον. Εἰ δέ τις τῶν συναιχμαλώτων πεζῇ τὴν λεωφόρον τρίβοι (τίς δὲ οὐ τοιοῦτος τότε, ὅτε καὶ ἡμεῖς ἐπάσχομεν οὕτω, κατάκοποι καὶ τὰ σκέλη παράφοροι καὶ τεταραγμένοι καὶ σεσαλευμένοι κατὰ μεθύοντας;), εἰ τοίνυν οὕτω τις περὶ στενωπὸν ὁδεύοι καὶ τύχοι Λατῖνον παρέρχεσθαι ἔφιππον, οὐκ ἂν ἐκεῖνος φείσαιτο καταπατῆσαι καὶ συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι εἰς δικαίωσιν τοῦ κακουργεῖν τὸ ἀπὸ σπάθης ἡμᾶς ἑλεῖν, οὐκ ἀνθρώπινα λαλοῦντες, ἀλλ' ὡσεὶ καὶ λέων ἄγραν ἑλὼν ἐθέλει διασπᾶν αὐτήν, οὐχ ὅτι πεινῴη καὶ ποθοίη σάρκας, ἀλλὰ δικαίῳ τοῦ συσχεῖν αὐτὴν ὄνυξιν. Οὐκ ἦν ἐπὶ τούτοις οὐδὲ ὑποστένειν ἡμᾶς, οὔκουν οὐδὲ κατ' ὄψιν σκυθρωπάζειν, ἃ δὴ τοῖς ἐν κλύδωνι συμφορῶν ἀνεῖται πρὸς ἐκβολὴν τοῦ κατὰ ψυχὴν ἄχθους. Πολὺ γὰρ αὐτοῖς ἐνταῦθα τὸ «διάβολε, τὶ στενάζεις;». Ἐβούλοντο γὰρ ἀναισθητεῖν ἡμᾶς καὶ φρενοβλαβεῖν, ὡς καὶ χαίρειν ἐφ' οἷς κακῶς ἐπάσχομεν. Εἰ δέ πῃ ξυμπεσὸν ὧδε γελᾶν εἴτε μειδιᾶν ἐπέλθοι τινί, χολὴ καὶ τοῦτο δριμεῖα τῷ κατιδόντι Λατίνῳ. Ἐνόμιζε γάρ, ὡς ἔοικεν, ἢ καταγελᾶν ἡμᾶς τῶν λατινικῶν πράξεων ἢ ἀγαθὰ καραδοκοῦντας ὁ χαιρέκακος εἴτε καὶ πεπονθότας ἀγαλλιᾶσθαι, ὃ τοῖς ἐχθροῖς ἀπενέφαινε. Καὶ τοίνυν δακτύλους εἰς γρόνθον ἔπτυσσον καὶ τὴν χεῖρα γογγυλίζοντες ἐρρύθμιζον πὺξ πλήττειν, «τί γελᾷς, ὦ διάβολε» βατταρίζοντες, καὶ οὕτω τὴν αἰθρίαν τοῦ μειδιάματος εἰς νέφος δακρυόεν μετέστρεφον ἤ, καὶ ἑτέρως εἰπεῖν, τὸν γελῶντα Δημόκριτον εἰς Ἡράκλειτον μετεποίουν δακρύοντα. Ἀνεψηλαφῶντο παρ' αὐτῶν καὶ τὰ τῶν παροδευόντων προκόλπια καὶ ἐξεκενοῦντο, εἴ τί που καὶ ἔφερον χρηματισμοῦ, εἰ καὶ βραχύ τι ἐκεῖνο ἦν. Περιειργάζοντο καὶ μηρούς, μή που μαχαίρας παρήρτηνται. Καὶ εἴ που εὑρεθείη ἐγχειρίδιον ὁποιονοῦν, αἱ μὲν κόρσαι τοῦ φέροντος εἶχον πληγάς, ὁ δὲ Λατῖνος τὴν μάχαιραν. Ἔδει καὶ διερρηγμένα πάντας ἡμᾶς περιδεδύσθαι· εἰ γάρ τις ἱματίζετο εἰς ἀκέραιον, ἀνεθεματίζετο παρ' αὐτοῖς ὁ μὴ λωποδυτήσας τὸν ἄνθρωπον. Ὅτε δὲ τἆλλα παρήσουσιν, ἐπεβούλευον ταῖς ἑκάστων κεφαλαῖς, ἐπίσης μισοῦντες τούς τε ἀκειρεκόμας, τούς τε βαθυπώγωνας. Καὶ οὐκ ἦν ἰδεῖν 132 ἄνδρα εἴτε καὶ παῖδα τύχης τῆς οἱασοῦν μὴ κουρίαν κατὰ κύκλον, ὁποία τις οἶμαι καὶ ἡ παροιμιαζομένη ἑκτόρειος κουρά, εἴτ' οὖν ἡ κατὰ Θησέα τὰ πρόσθια· ὡς τό γε ἀντίθετον βαθεῖαι ἦσαν αἱ πάλαι κόμαι κατὰ τοὺς Ἄβαντας καὶ οὐ κατὰ τοὺς Λατίνους τούτους, κύκλωθι τροχαλαὶ καί, ὡς [εἰς] εἰπεῖν, ἀκρόκομοι. Καὶ ὑπούργει πρὸς ταῦτα τοῖς τῶν τριχῶν ἐπιστρόφοις Λατίνοις πῇ μὲν ξυρός, πῇ δὲ μάχαιρα, τοῖς δὲ θερμοτέροις καὶ ξίφος· καὶ αὐτίκα καὶ ὁ πώγων ἠλαφρύνετο τῷ οὕτω κειραμένῳ ἀνδρί. Καὶ ἦν πάντῃ σπάνιον ἰδεῖν ἄνδρα Ῥωμαῖον ἄρτιον τὴν κεφαλήν. Εἶχον γὰρ ἀνάπαλιν τῷ «θρὶξ ἐκ τῆς κεφαλῆς ἡμῶν οὐ μὴ ἀπόληται». Ἡ γὰρ πολλὴ ἁμαρτία, δι' ἣν καὶ πρωῒ πεποινηλατήμεθα, κατὰ τὸν αὐχήσαντα τὰ εἰς τὰς πρωΐας ἀποκτένειν τοὺς ἁμαρτωλοὺς τῆς γῆς καὶ ἐξολοθρεύειν ἐκ πόλεως κυρίου τοὺς ἐργαζομένους τὸ ἄνομον, μέχρι καὶ ἐς αὐτὰς τρίχας τὸ κακὸν ἡμῖν ἐκορύφωσεν, ἵνα εἰς τὸ πᾶν ῥιγῶμεν ἐψιλωμένοι καὶ τὰς κεφαλάς. Κἂν εἴ που διεκπέφευγέ τινι πώγων καὶ ἦν καθιέμενος κοσμίως, ὡς εἶχε φύσεως, ἁπτόμενοι τούτου οἱ φαῦλοι κουρεῖς τῇ ἑτέρᾳ χειρί, θατέρᾳ δὲ τῶν κατὰ κεφαλὴν τριχῶν, ταῦτα μὲν εἶναι καλὰ ἔλεγον, ἐκεῖνα δὲ κακά, τὰ τοῦ πώγωνος, ἀστεϊζόμενοι ἐν οὐ παικτοῖς. Στέργοντες δὲ οὕτω τὴν ἐπὶ τοιούτοις πρὸς αὑτοὺς ἡμετέραν ἐξομοίωσιν, τὸ συζῆν αὐτοῖς ὅμως ἀπέστεργον· διόπερ οὐδὲ συμβιοτεύειν ἡμῖν ᾑροῦντο. Ἀλλ' ὅτε τις τῶν οἰκοδεσποτούντων ὧδε καὶ ἐκεῖ πλαζόμενος ἀναπολήσει τὴν οἰκίαν εἰς νοῦν καὶ φαντάσεται τὰ ἑαυτοῦ καὶ ἐπιθυμήσει παρελθεῖν ἐκεῖ καὶ ἐγγίσει καὶ παρακύψει ἐντὸς καὶ ἐρωτηθείη τίς ὢν οὕτω ποιεῖ καὶ ἐξείπῃ αὐτὸς τοῦ οἴκου κύριός ποτε εἶναι, παρελαμβάνετο μὲν ἡδέως καὶ ὑπανεχόμενος ὡς ἐπὶ τιμῇ ἔβαινεν ἁβρὸς ἔσω καὶ εἶχεν ἀσπασμὸν καὶ προεδρίαν καὶ βρῶσιν καὶ τὸ πιεῖν, τὰ δ' ἐπὶ τούτοις τῷ ἀνδρὶ ἐκ τῶν βαρβάρων δεξιώματα θανατηρά· κρεμάθραι γὰρ καὶ αἰκισμοὶ καὶ ἐξ ἀχύρων καπνοὶ καὶ ἕτερα καινότροπα κακὰ ἐπὶ χρημάτων ἐκφάνσει καὶ δόσει. Ὧν διδομένων πάλιν κύκλος ἐν τοῖς αὐτοῖς· ἀναρτήσεις γὰρ τοῦ ἀθλίου καὶ καταφοραὶ βαρεῖαι πληγῶν, ἕως ἂν ἢ ἐμπλησθῶσι τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἶτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή. Τῶν