Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De capta Thessalonica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον δυσδαίμονος βασιλείας καχεξίας λόγῳ, ἣν ἐκεῖνος φαῦλα διαιτῶν κατὰ τῆς οἰκουμένης πολλὴν ἐκ μακροῦ ἤθροιζε, ταχὺ δὲ πάνυ τεθεραπευμένης ὑπὸ τοῦ ἐλευθερωτοῦ μεγάλου βασιλέως Ἰσαακίου τοῦ Ἀγγέλου, διαδεξαμένου ἐκεῖνον εὐδαιμόνως καὶ εὐτυχῶς τῷ κόσμῳ προνοίᾳ καὶ εὐμενείᾳ θεοῦ μετ' οὐ πολλὰς ἡμέρας τοῦ ἁλῶναι τὴν πόλιν, ἐν τῷ χρήσασθαι ὀξυχειρίᾳ ἔργων, ὡς δέον μάλιστα ἦν, ἧς αὐτῷ θεὸς συνεφήψατο, καθὰ λόγος ἕτερος καιρὸν εὑρηκὼς περιηγήσεται. Προθεωρία τῆς τοιαύτης συγγραφῆσ Πόλεων ἁλώσεις ἱστορούμεναι εἴτε συγγραφόμεναι μεθόδοις διοικοῦνται ὡς τὰ πολλὰ ταῖς αὐταῖς. Οὔτε δὲ ἁπάσας τὰς ἐπιβαλλούσας ἠναγκασμένως ὁ γράφων διαχειρίσεται, οὐδὲ μὴν τὰς ἀμφοτέρωθι χρηστὰς ὡσαύτως διοικονομήσεται· ἀλλὰ καθιστορῶν μὲν καὶ ἀπαθῶς γράφων καὶ θεολογήσει ἔστιν οὗ καὶ πρὸς φύσεως λόγον ἐμπλατυνεῖται καὶ τὴν φράσιν δὲ ψιμυθιώσει πρὸς κάλλος ἀφειδέστερον καὶ τοπογραφήσει καὶ ἐκφράσεσιν ἐναγλαΐσεται καὶ ὅλως, οἷα ἔξω πάθους λαλῶν, πολλὰ διαθήσεται πρὸς χάριν ἀκοῆς, οὐκ ἀφέξεται δὲ οὐδὲ τῶν ὡς εἰκός, στοχαζόμενος αὐτὸς ἐνταῦθά γε, ὅτι μηδὲ παρῆν τοῖς ἀφηγουμένοις κακοῖς, ὡς καὶ παθαίνεσθαι καὶ αὐτὰ δὴ φράζειν ἐκεῖνα. Καὶ οὕτω μὲν ὁ τὰ πρὸς ἱστορίαν δηλῶν. Ὁ δὲ καὶ συγγραφόμενος καὶ χρωτισθεὶς τῷ κακῷ πάντων ἐκείνων προσάψεται μὲν ἀναγκαίως, οὐκ ἐπὶ τοσοῦτον δέ, μόνῳ πλεονάζειν ὀφείλων τῷ πάθει, καὶ αὐτῷ ἀναλόγως τῇ κατ' αὐτὸν προσωπικῇ ποιότητι. Τοῦ λαοῦ μὲν γὰρ ὤν, τίνα ἂν ἔχοι ψόγον εἰς κόρον παθαινόμενος; Βίῳ δὲ ἀνειμένος τῷ κατὰ πνεῦμα καὶ μεταξὺ τοῦ πενθεῖν καὶ τοῦ εὐχαριστεῖν τῷ κρείττονι οὐκ ἐπιτείχισμα ἐρυμνὸν ἀλλὰ χάος μέγα βλέπων, φείδοιτ' ἂν ἀκράτως τραγῳδεῖν. Ὁ δ' αὐτὸς οὐδ' ἂν παίζοι χορεύων ἐν πένθεσιν, ὁποῖον δή τι καὶ τὸ πάνυ καλλύνειν τοὺς λόγους κομμωτικῶς ἐν σκυθρωποῖς πάθεσι. Καὶ τὰ ἄλλα δὲ συγγραφικὰ εἴδη σωφρόνως μεταχειριεῖται κατὰ μέθοδον ἰδίαν, οὔτε παράδοξα ἐκτιθεὶς ἀκούσματα κατὰ τὸν ἀπαθῆ ἱστο 4 ρικὸν οὔτ' ἄλλα, ὅσα πρὸς οὐκ ἄκαιρον φιλοτιμίαν καὶ πολυμαθίας ἔνδειξιν οἱ ἔξω πάθους τεχνάζονται. Εἰ τοίνυν καὶ ἐμὲ τοιονδέτινα ἡ παροῦσα συγγραφὴ διαδείξει, αὐτίκα φανεῖται. Ἄρξεται δὲ ὁ ὑποτεταγμένος λόγος ἀναγκαίως ἐξ αὐτοῦ πάθους, ὅτι μηδὲ ἦν τὸν ἐν ἐλεεινοῖς ὄντα μὴ τραγικεύσασθαι τό γε πρῶτον. Εἶτα καθιστάμενος τοῦ οἴκτου καί τι πρὸς βάρος ὑπομεμψάμενος τὸν αἴτιον καὶ συναίτιον τοῦ κακοῦ, γενήσεται τοῦ καὶ εὐκρινῶς καὶ σαφῶς, ἐπί τι δὲ καὶ μεγαλείως ἀφηγεῖσθαι· καὶ πῆ μὲν ἀφελῶς, ὡς ἐχρῆν, πῆ δὲ καὶ γλαφυρώτερον καὶ ἀπὸ κεφαλῆς ἠργμένος, ἧς οὐδὲν καιρίως πρεσβύτερον, καταβήσεται εἰς τὰ ἐχόμενα καθ' εἱρμὸν καὶ τάξιν οὐ πάντῃ ἀπεριλάλητον καὶ ἅψεται πάλιν τῶν τῆς ἁλώσεως πλατύτερον κατὰ πᾶσαν ἀνάγκην, ἐπεὶ καὶ αὕτη μάλιστα πρὸ ἔργου ὑποβέβληται τῇ συγγραφῇ. Ὅτι δὲ καὶ σημεῖα ἐν τοῖς τοιούτοις προφαίνει τὸ θεῖον, ἃ δὴ κἀνταῦθα ἐμφανῶς προέλαμψε, προσεφάψεται καὶ τοιούτων τινῶν ὁ λόγος εἰς σύμμετρον. Οὐκ ἀποστήσεται δὲ οὐδὲ τοῦ ἐκθέσθαι ἁμαρτητικὰς αἰτίας, ὧν ἕνεκεν τὰ δεινά, ὃ καὶ αὐτὸ οἱ συγγραφόμενοι ἐν ἔργῳ ἐλλόγως τίθενται. Ἀνασκαλεύσει δὲ ἀμυδρῶς ἡ συγγραφὴ τὰ τοιαῦτα αἴτια ἐν ὑστέρῳ τοῦ ὅλου λόγου κατὰ μέθοδον διδασκαλικήν. Οὐ γὰρ ἐν ἑτεροίῳ καιρῷ καὶ ἀνέγνωσται καὶ ἐκδέδοται, ἀλλ' ὅτε οἱ προεισόδιοι τῶν νηστίμων ἁγίων ἡμερῶν κατηχοῦνται εἰς ἀκοάς, ὡς ἀποτελευτᾶν τὸν λόγον εἰς διδασκαλίαν ἐκκλησιαστικήν, ἀρξάμενον ἄλλως ἀφ' ὧν κακῶν ἡ πόλις ἔπαθεν. Ἀρχὴ αὐτοῦ δὴ τοῦ συγγραφικοῦ λόγου τῆς ἁλώσεωσ Ἔφηνε καὶ ὁ καθ' ἡμᾶς ἄρτι χρόνος, εἴπερ τις ἕτερος τῶν πάλαι, ὑπόθεσιν, ἣν ἀπαθὴς μὲν ἄνθρωπος καὶ μακρὰν ἑστὼς τοῦ κατ' αὐτὴν κινδύνου μεγάλην εἴποι ἂν καὶ βαρυσύμφορον καὶ πάνδεινον καὶ ἀπευκταίαν καὶ οὐ ῥᾷον φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ ἂν εὐπορήσοι πρὸς ἀξίαν ὀνομάσαι τὸ κακόν, ἐκκρουόμενος οὗπερ ἐθέλει νοεῖν τῷ ποικίλῳ καὶ ἐπαλλήλῳ τῶν συμφορῶν, ὅσαι κατέχασκον ἑκάστου τῶν δυστυχούντων, πολλαῖς καὶ διαφόροις οἰκειούμεναι κλήσεσιν· εἰ δὲ καὶ δυνήσεται κατευστοχῆσαι τοῦ κακοῦ πρὸς ἔπος, ἐρεῖ ἂν αὐτὸ οὐκ ἀπεικότως 6 φωστῆρος μεγάλου ἀφάνειαν, οὐδὲν μὲν ἐκεῖνος λέγων πρὸς πάθος (ἐχρῆν γὰρ ἄλλοις ὀνόμασιν ἐνταῦθα παθήνασθαι), τῷ μεγαλείῳ δὲ ὅμως ὀρθῶς ἐπιβάλλων τοῦ δυσπραγήματος. Ἦ γὰρ οὐ τοιοῦτόν τι τὸ τὴν ἐν ταῖς ὑπ' οὐρανὸν πόλεσι πάνυ λαμπρὸν φαίνουσαν Θεσσαλονίκην οὕτω παθεῖν, ὡς νῦν ἔχει; Ἔχει δὲ ὡς ἂν ἀπεύξαιντο καὶ ἐχθροί, ὡσεὶ καὶ καλὸν εἶδος ἀφανισθὲν λυπεῖ καὶ τὸν ἦν ὅτε ἀπόστοργον. Ὤμοι δαίμονος, ὃς οὕτω βριθὺς τηλικαύτης πόλεως εὐετηρίᾳ ἐνήλατο καὶ κατέστρεψεν. Ἀπήγαγε μὲν οὖν αὐτὴν τέλεον, ὡς μηδὲ λείψανον ἐναπομεῖναι παλαιᾶς καλλονῆς. Καὶ τείχη μὲν αὐτῆς ἠχρειωμένα καὶ ἱερὰ τὰ πάντα κατῃκισμένα εἰς ὅσον οὐδὲ τόποι τολμητοὶ πᾶσι καὶ οἶκοι εὐπρεπεῖς κατῃσχυμένοι καὶ περιουσίαι πολιτῶν, αἱ μὲν ἠντλημέναι, αἱ δ' ἐκκεχυμέναι καὶ ἄλλως δὲ διεσπαρμέναι, τί ἂν λέγοιντο, ἔνθα οὐκ ἔστιν ὡς ἐχρῆν αὐτὰ διίξεσθαι; Τὸ δὲ ἐν τῇ πόλει πλῆθος, οὐ μόνον τὸ στρατιωτικὸν ἀλλὰ καὶ τὸ λοιπόν, ὅσον ἐν ἱερᾷ πολιτείᾳ τῇ κατὰ κόσμον καὶ ὅσον δὲ λαϊκόν, τίς ἂν ἐς ἄξιον δακρύσειε; Ναὶ μὴν καὶ ὅσον τοῦ βίου τὸν φλοῖσβον διακρουσάμενον ὡς εἰς λιμένα κατήντησε τὸ ἀπρόϊτον τῆς ἐνοικήσεως, πάντες οὗτοι, ὡσεὶ καὶ ἀκρίδες πυρὶ κατὰ λήϊον ἐλαυνόμεναι, τῇ καυστηρᾷ μάχῃ πρὸς ὄλεθρον ἐξετινάσσοντο. Καὶ οἱ μὲν πολέμιοι περιστοιχίζοντες θυμοῦ πῦρ ἐξέκαιον ἐπὶ τὸ πολιτικὸν ἅπαν, ἐκεῖνοι δέ, οἱ μὲν ἐπικαταλαμβανόμενοι καί που καὶ σπαργανούμενοι πυρὶ τοιούτῳ πάντοθεν οὐκ εἶχον διεκπίπτειν, ἀλλὰ πολυειδῆ τὸν κίνδυνον εἶχον, οἱ δὲ ὅσα καὶ σπινθῆρσι τοῖς βέλεσι πόρρωθεν