τινας δὲ οὕτω πασχόντων καὶ ἄλλως τοῦ ζῆν μετέστησαν οἱ αἰκιζόμενοι, δείσαντες μὴ πολὺν θησαυρὸν ἐκ τοῦ κολαζομένου ἐξευρηκότες ἀφαιρεθῶσι πρὸς τῶν κομήτων τὸ εὑρημένον, καθὰ συνέκειτο. Κωνσταντῖνος γοῦν τις, ᾧ ἐπίκλην Κεκαλεσμένος, ἀνὴρ ἀγαθὸς καὶ πλήθων τὰς χεῖρας, φαντασάμενος τὰ οἰκεῖα, οἷς τὴν καρ 134 δίαν κεκόλλητο, καὶ οὕτω πόθῳ τοῦ οἴκου ἀγρευθεὶς καὶ ἀπαιωρηθεὶς καὶ μυρίας πληγὰς ἐντριβεὶς καὶ κατὰ ἑκάστην ἀπαιώρησιν ἐξεράσας χρήματα καὶ εἰς πολλὰ κορυφώσας αὐτά, εἶτα καὶ ἐλαφρίαν παθὼν λογισμοῦ καὶ ἐν τῷ ζητῆσαι λαβεῖν τι ἐκεῖθεν παρακρουσθεὶς καὶ ἀπειλησάμενος καταμηνῦσαι τὸ πρᾶγμα τοῖς κόμησιν, οὐκ ἔσχεν ἔτι κεφαλήν, ἀλλ' αὐτὴ μὲν κατεχώσθη που ἐκκοπεῖσα, ὁ δὲ λοιπὸς Κωνσταντῖνος ἐξερρίφη νεκρὸς ἀβοήθητος. Ἔσχε δὲ καὶ τοῦτο τὸ κακὸν ἑτεροίαν ἐπίτασιν. Γλυκανθέντες γὰρ οὕτω τῷ κέρδει τῶν οἰκοδεσποτούντων οἱ βάρβαροι, ἐνελόχων ἔσω πυλῶν καί, εἴ τινα παροδεύοντα ἴδοιεν δόκησιν ἀνδρὸς πέμποντα πλουτοῦντός ποτε, ἥρπαζον αὐτὸν ἔσω, οἷά τινες δεινοὶ θῆρες ἐκ φωλεοῦ, καὶ βιαζόμενοι ἐτυράννουν, ἕως τι τῶν κατὰ σκοπὸν ἀνύσαιεν. Εἰ δέ τινες καὶ συμβιοτεύειν αἰχμαλώτοις ἤθελον, εἶχε μέν τι καὶ τοῦτο βάρος, ὡς οἱ εὖ πάσχειν δοκοῦντες περιηγοῦντο, ἦν δέ πως φιλάλληλον αὐτὸ καὶ ἀνθρωπικώτερον. Οὐκ ἧν οὐδὲ τοὺς θείους ναοὺς ὕμνοις ἀσκύλτως περιᾴδεσθαι τότε, ἀλλ' εἶχε καὶ τὸ καλὸν ἔργον τοῦτο ἐπήρειαν. Καὶ τὰς μὲν ἀρχὰς ἱκαναὶ ἡμέραι καὶ οὔ τε ἐκλείοντο οὔτε σύναξις ἦν ἡ ἐθάς, ὡς ὑμνεῖσθαι Θεόν, ἀλλ' εἴ που ὡς ἐπὶ σκέπῃ καὶ ἀναπαύσει αἰχμαλωσίας, ὅσα καὶ κατ' οἴκους. Ὅτε δέ ποτε καί τις ἄδεια ἐξεφάνη καὶ θεῖοι πυλεῶνες ἐκλείσθησαν καὶ φῶς μυστικὸν ἀνήφθη καὶ ἡρμόσθησαν ψαλμοὶ καὶ ἱερεὺς ἐτέλει καὶ λαὸς ἡμέτερος εἶχε σχολὴν κατὰ ἰσχύν, τότε ὁ δαίμων ἀντέπραττε, τῶν φαύλων Λατίνων εἰστρεχόντων καὶ ταῖς ἱεραῖς φωναῖς ἐπιβουλευόντων καὶ λαλαγούντων καὶ συνήθη βαϋζόντων, εἴ πως ἐγκόπτουσι τὴν συνέχειαν τοῦ καλοῦ. Οἱ δ' αὐτοὶ καὶ τὸ ξύλον, ὅπερ εὔθετόν ἐστι κήρυκος δίκην σημαίνειν τῷ λαῷ τὴν ἐπ' ἐκκλησίας ἄθροισιν, κωλύειν ἤθελον. Ὅτε γοῦν τὴν ἀρχὴν ἐκρούσθη τοῦτο περὶ τὴν καθολικὴν πρὸς δείλην ἑσπερινήν, ξιφήρεις αὐτίκα ἐπὶ τὸν κρούσαντα κατὰ ῥιπὴν ὀφθαλμοῦ ἢ τάχος ἀστραπῆς οἱ βάρβαροι, καὶ τὸν διάβολον συνήθως μασώμενοι καθ' ὕβριν ἡμετέραν «τί τοῦτο;» ἔλεγον καὶ ἐκώλυσαν τότε τὸ ἔργον. Καὶ διέβη τὸ τούτων θέλημα κατὰ φόβον τὸν 136 ἐξ ἡμῶν καὶ εἰς τοὺς λοιπούς, ὅσοι οὕτως ἔψαλλον. Μετὰ δὲ οὐ πολλὰς ἡμέρας, τῆς ἑορτῆς ἡμῖν ἐσαύριον ἀχθησομένης τῆς Ὑψώσεως τοῦ παντίμου σταυροῦ, ἀνῆλθον μὲν οἱ ἱεροκήρυκες εἰς τὴν τοῦ καθ' ἡμᾶς καθολικοῦ ἱεροῦ κορυφήν, τὰ συνήθη τελέσοντες ἐν ἐπιτομῇ· οὐδὲ γὰρ ἐξῆν πλατῦναι διὰ τὸ τῆς εὐφημίας οὐκ ἀπρόσκοπτον. Καὶ ὡς ἐσήμαναν τῷ ξύλῳ τὴν ἑορτὴν τρανέστερον, πάλιν οἱ βάρβαροι ξίφη γυμνὰ καὶ ἄνοδοι αὐτῶν ἐντρεχεῖς καὶ ἀνακρίσεις καὶ ἔρευναι τῶν κύκλῳ κατά τινα ἰχνηλάτησιν, μὴ καί τις δόλος ὑποκρύπτοιτο. Ὡς δὲ καὶ πολυπραγμονήσαντες καὶ κακολογήσαντες καὶ ἀπειλησάμενοι σταθεροὺς ἑρμηνευτὰς τοῦ πράγματος εὗρον τοὺς περὶ ἡμᾶς, ἐπραΰνθησαν καὶ κατῆλθον ἥμεροι καὶ οὐκέτι ἐνώχλησαν οὐδαμοῦ, οἷα λελυμένου τοῦ ἀπόρου σφίσι πρὸς ἀλήθειαν. Τότε δὴ καὶ ἐπῆλθεν ἡμῖν ἀπορῆσαι τί δήποτε τοὺς μὲν ἄνω περὶ τὸν τοῦ Μυροβλύτου ναὸν σημαντικοὺς τοῦ ψάλλειν μεγάλους κώδωνας οὐχ ὑποπτεύουσι, τὸ δὲ περὶ τὴν μητρόπολιν συνθηματίζον ξύλον τὴν ἱερὰν σύναξιν βαρέως φέρουσι. Καὶ διενοησάμεθα, ὡς εἰκός, μὴ τοὺς τυχόντας Λατίνους δυσαρεστηθῆναι, ἀλλὰ τῶν τινας ἐκ τῆς Μεγαλοπόλεως, οἳ τῷ ἱερῷ παρατυχόντες πολέμῳ, τῷ προεκτεθειμένῳ εἰς ἱστορίαν, καὶ μαθόντες ἐν τῷ μεγάλῳ ναῷ τότε ξύλα τοιαῦτα κροταλιζόμενα καὶ τὸν Ἀνδρόνικον προκαλούμενα ὡς εἰς ἐπικουρίαν τῶν τῆς ἐκκλησίας, ᾠήθησαν κἀνταῦθα ἡμᾶς τοιοῦτόν τι μηχανᾶσθαι. Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἡμερινὰ κακά, ἐξ ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν τὸν φρονοῦντα ἔσω καλύβης εἶναι, μοχλοῖς τὰς θύρας ἀσφαλισάμενον, ὡς εἴ γε μὴ οὕτως ἐποίει, οὐδεὶς ἂν ἐγγύην ἐδίδου περισωθήσεσθαι τὸν ἄνθρωπον. Ἀλλ' ὅτε καὶ κατ' οἶκον κρυβεὶς οὐκ ἔχοι σκότον, ἀλλὰ πυρὶ καταλάμποιτο ὑπουργῷ ἢ καὶ φωτί, ἕτερος τοῦτο κίνδυνος, περιιόντων τῶν Σαρακηνῶν καὶ εἴ τινες δὲ ἄλλοι κατ' αὐτοὺς κακοῦργοι (πολλοὶ δὲ οἱ τοιοῦτοι) καὶ ἀνακρινόντων τί ποιῶν ὁ οἰκοδεσπότης εἰς ὕπνον οὐ κατακέκλιται καὶ κατακλώντων τὰς θύρας καὶ εἰσπηδώντων ἔσω καὶ δρώντων ὅσα ἂν καὶ εἶεν βουλομένοις αὐτοῖς. Ἔχομεν δ' εἰπεῖν καὶ ὡς οὐχ οὗτοι μόνοι ἐκακοῦντο διὰ πρόφασιν τὸ πῦρ καὶ τὸ φῶς, ἀλλὰ καὶ οἱ ἀνεμπύρευτοι καὶ ἀφώτιστοι. Ἀνεξέλεγκτα γὰρ ἐπεισφροῦντες οἱ κακοὶ καὶ τὴν νύκτα ὡσεὶ καὶ Ἅιδου κυνέην εἰς ἐπίκρυψιν ἀμφιβεβλημένοι, γυναῖκάς τε ἀπῆγον τῶν συνεύνων, ἀφιέντες τὸν τοῦ γάμου ζυγὸν ἑτεροκλινῆ τῇ ἁρπαγῇ τῆς δυνάμεως, ἣν ὑπὸ ἡλίῳ διευκρινοῦντι κατα 138 σκεπτόμενοι νυκτὸς ἀφήρπαζον, καὶ νεάνιδας τῶν γειναμένων, ἀτελεῖς, καθά τις ἔφη, τὰς τῶν τεκόντων ἐπ' αὐταῖς εὐχὰς τιθέμενοι. Εἰ δὲ καὶ χρήματα συναπῆγον ὅσα καὶ προῖκάς τινας, ἐκ περιουσίας τουτὶ τὸ κακόν. Ἦσαν δὲ οἳ καὶ ἐσφάττοντο ἐπὶ τῶν οἰκιῶν τηνικαῦτα, ἡλίῳ ἀμάρτυρον κακὸν πάσχοντες. Καὶ τὸ αἴτιον ἢ νυκτιλόχος μανία ἢ ὅτι ἐξεβόων οἱ κακουργούμενοι. Ὅσοι δὲ τῶν βαρβάρων ἐπιεικέστεροι καὶ παιγνήμονες, οὗτοι δὲ ἀλλ' ἠγάπων θύραις ἐναλλόμενοι καὶ κόπτοντες ῥάβδοις αὐτὰς καὶ ἢ ῥιπτοῦντες καὶ εἰς φόρτον ἄγοντες ἢ ἀλλὰ γοῦν τοὺς κυρίους τοῦ τόπου ἀποστεροῦντες τοῦ ὑπνοῦν. Ταῦτα δὴ καὶ τούτων ἕτερα πλείω, καὶ μάλιστα τὸ γυμνιτεύειν καὶ ὁ λιμός, τοὺς πολλοὺς τῶν αἰχμαλώτων θροοῦντα καὶ διαταράττοντα ἕως καὶ εἰς θάνατον τὰς ψυχάς, ἠρέθισαν κατ' ἀνάγκην (καὶ τί γὰρ ἄλλο ἐμηχανήσαντο ἄν;) ὑπαικάλλειν τοὺς Λατίνους, ὑποτρέχειν, κολακεύειν, θώπτειν, σαίνειν, δουλεύειν, πάντα ποιεῖν, ἐξ ὧν ἂν καὶ ζήσαιεν καὶ μηδὲ φόβον ἔχοιεν. Κἀντεῦθεν εἰσὶν οἳ προσέκοψαν εἰς τὸν ὀρθὸν δρόμον ἄκοντες. Οἱ γὰρ μὴ ἔμφρονες καὶ κατελάλησαν καὶ θησαυρῶν κατεμήνυσαν κρύψεις καὶ ἥρπασαν καὶ ἐσύλησαν. Ἰχνηλάτησαν δὲ καὶ φυγάδας, τοῦ αὐτοῦ αἵματος τοὺς πολλοὺς καὶ ἀγρεῦσαι τοῖς κακοῖς θηραταῖς δεδώκασι καὶ πολλὰ ἕτερα ἐξήμαρτον, οὔ τι ἑκόντες ἔς γε τὸ πᾶν, ἀλλ' εἰπεῖν καθωμιλημένως, ἑκουσιοακούσιοι. Τῶν δέ γε καὶ μεγάλα καὶ πρὸς ἀναίδειαν κατενεχθέντων τοῦ φυλετικοῦ γένους, κατηγοροῦνται γὰρ καὶ τοιοῦτοι ἐκβῆναί τινες, μήποτε μνησθείη διὰ χειλέων αὐτοῦ ὁ κύριος. Ἐντεῦθεν οἱ αὐτόνομοι γάμοι, ἐντεῦθεν γυναικῶν ἀπαρνήσεις, ἀπανηναμένων οὓς νόμος οἶδεν ἄνδρας, ἐντεῦθεν παρθένων φθοραί, τῶν μὲν οὔτι καθ' ἑκούσιον τῶν ἀρχηγετῶν αὐταῖς τοῦ εἶναι, τῶν δὲ καὶ ἐκείνων προεμένων αὐτάς, ἐντεῦθεν σεμνεῖα πεπορνευμένα· ἐφ' οἷς ἐγὼ πολλὰ καὶ παρακλητεύσας καὶ παρρησιασάμενος ἄπρακτος ἔμεινα, μηδὲ τὰς πασχούσας τὸ ἐφάμαρτον ἐπιστρέψαι δυνάμενος, οἷα γεγευμένας ἤδη τοῦ γλυκυπίκρου καί πως ὑποφωνούσας μοι ὡς χαλεπὸν χορίου κύνα γεῦσαι. Ἐντεῦθεν δαπέδων σάλοι καὶ ἀνασχίσεις, δι' ὧν οἶκοι πάντες ἐξωρωρύχατο, ὑπονομευόντων τῶν βαρβάρων κατὰ λαγιδεῖς ἢ ἀσπάλακας ἢ καὶ χοίρους ἢ ἄλλο τι ζῷον ῥιζοφάγον γεωχαρές, εἰπεῖν δὲ καὶ ἄλλως, κατὰ ἀροτρέας. Φαίνεται γὰρ ὡς καὶ ἀρότροις ἀνέσχιζον ἂν τὰ τῶν οἰκιῶν, εἴπερ ἐχώρει τὸ κατ' αὐτὰς ἐμβαδόν. Ἔναγχος γάρ τοι ἄσπαρτα καὶ ἀνήροτα δρεψάμενοι κατά τι πεπαροιμιασμένον θέρος χρύσεον, εἶτα καὶ ἄροτρον οἷον τοῦτον διε 140 χειρίζοντο, ἐξ οὗ αὐτοφυῆ τὰ καλὰ ἐκέρδαινον ἕρμαια. Καὶ τοῖς ἀμφὶ τὸν ἥλιον μὴ ἀγαπῶντες πλουτισμοῖς, ἐπεβούλευον καὶ τοῖς κατὰ γῆς. Δοτέον μοι τοὺς αὐτοὺς καλέσαι καὶ χρυσωρύχους τὴν ἐπιβολὴν κατά γε τοὺς Ἰνδόθεν μύρμηκας· τοιαύτης γὰρ ὕλης ἔρωτι παρηνώχλουν τῇ γῇ· τοὺς δ' αὐτοὺς καὶ τυμβωρύχους μυριαχοῦ. Οὐδὲ γὰρ οὐδὲ τοὺς νεκροὺς ἀνεπιβουλεύτους παρέτρεχον, ὡς δὲ θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβλοι ὅλαι μακραὶ ἱκανώσαιειν ἄν με εἰς αὔταρκες διαγράφοντα τοῖς φιληκόοις ὁποῖα ἡμῖν συνέπεσε; Δι' ὧν ὀψέ ποτε σὺν κακῷ ἔμαθον οἱ ἐν ἡμῖν κομψοὶ τὴν νόησιν χρῆναι τὰ θεόθεν σημεῖα λεπτολογεῖν καὶ πρὸς αὐτοῖς διευκρινουμένοις ἔχειν τὸν νοῦν καὶ ποιεῖν τὰ δηλούμενα. Εἰ δέ τις ἐνταῦθα ποθῶν φαίνεται προσιστορηθῆναι καὶ οἷα σήματα τῶν μελλόντων προυφάνη, ἀκουέτω βραχυλογικῶς καὶ ταῦθ' ἡμῶν εἰς ἱστορίαν ἐκτιθεμένων. Ἐν πρώτοις μὲν ἀγαθῶν ἀνδρῶν ὀνείρατα, ὁποῖα καὶ ἡ ἱερὰ οἶδε γραφὴ μηνυτικὰ μελλόντων εἶναι, προελάλουν οἷα πεισόμεθα. Καὶ ἡμεῖς ἐγελῶμεν ἐξουθενοῦντες τὰς καθ' ὕπνους δηλώσεις καὶ διαστολὴν οὐκ ἐθέλοντες ἐξευρίσκειν ὁράματός τε καὶ τῶν λοιπῶν, ἅπερ ὕπνος φαίνει. Καὶ ἀπεῖναί τε τὸν Μυροβλύτην τῆς καθ' ἡμᾶς πόλεως καὶ κατ' αὐτὴν τὴν ἅλωσιν εἰσελεύσεσθαι οἱ αὐτοὶ ἑωράκασι. Καὶ ἡμεῖς οὐ πεπιστεύκαμεν. Ὡς γὰρ ὀχλοῦντες οἱ πιστοὶ πρὸς ἐπικουρίαν ἐνέκειντο, ἀνεκάλυψεν αὐτὸς προορατικῶς εἰς μάτην τύραννα δυσωπεῖσθαι· οὐ γὰρ ἄρτι, ἀλλ' ἢ μετὰ τρεῖς ἡμέρας ἐλεύσεσθαι. Ἦν δὲ τετάρτη μετὰ τὰς τρεῖς ἡ τῆς πορθήσεως. Καὶ συχνὰ μὲν ἐποτνιώμεθα «ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἔστιν ὁ πολιοῦχος αὐτῶν;», ὁ δ' οὐχ ὑπακούων ἐξετόπιζεν ἡμῶν ἑαυτόν. Ἐδάκρυον ἅγιοι ἐν εἰκονίσμασι καὶ ἔχαιρον οἱ κενέλπιδες λέγοντες δυσωπεῖν ἐκείνους ὑπὲρ ἡμῶν. Ἐλέγομεν ἡμεῖς «ναί, ἀλλ' οὐκ εἰσακούονται, διὸ καὶ ἐπιμένουσι κλαίοντες» καὶ ἠπίστουν ἡμῖν. Καὶ αὐτοὶ μὲν ἦσαν ἐν ἐλπίσιν, ἡμεῖς δὲ εὖ εἰδότες τὸν ὄλεθρον ἐξ ὧν καὶ ἑωρῶμεν καὶ ἐλλόγως συνήγομεν, οὐκ εἴχομεν ὅ τι καὶ δράσομεν, λέγοντες καὶ αὐτοὶ μή τι πρὸς ἀγαθῷ εἶναί τινι τὸ μέλλον εἰδέναι, ἔνθα τῷ φρονοῦντι μηδὲν ἡ γνῶσις λυσιτελεῖ, καὶ κατὰ τὴν τῆς ἱστορίας Κασάνδραν, ὀκνῶ γὰρ εἰπεῖν τὰ μείζω 142 παρεισκυκλήσας καὶ προφητικά, ἀληθιζόμενοι μέν, ἀφιέμενοι δὲ λαλεῖν εἰς ἀνήκοον. Ἔδειξέ τι τέρας τότε οὐκ αἴσιον καὶ ἡ πάναγνος Θεομήτωρ, ἡ παρ' ἡμῖν τοῦ ὁδηγεῖν ἐπώνυμος, δεικνῦσα ὡς ἀποστέργει τὰ καθ' ἡμᾶς καὶ οὐκ ἐθέλει μεθ' ἡμῶν εἶναι. Προοδεύουσα γάρ ποτε τότε καθ' ἡμέραν, ἣ τὸ κῦρος ἔχει τοῦ τοιούτου καλοῦ, καὶ περιελθοῦσα ἔνθα τῆς πόλεως ἡ ἀδελφότης ἤθελε καὶ ἀποκαθισταμένη αὖθις εἰς τὸν οἶκον αὑτῆς καὶ ταῖς εἰσόδοις ἐγγίσασα, οὕτως ὤκνει τὴν εἴσοδον, ὡς ἀνὰ πόδα χωρεῖν κραταιῶς βιάζεσθαι τὸν αὐτὴν φέροντα καὶ ἐνιστάμενον βαρύνεσθαι ὅτι μάλα καὶ πρὸς τῷ καταπίπτειν γίνεσθαι, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ ἄλλους, ὅσοι συνεπιλάβοιντο. Καὶ ἦν μὲν τὴν ἀρχὴν ὁ ἐκείνην ἀνέχων ὕποπτος, ὡς οἴκοθεν τοιαῦτα τεχνώμενος, ὁποῖα πολλοὶ τερθρεύονται· ὡς δὲ καὶ ἱεροὶ ἄνδρες, ἀγαθοὶ τὸ ἦθος καὶ οἶοι μὴ παλαμᾶσθαι τὰ μὴ δέοντα, συνήραντο ἐγκρατῶς καὶ πάντες ἐλάττους ἦσαν τῆς τοῦ ἱεροῦ σίγνου ἰσχύος καὶ οὐκ ἐπείθετο εἰσελθεῖν, ἀλλ' ἦν, ὡς εἰπεῖν, ἀφόρητον, ὑπέρχεται φόβος ἅπαντας, ὅσον ἐχρῆν παθεῖν, ἐχέφρονας, καὶ ἀναπρήσαντες δάκρυα ὕψωσαν κλαυθμὸν καὶ φωνὰς ἐπῆραν πρὸς τὸν ὕψιστον υἱὸν τῆς πανάγνου μητρὸς καὶ οὐκ ἐνέδωκαν, ἕως τοῦ σημείου ἤδη διαδειχθέντος, εἶτα μόνος ὁ βαστάζων ἀβάρυντος καὶ ἀπαραπόδιστος ἤγαγε τὸ ἅγιον μόρφωμα ἔνθα ἵδρυται. Καὶ ἐδόκει μὲν καὶ τοῦτο τοῖς γενναίοις φρονεῖν ἐλαφρόν, ἡμεῖς δὲ οἱ ἀσθενεῖς ἐβαρυνόμεθα, ὑπονοοῦντες ὅπου νεύει τὰ τοῦ πράγματος. Ἀπεκρίναντο καὶ τὰ ἱερὰ λόγια ἐξ ἐρωτήσεως τὰς ἀποβάσεις τῶν ἐν τῷ μέλλοντι, τὴν ἅλωσιν, τὴν ἡμέραν αὐτῆς, τὸ κατακοπήσεσθαι ἡμᾶς. Ὢ προφητικῆς εὐκρινείας ἐκείνης, ὢ ἀνεπικρύπτου ἀποφάσεως καὶ μὴ ἐπισυρομένης λόξωσιν. Καὶ ἡμεῖς ἐκωφεύομεν. Ἦν τηνικαῦτα καιρός, παρὰ τὰ τελευταῖα τῆς ἁλώσεως, καὶ περικοπὰς εὐαγγελικὰς ἐπ' ἐκκλησίας ἐκφωνεῖσθαι, δι' ὧν τὰ τῆς Σιὼν στηλογραφοῦνται κακά. Καὶ οἱ ἔσω φρενῶν ἱερολογίαν κατὰ τῆς πόλεως ὑπενόουν αὐτά. Ἔδοξε τῷ ἀρχηγῷ τηνικαῦτα, οἷα τῶν στρατηγικῶν ἀπεγνωκότι, διατάττεσθαι τὰ καθ' ἡμᾶς καὶ διεγείρειν ὡς οἷον ἀπονυστάζοντας, ἵνα φαίνοιτο τοῖς μὴ συνιεῖσι διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδει προτρέπειν εὔχεσθαι ὅπερ ἐκεῖνος ἀπηύχετο, τὴν σωτηρίαν τῆς πόλεως; Ἦν δέ οἱ ἐπίνοια ὁσιοῦσθαι τὸ εὐσεβεῖν καὶ ἐπικρύπτειν τὴν 144 ὄρεξιν, ἵνα δοκῇ πάνυ περιποιεῖσθαι τὴν πόλιν ἐφ' ἅπασιν, εἴ γε θέλει καὶ εὐχάς, τὰς ὑπὲρ αὐτῆς· οἶμαι δὲ καὶ ἐνδεικνύμενος οὕτω καταστῆσαι τὰ τῆς πόλεως, ὡς εὐχῶν καὶ μόνων αὐτὴν δέεσθαι, ὅμοιον ὡσεὶ καὶ ἰατρὸς κατεργασάμενος ἔκ τινος φαυλότητος ἐπὶ θανάτῳ ἄνθρωπον, εἶτα ἐπιτάσσει προσκαλεῖσθαι ἱερέα, ἐφοδιάσοντα ἤδη θνήσκοντα σωστικῷ ἁγιάσματι. Οὐδὲ γὰρ ἦν ἐπιπόλαιος, ἀλλὰ καὶ λίαν βαθὺς εὐτραπελεύεσθαι, ὅσα γε πειράσασθαι τοῦ ἀνδρὸς τοὺς δεινοὺς γνωματεύειν ἤθη τῶν οἷς ἂν περιτύχωσι. Διὸ καὶ ταύτην προσεποιεῖτο τὴν θεοκλύτησιν, ὡς οὐκ ἂν τὸ θεῖον θεραπεύοιτο. Ὅπως δ' ἂν εἶχε τὸ πρᾶγμα, ὁ μὲν εἶπεν, οἱ δ' ἐκκλησιαστικοὶ ἐπήκουον. Καὶ δὴ χρεὼν προλάμπειν τοῦ ψάλλειν τὸν γλυκὺν μελῳδὸν Δαυΐδ, ἐπῆλθεν οὔτι κατὰ αἴσιον τοῖς δεησομένοις (ἦν δὲ βαθὺς ὄρθρος τότε, οὗ λαμφθέντος ἡλίῳ ἑάλωμεν) ἐπιλέξασθαι ψαλμὸν ἐκεῖνον, οὗ κατάρχει μὲν τὸ «ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου», ἐφέπεται δὲ τὸ «ἐμίαναν τὸν ναὸν τὸν ἅγιον σου, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου», καὶ τὸ ἑξῆς, μονονοὺ χρησμῳδοῦντος τοῦ προφήτου καὶ θεοπάτορος δι' ὑποφητείας τῶν ἠθροισμένων εἰς δέησιν καὶ λέγοντος «τί ἂν ἔτι δεοίμεθα πρεσβειῶν εἰς Θεόν, ἔνθα ἐκείνῳ τὰ καθ' ἡμῶν ἀποπέφανται;» Εἶχεν οὕτω ταῦτα, πλείοσιν ἑτέροις παρασπιζόμενα συγκροτήμασι τῆς τοῦ κακοῦ δηλώσεως. Καὶ τοίνυν τῷ συχνῷ τούτων ἅπαντες ἀνεφρονοῦμεν, ὄψιμον συνάγοντες νοῦν καὶ τὸ πρῴην θράσος ἀποποιούμενοι, οὐ γὰρ ἂν ἐκεῖνο θάρσος εἴποιμι, ἐλλόγως εἴχομεν καὶ ἐνοοῦμεν οὐκέθ' ἡμῖν εἶναι φυκτά. Οὔκουν ἔφθησαν καταντῆσαι εἰς πέρας αἱ τῶν ἐκκλησιῶν δεητήριοι ἁρμονίαι καὶ ὁ πόλεμος, ἔτι τῶν ψαλμῶν εἰλουμένων ἐν τοῖς τῶν δεομένων στόμασι, θρήνους παρέβυσε καὶ εἰς γόους οἰκτροὺς καὶ ἀλαλαγμοὺς Ἅιδου ἀντιπεριέστησε καὶ εἰς φυγὴν αὐτοὺς ἀθροισθέντας ἔπτυρε καὶ τοιαῦτα διέθετο ὧνπερ ὀΐω μεμνήσεσθαι τοὺς ζῶντας ἔν περ ὀνείροις, εἴπερ οὐ τὰ ἡδέα μόνον προπίπτουσι τῆς καθ' ὕπνον φαντασίας, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ φόβον ἐνδειξάμενα. Καὶ οὕτω ἐξ ἰδίας ἔχθρας, τῆς τε κατὰ τὸν βασιλέα Ἀνδρόνικον καὶ τῆς κατὰ τὸν δοῦκα Δαυΐδ, κοινὸν κακὸν κατέσκηψεν ἀνάπαλιν τῷ γνωματευσαμένῳ πολλὰ τῶν κοινῶν κατά τινας ἰδίας ἔχθρας λαγχάνειν ἐπανόρθωσιν, καὶ οὐκ εὐφραδὴς ἡμέρα, ἡ τῆς πανωλεθρίας, κατερράγη ἡμῖν. Ἣν ἤθελον μὲν ἐκ τῶν τοῦ καλοῦ ἐνιαυτοῦ ἀναπληρωμάτων αὐτίκα ἐκκοπῆναι, ὁποῖόν τι λελυπημένος καὶ ὁ καρτερικὸς Ἰὼβ εὔξατο, ἀλλ' ὁ ἐπιτάξας τῷ ἡλίῳ ὁρίζειν τὰ τοῦ ἐνιαυτοῦ καθ' εἱρμὸν τὸν ἀπ' αἰώνων ἐξουδενώσει πάντως τὸ τῆς εὐχῆς ταύτης, πεπαιδευκὼς ἄλλως εὔχεσθαι, ἀνθρωπικώτερον. Τὸ γὰρ οὕτω γονυπετεῖν ἐν δεήσεσιν οὐκ ἂν εἴη ψυχῆς μὴ παραφερομένης οἷς παθαί 146 νεται· ὅθεν καὶ συγγνωστά, εἰ καὶ οὕτω λαλοῦμεν. Λίθοι γὰρ ἐνταῦθα οὐκ ἂν παθήναιντο καὶ ὅσα κατ' αὐτούς. Πῶς γὰρ ἄνθρωπος, ἔνθα καὶ τῶν πολεμίων οἱ φαινόμενοι Θεὸν εἰδέναι καί τι ἔχειν οἴκτου καὶ ἀθηρίωτοι ἐδάκρυον καὶ κατεστέναζον, βλέποντες πόλιν τοιαύτην οὕτω κατῃκισμένην καὶ ἐζημιωμένην καλοῖς, ἅπερ, εἰ διενεμήθη, πλείστην ἂν τῆς οἰκουμένης εἰς εὐδαιμονισμὸν ἐξήρτυσαν; Οὐ γὰρ πόλις ἦν ἡ ἁπλῶς, ἀλλὰ μακάρων γῆ, ὁποίαν ὁ μαθὼν οὐκ ἂν ἔχοι λαθέσθαι αὐτῆς· ἣ θάλλουσα ἐσαεὶ τοῖς κατὰ κόσμον καλοῖς ἐξήνθησε τότε ἀτημελήτοις νεκροῖς, ὧν καὶ εἰσέτι σώματα ἀκηδέα κεῖται ἐν παραβύστοις, ἀνδρῶν, γυναικῶν, νηπίων, ἀκμαίων, μεσαιπολίων, γερόντων, εἰπεῖν τὸ ἀνηλεέστερον, παρειμένων ἢ καὶ ἄλλο τι σίνος παθόντων ἀποτυχίᾳ φύσεως, καὶ αὐτῶν δὴ τῶν ὁπηδήποτε νοσοκομουμένων, οὓς οὔτε τεῖχος εἶδεν οὔθ' ὅπλον ἔτριψε. Τὸν γοῦν ἐκκλησιαστικὸν ξενῶνα εἰσδραμόντες οἱ δεινοὶ καὶ κατὰ σκιῶν ἀνδρίζεσθαι, πρῶτον εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον καλὸν οὐκ ἔχει τινὰ ξεναγωγεῖν, ἀλλ' οἱ πρὸς νοσοκομίαν ἀπονεύοντες ἐρχόμενοι καὶ τὸ κένωμα βλέποντες καὶ τὸ πρὸς ὑγίειαν βοήθημα ὡσεὶ καὶ θανάτου καταγώγιον ἀποτροπιαζόμενοι, τύπτοντες τὰς αὑτῶν κεφαλὰς καὶ οἰμώζοντες ὡς ἐπιτελεύτια ἐπαναστρέφουσιν οἴκαδε καὶ κεῖνται θανάτῳ ἐπιτρέψαντες ἑαυτούς. Οὐδὲ γὰρ οὐδὲ ἔστι ῥανίδα ἢ ψῆγμά τι νοσήλειον οὐδ' ἄλλοθί που τῆς καθ' ἡμᾶς ἐρημοπόλεως εὑρέσθαι, πάντων ὑπὸ τῶν καὶ ἀγροίκων καὶ ἀπηνεστάτων ἐξηφανισμένων, οἳ οὐδεμίαν χάριν μὴ ὅτι γε καταπλουτοῦντες, ἀλλ' οὐδὲ οἶμαι εἰδότες, ἄνθρωποι ἀχαρίστεροι πάντων, ὦν ἂν εἴποι τις, καὶ λόγον ἄλλον ἀπειρόκαλοι, καθότι τῷ χυδαίῳ τῆς πολιτεύσεως καλοῦ παντὸς ἦσαν ἀπείρατοι καὶ τῶν τοιούτων ἁπάντων ἀγαθῶν τὴν καθ' ἡμᾶς πόλιν ἀπωρφάνισαν, ὡς μηκέτι θαυμάζεσθαι τί δήποτε αὐτοὶ κατ' ἀνθρώπων θάνατοι αὐτόχρημα ἐξέβησαν, εἰ δίχα τῶν τοιούτων καὶ ἀλόγων ἀφειδεῖς ἦσαν κατὰ μανίαν τὴν καθ' ἡμῶν καὶ ἀγγείοις ἐνύβριζον εἰς κατάκλασμα, μέχρι καὶ αὐτῶν λαγύνων καὶ ληκύθων καὶ εἴ τι φαυλότερον. Οἱ δὲ καὶ ἄλλως εἰς τόσον ἀγροικικῶς εἶχον, ὡς μηδὲ ὀφθαλμοῖς ποτε διαλαβέσθαι δοκεῖν τὰ σπουδαιότερα. Λινέοις γοῦν σπειράμασι καὶ σακκίοις καὶ ῥάκεσιν ἀγαθὰ καὶ πολλὰ καὶ τίμια ἐγκείμενα πρὸς ἔριν ἀναλεγόμενοι, τὰ μὲν ἔνδον ἐξερρίπτουν ἀνοίγοντες τὰ τῶν ἀγγείων στόματα καὶ συνεπάτουν, τὰ δὲ ἀχρεῖα δοχεῖα εἰς κόλπους παρέβυον, ὀβολιαῖα ὡς τὰ πολλὰ ὄντα. Καὶ τοιοῦτοι μὲν οἱ πλείους τὰ πρῶτα ἐν ἀκμῇ τῆς ἁρπαγῆς· ἐπελθόντες δὲ οἱ μετ' αὐτοὺς καὶ οἱ μετ' ἐκείνους ἔτι ἐφορτίζοντο τὰ ἐκκεχυμένα καλὰ καὶ πλοῦτον συνέλεγον. Ἦσαν δὲ καὶ αὐτοὶ ἀγεννεῖς ἄγροικοι καὶ οὐδὲν ἀστεῖον 148 πεπαιδευμένοι. Τοῖς γοῦν κατ' ἐμπορίαν παρατετυχηκόσι καὶ εἴτε ἰσχνότερον ἢ πρὸς πάχος δυναμένοις κτᾶσθαι τὰ ἐμπολώμενα βραχύ τι λαμβάνοντες κατήλλαττον τὰ τῷ βίῳ τίμια. Καὶ ἔστι μαθεῖν ὡς διπλοὺς μὲν ὁ χρυσός, ὁ δὲ ἄργυρος καὶ εἰς πολλαπλοῦν πονηροῖς εἰς ἄλλαγμα χαλκείοις προΐετο. Βίβλοι δέ, ἃς ἀπολωλεκώς τις δάκνοιτο ἂν τὴν ψυχὴν διὰ βίου, καὶ φάρεα, οἷς πρὸ τῶν ἄλλων φιληδοῦσιν οἱ Σῆρες, καὶ λοιπὰ ἔργα ἱστοῦ, οἷς ἀραχνῶν μίτος ἐρίσειεν ἄν, καὶ ὅσα δὲ ῥίζαν γενέσεως φέρουσι σκώληκα ἐργάτην τρυφεροῦ μηρύματος, οὐδ' αὐτὰ ἐφολκὰ ἦσαν τοῖς μηδὲν εἰδόσι καλόν, ἀλλὰ παρερριπτοῦντο εἰκαίου τιμήματος. Παρ' οἷς καὶ ὁ τριγέρων οἶνος διὰ τὸ ἀγλευκὲς ἐξουθενεῖτο, οἶα καί τι φάρμακον οὐκ ἀγαθόν· οἵου δὴ οἴνου χρεία καὶ μάλιστα ἦν τά τε ἄλλα καὶ διὰ τοὺς ἐν πληγαῖς. Ἐξεχεῖτο γὰρ τὸ καλὸν ἐκεῖνο ὑγρὸν ὡς εἰς ποταμούς· ὅθεν οὔτε αὐτὸς ἦν οὔτε τι ἀκόλουθον μάλαγμα οὔτε ὁ καθ' εἱρμὸν κατάδεσμος. Διόπερ οὐ μόνον κύκλῳ τοῦ τείχους τῶν νεκρῶν κειμένων καὶ περὶ σύμπαν δὲ τὸ τοῦ τοιούτου κύκλου ἐμβαδὸν οὐκ ἦν ὁ θάπτων, ἀλλὰ καὶ οἱ πεπληγμένοι προσθήκην ἐποίουν τῷ Ἅιδῃ καὶ πράγματα προυξένουν τοῖς θάπτουσιν. Ὢ γοῦν ὅσας ἐξεκένωσαν οἰκίας καὶ οἱ τραυματίαι κατὰ πολυμερῆ ποσότητα ἐκλείποντες. Καὶ οὕτω μὲν ὁ γέρων οἶνος ἐκφορὰν ἔπαθε, συντεθνηκὼς οἷον καὶ αὐτὸς τοῖς κινδυνεύσασι κατ' ἔνδειαν αὐτοῦ, ὁ δὲ νεογνὸς ὑπεσκίρτα ζέων καὶ βραττόμενος καὶ τὸ βράσμα ἦν τοῖς προσιεμένοις καθὰ καί τι ἐμβόημα καὶ ἀπειλὴ βίου ὑπεξαγωγῆς. Οἱ γὰρ τούτου ὑποπιμπλάμενοι εἶτα τοῦ τῆς λήθης ἔπινον πόματος, ὃ θάνατος οἰνοχόει, οὐ τοῖς ἡμετέροις μόνοις, ἀλλ', ὃ καὶ προφέρων τῷ στόματι χαίρω, καὶ μάλιστα τοῖς Λατίνοις, οἷς μέγα τι καλὸν αὐτὸς ἐκρίνετο, ἅμα ἐκπιέζουσι χερσὶ σταφυλὰς καὶ ῥοφοῦσι χανδὸν τὸ νεόθλιπτον, ἵνα μηδὲ ταῖς λαγύνοις πρωτείου ὑποδοχῆς ἐκχωρήσωσι. Καὶ ὁφείλομεν ἡμεῖς τῷ τοιούτῳ βρασματίᾳ οἴνῳ χάριτας, οἷα προσεταιρισαμένῳ κατὰ Λατίνων τὸν θάνατον· ὃν ἐπώτρυνεν αὐτοῖς καὶ τὰ ὕεια κρέα, οἷς τὰς γαστέρας πλησμίως ἔσαττον· οὕτω δὲ καὶ τὰ ἐκ βοῶν καὶ τὰ καλὰ σκόροδα, δι' ὧν ὁ καθ' ἡμᾶς κλῆρος ἐσῴζετο καταψάλλων καὶ καρπιζόμενος τὰ ἐς ζωὴν καὶ οὕτω τιννύμενος τοὺς φόνους, οἷς ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτετίμητο, εἰ καὶ μηδεμίαν χάριν οἶδε θάνατος κατὰ τὸν τραγῳδόν. Τὸν δὲ συχνὸν τοῦτον λατινικὸν θάνατον αὐτὸς ὁ Ἀλδουΐνος ἐτράνωσε περίλυπος φάμενος ὑπὲρ χιλιάδας τρεῖς μεγάλων αὐτοῖς ἀνθρώπων ἐκ νόσου πεσεῖν. Σωρὸς οὗτος ἡδὺς ἡμῖν, εἰ καὶ μὴ ἀντεσήκου πρὸς τὴν ἐξ ἡμῶν στοι 150 βήν. Συναριθμουμένων δέ γε καὶ τῶν ἐν πολέμῳ πεπτωκότων, εἴχομεν παραμυθίαν πλείονα. Ὁ αὐτὸς γάρ, αἰτιώμενος ἄλογον ἀντιστασίαν ἡμῶν καὶ ζημίαν ἐντεῦθεν τοῦ ῥηγός, ἐξετραγῴδησεν ὑπὲρ τρισχιλίους πεσεῖν ὑπὸ τῶν ἐκ τοῦ τείχους ἔξω καταπεμπομένων βελῶν, δίχα γε τῶν ἐν προνομαῖς πιπτόντων ἢ καὶ ἄλλως, ὡς ὁ τοῦ πολέμου κύβος ἔρριπτε καὶ ὁ τῆς δίκης τροχὸς κατεκύλιεν εὔστροφα περιφερόμενος. Πολλοὺς δὲ καὶ λιμὸς ἀπῆγεν· ἐστενοχωρεῖτο γὰρ καὶ σφίσι τὰ ἀναγκαῖα. Καὶ οὕτως ἡμῖν ἐπεσταλάττετο νέκταρ παραμυθίας τῇ ὑποκαταβάσει τῆς πολεμίου στρατιᾶς, ἣν οἱ δεξιῶς φιλιωθέντες ἡμῖν Λατῖνοι, πολλοὺς γὰρ ὑπηγόμεθα πραγματευόμενοι τὰ ἐκ Θεοῦ, ἐξεκάλυπτον ὑπὲρ ὀγδοήκοντα χιλιάδας πεζῇ ἐπελθεῖν, ὧν χίλιοι μὲν πεντάκις φερέγγυοι ἐμαρτυροῦντο ἱππόται εἶναι πεντήκοντα χιλιάσι ῥωμαϊκαῖς ἐναντίαι κατὰ τὴν ἐκείνων δόξαν ἀντιδραμεῖν, τῶν δὲ λοιπῶν οἱ μὲν ἱπποτοξόται ἦσαν, οἱ δὲ ψιλῆται καὶ ἄλλως δὲ μεθ' ὅπλων χρήσιμοι. Συνεπλήρουν δὲ τὸν πολὺν ἐν αὐτοῖς ἀριθμὸν καὶ ἄνδρες, φασί, τοῦ ῥιζίκου, μήτε διάρια λαχόντες ἐκεῖνοι ἐκ τοῦ ῥηγὸς μήθ' ὑπόσχεσιν, ἐπακολουθήσαντες δὲ τῷ λοιπῷ στρατῷ, εἴ πως τῶν ἔργων συναιρόμενοι τὰ ἐκ τύχης εὕροιεν ἀγαθά. Καὶ τοσοῦτοι μὲν τὸ πεζόν, τὸ δὲ ναυτικόν, ἀλλ' αὐτοὶ δῆλοι κατ' ἀριθμὸν τὸν ὑπὲρ διακοσίας νεῶν, σύν γε τοῖς πειραταῖς, οἳ καὶ αὐτοὶ μηδὲν ῥηγικὸν ἔχοντες τύχης δώροις ἐπέτρεψαν ἑαυτούς· ὑφ' ὧν, κατὰ γῆν τε καὶ θάλασσαν πιεσάντων ἡμᾶς, ἐξεθλίβημεν τῆς ζωῆς καὶ οἱ μὲν θανάτῳ κατεσπάσθημεν, οἱ δέ, τοῦ Ἅιδου τὸ στόμα συγκλείσαντος οἷς, οἶμαι, κεκόρεστο, ἡμιθνῆτες ἐμείναμεν. Ἀλλ' ἐνταῦθα παρεκβεβηκότες καθ' ἱστορίας ἀνάγκην, ἀναδραμούμεθα πρὸς μικρὸν αὖθις ἐκφῆναι τὸ καὶ πτωχικὸν καὶ ὑπόπαχυ τῶν κατακλυσμοῦ δίκην παρασυράντων τὰ πολιτικά· οἳ τὰ μὲν τίμια εὐήθως καὶ ὡς οἷα βρεφικῶς ἀπεδίδοντο οὗ ἄν τις αὐτοῖς χειρίσειε, τῶν δὲ λοιπῶν οὐδὲν ἢ βραχύ τι παντελῶς ἀνθίστων τίμημα, καὶ μάλιστα τῶν ὅσα ἐξοπλίζει χειρομάχαν πληθύν. Ἀλλ' εἶχον αὐτὰ εἰς χύμα προκείμενα αἱ λεωφόροι, τὰ ἐλαιώδη εὐώδη, τὰ στακτὰ εὔοδμα, τὰ ξηρά, τὰ κατὰ νόσων, τὰ πρὸς τρυφήν, τὰ πρὸς βαφήν, τἆλλα οἷς διοικονομεῖται βίος καθάρειος. Ξύλον γοῦν εὔοδμον εὑρεῖν, ἐκπελέκημά τι αὐτοῖς ἦν ἰδεῖν, ἡ εὐγενὴς ἀσταφὶς ἄνθρακος ἐσβεσμένου τμῆμα ἐφάνταζεν ἐκείνοις, τὸ ῥόδεον στάγμα εἰς ὕδωρ ἀχρεῖον ἐτάσσετο, καὶ τὰ ἄλλα ὧδέ πη παρενοοῦντο, ἵνα μὴ διασκευάζων εἰς πλέον θηριώδη ἀγροι 152 κίαν δοκοίην ἀπανθρωπίζεσθαι. Καὶ ἦν θαυμάζειν ὡς κρίκων μὲν σιδηρέων καὶ ἡλαρίων καὶ μαχαιριδίων καὶ πυρείων καὶ βελονίων ἐπιμελῶς εἶχον, ὡσεὶ καὶ μεγάλων τινῶν, τὰ δὲ ἄλλως ἁδρὰ ποσὶν ἐδίδουν πατεῖσθαι. Ἔλυε δὲ τὸ θαῦμα ἡ κατ' αὐτοὺς ἀπειρία καὶ τὸ πρὸς βίον ἥμερον καὶ πολιτικὸν ἀνέθιστον. Ἐντεῦθεν οὖν κατὰ τὴν κερκυραίαν παροιμίαν ἦν ἐπιλέγειν αἰσχρῶς καὶ τῇ καθ' ἡμᾶς πόλει τὸ ἀπευκταῖον ἐλεύθερον, ὡς ἐξὸν ὂν καὶ ἐν ταύτῃ ἀποπατεῖν, ὅποι ἐθέλει, τὸν βουλόμενον. Οὐκ ἂν δέ τις ἐπ' αὐτῆς ἀφυῶς εἴποι καὶ ἐρημίαν μεγάλην εἶναι τὴν μεγαλόπολιν, καὶ ἐρημίαν οὐ Σκυθῶν, οὐ μὴν οὐδὲ Λατίνων τῶν ἑλόντων, ἀλλ' ἡμῶν αὐτῶν, οἵ, ψυγέντες ἁμαρτιῶν βαρυτάτῳ χειμῶνι, ἔρημον τηλικαύτην πόλιν ἀφέντες ἐθέμεθα καὶ τὴν σικελικὴν Σκύλλαν ἐπηγαγόμεθα. Εἴθε μὲν οὖν Σκύλλαν, ὀλίγαις ἡμᾶς κεφαλαῖς ζημιώσουσαν, ἄρτι δὲ Χάρυβδις ἡ ἐκεῖθεν κατέσπακεν ἡμᾶς, ὀλέθριον ἀναρροιβδήσασα. Καὶ ἦν μὲν ἐνταῦθά μοι τόπος θρήνων κατάρξαι καὶ ἀποιμώξασθαι τὰ ἐφ' ἡμᾶς κακά· οὔτε δὲ γέροντι τὰ τοιαῦτα προσευπορεῖται καὶ οὐδὲ Θεοῦ ἐπίσκοπος τοιούτοις λόγοις πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπαύσεσθαι, ὡς εἴ τις ἐρεῖ μὴ ἂν ἰδέσθαι πω τὸν ἥλιον ἄλλοθι μείζω πάθη, οὐκ ἂν ἔξω λόγου ἀπισχυρίσαιτο. Καὶ εἴπερ εὑρήσω τὸν ἀντιπεσούμενον, ἀλλ' ἐνταῦθα οὐκ αἰδέσομαι εἰς λαλιὰν οὔτε τὸ βαθὺ γῆρας οὔτε τὴν ἐπισκοπήν, ἀλλ' ἐνστήσομαι καὶ ἐπαγωνισάμενος οὐκ ἂν πόρρω σκοποῦ τὸ τῆς ῥητορείας βέλος ῥίψαιμι. Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα, εἴ τι χρὴ τραγῳδικῶς συντελέσαι τὸν λόγον, ἔνθα τὸ πάθος τραγῳδίας ἄξιον καὶ οὔτε λόγῳ καθ' ὅλον οἷόν τε παραστῆναι οὔτε κατὰ ἔργον φέρεσθαι. Εἴη δὲ μέχρι τοῦδε λωφῆσαι τὸ πᾶν, μὴ καὶ ἀκούσωμεν καὶ αὐτοὶ ὡς οὐκέτι ὁ τοῦ Θεοῦ καθ' ἡμῶν θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ καὶ οἵα τε κατενεχθεῖσα πατάξαι εἰς θάνατον. Οὐκ ἀκουσόμεθα δὲ μένειν Θεοῦ καθ' ἡμῶν, εἴπερ διορθωσόμεθα. Διόρθωσις δὲ ἡμῖν ἔσται, εἰ μεταβαλώμεθα τοῦ περιπονήρου βίου, δι' ὃν ἡμῖν ταῦτα. Μηδένα γὰρ νοῦς πλανάτω φίλαυτος, ὡς οὐκ ἐνδίκως πεποινηλατήμεθα. 154 Πρῶτος οὖν ἐγὼ πρὸ ὀφθαλμῶν ἱσταμένους τοὺς τῶν ἐμῶν κακιῶν ἐλέγχους ἀναθεωρῶ καὶ ποτνιῶμαι θεοκλυτῶν περὶ ἐλέους Θεοῦ καί πως ἐκ τοῦ δικαίου ἔφεσιν πρὸς τὸ φιλάνθρωπον τίθεμαι, μὴ ἔχων ὑφίστασθαι, εἴπερ ἀνομίας παρατηρεῖ κύριος. Μεταβλητέον οὖν ὅσον τάχος. Οὐκέτι γὰρ οἱ πλείους, ὡς βλέπω, μεταβολὴν τὴν χρηστοτέραν ἠλλάγμεθα. Μενοῦνγε φιλοτιμούμεθα καὶ αὐτοὶ λέγειν «ἰδοὺ καὶ πάλιν ἡμεῖς· τίς ἡμῶν κύριός ἐστιν;» ὡς μηδενὸς ἡμῖν φαῦλον ἐπιψηφισαμένου μηδέν. Ὢ τῆς ἐν ἡμῖν δυσαισθησίας, μή μοι δὲ γένοιτο καὶ ἀναισθησίας εἰπεῖν, ἐν τῷ μὴ τὰ αἴτια [καὶ] κατασκέψασθαι καὶ ἐκ ποδῶν ποιήσασθαι, ἀφ' ὧν ἡμῖν κατεβρέχθη κεραύνια κακά, δι' ὧν ἐκτεφρωθέντες πληγὰς ἐνετρίβημεν, ἅσπερ οὐκ ἂν οὐδ' εἰς μακροὺς ἐνιαυτοὺς ἀπαλθησόμεθα. Εἰσὶ δὲ ταῦτα, οὐ γὰρ ὀκνήσω καὶ πάλιν τὸ τοῦ λόγου χειρισάμενος ἄροτρον ἀναπολῆσαι τὴν κατ' ἐμὲ πνευματικὴν ταύτην γῆν καὶ τὸν θεῖον σπόρον, ὡς εἴθισται, καταβαλεῖν, οἱ φθόνοι, τὸ πρεσβύτατον κακόν, τὸ τοῦ καλλίστου ζῴου μέγα αἶσχος, τὸ δεινὸν τοῦ καταπεσόντος ἑωσφόρου θέειον, ὃ συνεφήψατο τῆς ἐν ἡμῖν κακοποιοῦ κεραυνώσεως· οἱ συγγέροντες τῷ φθόνῳ τῦφοι, εἰς οὓς ὁ, ὡς εἰπεῖν, τυφογέρων δαίμων ἀναβιβάσας ἡμᾶς καὶ προσκυνηθεὶς ὡς ἐπὶ βασιλείαις τισίν, εἶτα κατέρριψε κάτω κάρα βαλὼν τοὺς πολλοὺς [καὶ] εἰς Τάρταρον· αἱ διαβολαί, αἳ τὰς θανασίμους καθ' ἡμῶν ἀπεύθυναν βολάς· τὸ βαθὺ ψεῦδος, οὗ ἕνεκεν ὁ τῆς ἀληθείας θεὸς ἀπῆρε τοὺς ὀφθαλμοὺς ἐξ ἡμῶν· τὸ φιλοχρήματον, οὗ κατ' αἰτίαν εὖ δεδικαιωμένοι πάντων χρημάτων ἀπεγυμνώθημεν, δίχα γε τῶν καὶ εἰσέτι τῷ φωλεῷ τούτῳ ἐπωαζόντων, κἀκεῖθεν καταθρασυνομένων τῶν μὴ φωλεοὺς ἐχόντων, ἔνθα κλινοῦσι τὰς κεφαλάς· οἳ βλεπέτωσαν μήποθεν ὄφις, ὁποίους χρὴ δεδιέναι, ὑφερπύσας ἀχρειώσῃ αὐτοῖς τὰ τῆς φωλείας ὡς μὴ τελεσφορηθῆναι εἰς νεόττευσιν· αἱ ἐπὶ δίκῃ συκοφαντίαι, ἃς ὑπερμισήσας ὁ δίκαιος ἐδικαίωσεν ἡμᾶς, οἷς οὐκ ἂν συκοφαντίαν προηγησαμένην ἐπικαλέσαιμεν· οἱ ἐπὶ δανείσμασι μετρίοις ἀσύμμετροι καὶ βαρεῖς τόκοι, οἷς οἱ ἀπάλαμνοι κατεπονοῦντο καὶ ἀπέριττοι καὶ ἀπεριουσίαστοι, οὓς ἐλεήσας ὁ τὰ ἐλαφρὰ φορτίζων Θεὸς καὶ τοὺς κοπιῶντας καὶ πεφορτισμένους προκαλούμενος εἰς ἀνάπαυσιν μάχαιραν κατηκόνησεν ἔξωθέν τε καὶ ἔσωθεν, ἀτεκνοῦσαν τοὺς τοῦ τοιούτου τόκου πατέρας, οἳ μηδὲ τὴν ἀρχὴν σπαρῆναι πρὸς πατέρων ὤφειλον· εἰ δὲ καὶ ἐκ τῶν ταμιείων φόβος τοὺς τοιούτους ἔσχε, καὶ οἴδαμεν καὶ οἴδασι. 156 Προσλογιστέον τοῖς φαύλοις ἐν ἡμῖν αἰτίοις καὶ τὸ τῆς φιλίας εὐπεριφρόνητον καὶ οὐ μακρόβιον, ἀλλ' ἐφήμερον· ὅθεν κεκινημένοι τὸ ἄγριον βάρβαρον διέθεντο εἰς ἡμᾶς τὰ διὰ βίου θρηνηθησόμενα. Συντακτέον τούτοις καὶ τὸ ἀχάριστον καὶ ἁπάσης χάριτος εὐεπίληστον καὶ οἶον θνῄσκειν ταχύ, ὡς ἅμα ἠλεῆσθαί τινα καὶ τεθνάναι τὴν χάριν κατὰ τὴν παροιμίαν. Διὸ ἥρπασεν ὁ Θεὸς ἀφ' ἡμῶν τὰς χάριτας, αἷς ἐκ μακροῦ τὸ καθ' ἡμᾶς λάχος ὡράϊστο. Προσγραπτέον καὶ τὸ ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες, οὐ τοσαῦτα τίνομεν. Προσενθυμητέον οὐχ ἥκιστα καὶ τὴν τῶν θείων περιφρόνησιν, τὸ χείριστον, καὶ τὸν ἐπ' αὐτοῖς γέλων, ἐξ ὧν περιπεφρονήμεθα οὐ πρὸς κατάγελων, ἀλλὰ πρὸς ὄλεθρον. Ἢ γὰρ οὐκ οἴδαμεν τοὺς ἐν ἡμῖν ὁρογλυφοῦντας τὰ τῶν ἁγίων καὶ ὑποσπωμένους αὐτὰ εἰς κληρονομίαν καὶ καυχωμένους ὡς, ἐφ' οἷς Θεὸς ὑπνοῦν προσποιεῖται, αὐτοὺς νηφαλίους ὄντας καὶ πρακτικούς. Ἀναβάλλομαι περιηγήσασθαι νῦν κατ' ἐξαίρετον καὶ τὰ κατὰ τοῦ πολιούχου ἡμῶν Μυροβλύτου, καὶ τὰς θρασείας ἀναιδείας ἐκείνας, καὶ ταῦτα ἐπὶ πράγμασιν, ἃ προυκαλεῖτο καὶ ἐγκαλύπτεσθαι, ὧν μάρτυρες ἀπαράγραπτοι καὶ πύλαι περίοπτοι, κολαφθεῖσαι ἀξίναις εἰς βαθύ ποτε καὶ προτιτλοῦσαι θράσος ὕψιστον· ἔτι δὲ καὶ τὰς περιέργους συνδρομὰς καὶ καταδρομάς, ἃς τὸ ἔναγχος οἶδε θέρος, εἰς οὐδὲν δέον. Ἀλλ' ὥστε οὐ τοῦτο δὴ τὸ ἐλαφρὸν δῆσαι δίκαιον ἄνδρα, οἷα δύσχρηστον τοῖς δυσαρέστοις, ἀλλὰ καὶ κρύψαι εἰς γῆν τὸ βαρύτατον. Προσεπιλεκτέον τοῖς αἰτιατέοις καὶ τοὺς κατ' ἀλλήλων ψιθυρισμούς, ἐφ' οἷς οὐκ ἐχρῆν, οἳ βοὰς μάχης ἀφύκτου ἡμῖν ἐπέρρηξαν, τὰς ἐπὶ παραθήκαις ἀποστερήσεις, ὧν ἕνεκεν ἀπεπλουτίσθημεν, εἰ καὶ γελῶσι κἀνταῦθα πάντες οἱ ἔτι ἄνδρες τοῦ πλούτου, τὰς τῶν γραμματίων ἀποπροσποιήσεις, ὧν σταυροῦ τιμίου τύπος προλάμπων εἶτα καὶ μνήμην τῆς Ἁγίας Τριάδος τοῦ ἑνὸς καὶ μεγάλου Θεοῦ ἐπεισάγει προγεγραμμένην πρὸς ἑκάστου τῶν οὕτω συναλλαττόντων, ὡσεὶ καὶ ὤμνυον· ὅπερ κατ' ἐπιορκίας ἔγκλημα ἐξεπολέμωσεν ἡμῖν φανερῶς τὸν Θεόν. Τί μοι ἀναμετρεῖν τὰ πλείω αἴτια, ἔνθα μὴ πάνυ καιρός; Ἀρκέσει μόνον εἰπεῖν ὡς δίκαιος ὁ Θεὸς καὶ δικαιοσύνας ἀγαπᾷ. Διὸ οὔτε μερὶς αὐτῷ πρὸς 158 τοὺς μὴ τοιούτους καὶ οὐδ' ἂν ἀνήσει ποτὲ συχναῖς μεθόδοις μετερχόμενος τοὺς ὅσοι τοῖς ἀδικοῦσι συνεξετάζονται. Δοκῶ μοι, ὦ πολῖται καὶ δι' ὅλων συναεθλευταί, καὶ ὑμεῖς δέ, ὦ νεήλυδες, ἠκριβωσάμην διαγράψας τὰ καθ' ἡμᾶς τεχνικῶς καὶ εἰκόνα ταύτην ἐν ἡμῖν ἀνεστήλωσα διδασκαλικὴν ὧν ἐπάθομεν· καὶ ἔστιν ἀπὸ τῆς ἄρτι ὄφελος διαβαίνειν εἰς τὸν τῇ ζωγραφίᾳ ταύτῃ ἐπεντρανίζοντα καὶ μὴν καὶ ἀγαπῶντα. Ὡς ὅ γε τὴν ἀκριβῆ διαζωγράφησιν μεμισηκὼς οὐδὲν ἧττον, φασί, καὶ τὴν ἀλήθειαν συνεμίσησεν. Οἶμαι δὲ καὶ ὡς εὐλαβητέον μὴ τῇ περιφρονήσει τῶν ἐνταυθοῖ διεζωγραφημένων καὶ τῇ ἐντεῦθεν ἀπαλοιφῇ τοῦ τυπώματος ὧν πεπόνθαμεν ἀνάγκη ἐστὶ καὶ ἑτέρῳ μεταχρονίῳ ἀρχιζωγράφῳ τῶν τοιούτων πινακογράφημα ἕτερον ἐφ' ὁμοίοις παθήμασιν ἐν ὑμῖν στήσασθαι. Εὖ γὰρ ἴστε πάντως ὡς οὐ μίαν πληγὴν Θεὸς ἐντήκειν οἶδε τοῖς ἀνεπιστρόφως κακοτρόποις, οὐδὲ εἰσάπαξ, ἀλλὰ πολλὰ βέλη παρ' αὐτῷ ἡ μυστικὴ φαρέτρα κρύπτει, ἐξ ὧν ἀεὶ κατασκοπεύονται αὐτῷ καὶ βάλλονται, συνεκπολεμούσης αὐτῷ καὶ τῆς ἀρᾶς Ἀλλὰ μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐξελοῦ θλιβομένους ἡμᾶς, καὶ οὕτω δοξαζόμενος κατὰ τὸ «καὶ ἐν ἡμέρᾳ θλίψεώς σου ἐπικάλεσαί με καὶ δοξάσεις με», τὸν ὄντως ὑπερδεδοξασμένον εἰς πάντας τοὺς αἰῶνας.