ἔπασχον τὸ κακόν. Ἠέλιος μὲν νέον προσέβαλλεν ἀρούρας, οὐκ ἔσχε δὲ τὴν θανάσιμον διαλῦσαι νύκτα, ἀλλὰ κατεκαυχᾶτο τοῦ φωτὸς ἡ τῶν πιπτόντων ζόφωσις. Οὔπω τις ἔφθη τὸν γλυκὺν ὕπνον ἀποθέσθαι, ὁ πικρὸς καὶ ἀνέγερτος αὐτὸν διεδέχετο καὶ ὄναρ κακὸν ἐφίστατο ὕπαρ τῇ κεφαλῇ καὶ ὁ βλέπων αὐτὸ κατέμυεν εἰς θάνατον. Ἀπηλλάττετο κλίνης ἐγρηγόρσεως λόγῳ καὶ ὁ πολέμιος σίδηρος ἄλλως αὐτὸν κατέκλινεν, ὡς ἐκεῖνος χαίρει κοιτάζων. Πολλοῖς δὲ καὶ ἡμιγύμνοις ἔτι τὸ κακὸν τοῦτο θηρίον ἐνεφύετο, ἵνα μηδὲ κάμοι τοὺς ὀδόντας ἐντρίβον σωμάτων καλύμμασι. Καὶ στρατιωτῶν μέν, ἤδη δὲ καὶ τῶν ἄλλως ῥωμαλέων ἢ καὶ ὅλως ἀκμαίων, εἴπερ ὁ πόλεμος ἐδράττετο καὶ διέσπα ἐμπείρας ὀξέας ὄνυχας, ἐκαινοπράγει οὐδέν. Φιληδεῖ γὰρ σώμασι τοιούτοις ἐκεῖνος, ὑφ' ὧν καὶ συγκροτούμενος θεραπεύεται ὡς τὰ πολλά. Εἰ δὲ καὶ ἄνδρας ἀθλίους ἐφιλοτιμεῖτο ἀπάγειν, ἤδη τυμβογέροντας ὄντας καὶ εἰς γῆν κεκυφότας καί που πρὶν ἢ καὶ πληγῆναι γινομένους τοῦ Χάρωνος οἷς τῷ δέει παρίεντο, καὶ γραῦς δὲ τὰς πλείους καὶ 8 ἐξ ὀμμάτων οὔσας καὶ κωφευούσας διὰ βαθὺ γῆρας καὶ οὔτε βλεπούσας τὸ τῶν ὅπλων ἀστραπαῖον οὔτε βροντῆς αἰσθομένας τῆς ἐξ ἀπειλῶν, ἀλλὰ τοῦτο οὐ φρενήρης Ἄρης ἀλλὰ δόρυ ἐνήργει μαινόμενον καὶ ξίφος οὐκ εὐδιάκριτον. Οἴκτιστα δὴ ταῦτα βροτοῖς. Ἐλεεινότατον δὲ ὅτι καὶ βρέφη συνέκειντο τοῖς παντοδαπῶς πίπτουσι, τὰ μὲν συνεκκεντούμενα ταῖς φερούσαις ἀγκάλαις, τὰ δὲ τῷ καταρρίπτεσθαι ὑπὸ δέους ἢ καὶ φόνου τῶν βασταζόντων, τὰ πλείω δὲ συγκαταπατούμενα. Ἡ γὰρ τοῦ φεύγειν ἀνάγκη καὶ τοιοῦτον ἀπλῆγα φόνον ἐτυράννει, τὸν μὲν ἔσω τῶν ἐκκλησιῶν ὠθιζομένου τοῦ λαοῦ καὶ τῇ συμπιλήσει δυστυχοῦντος ψυχῶν ἀπαγωγήν, τὸν δὲ περὶ τῆς ἀκροπόλεως τὴν εἴσοδον, ὅτε, πολεμικοῦ δόρατος ἄνω τοῦ κατὰ θάλασσαν ἑῴου πύργου ἀρθέντος τοῖς ἀντιμάχοις εἰς σύσσημον τοῦ τὴν πόλιν ἤδη καταπεπονῆσθαι, ὡς καὶ ἀναρριχᾶσθαι τοὺς βουλομένους ἔξωθεν, τὸ μὲν κάτω περιεῖναι ἀπέγνωστο, ἦραν δὲ τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι. Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ, τοῦτ' ἦν ὅτι ταῖς νεκρικαῖς θημωνίαις καὶ ἀλόγων ζῴων σώρευμα παρετέθειτο. Ἀχωρήτου γὰρ ὄντος μιᾷ πύλῃ τοῦ συνερρευκότος ἄνω λαοῦ καὶ βιαζομένων μὲν παραβύεσθαι ὥστε σῴζεσθαι, μὴ ἐχόντων δὲ παραδύεσθαι ἑκάστων, τῶν τε πεζῶν τῶν τε καθ' ἵππους, ὁ κατόπιν θέων βαρὺς ὄχλος τὸν προάγοντα καὶ τῇ ἐπιπτώσει πάσχων ἐκεῖνος τὸ ὅμοιον ὑπὸ τῶν ὀπισθαίτερον ἐγκειμένων, οὐδ' αὐτῶν ἀπηλλαγμένων τοῦ καθ' εἱρμὸν οὕτω πάσχειν, εἰς κολωνὸν θανατουμένων ἐκορύφου τὸ σύμπτωμα, πάντων ὁμοῦ πεφυρμένων, ἀνθρώπων, ἵππων, ἡμιόνων, ὄνων, οἷς ἐπισεσαγμένα ἦσαν τὰ τοῖς πολλοῖς ἀναγκαῖα. Καὶ βουνὸς ἐκεῖνος τοιοῦτος ἀντανίστατο τῷ τῆς πόλεως ἐκεῖσε πυργώματι, μικροῦ παρεοικὼς τοῖς ἐγειρομένοις πρὸ τειχέων χώμασιν, ἃ δὴ καὶ αὐτὰ σκευωρεῖ ποτε πόλεμος. Καὶ ταῦτα μὲν πρὸς τῇ πύλῃ τῆς ἀκροπόλεως, τῇ γε προφαινομένῃ. Οὓς δὲ συνέσχε καὶ ἡ ἐνδοτέρω, ὅτε ὁ ἀχρεῖος αὐτὴν ἀκαίρως κατήραξε στρατηγός, παρεισφθαρεὶς ἐν τῷ φεύγειν, ἄλλη τραγῳδία οὗτοι καινότροπος. Ὥσπερ γὰρ μὴ ἀρκούντων τῶν ἄλλως πεπτωκότων, προσεπηύξησε τὸ κακὸν ἐκεῖνος, ὁ μικρὸς μὲν τὰ καλά, μέγας δὲ τὴν πονηρίαν, καὶ οἷόν τινα κορωνίδα καὶ αὐτὸς τῷ δυστυχήματι ἐκεφαλαιώσατο, οὐκ ἀνασχόμενος μὴ καὶ αὐτόχειρι φόνῳ προσεπιβλάψαι οὓς δυσβουλίαις κατεστρατήγησε, μάλιστα δ', εἰπεῖν τἀληθές, ταῖς εἰς μάχην καὶ φυλακὴν καθυφέσεσιν, ὡς ὁ λόγος προβαίνων ἐκφανῶς διαγράψεται, ὡς ἄν, οἶμαι, τοὺς πολεμίους πρὸς ἑαυτοῦ ποιησά 10 μενος ἐκμειλίξαιτο, εἴ γε καὶ πόλιν τοσαύτην ἀφῆκεν οὕτω πεσεῖν καὶ φόνων δὲ γέγονεν αὐτουργός, ἐπικαταθύσας καὶ αὐτὸς οὓς ἐπεμέτρησεν ὁ καιρός. Οὐ γὰρ ἄλλοις ἐπέταξε χαλασθῆναι τὴν κρυφαίαν ἐκείνην πύλην, μετέωρον ἠρμένην ἐκ μηχανῆς, ἀλλ' αὐτὸς τὸ τέχνασμα σχάσας κατὰ σπουδὴν κατήνεγκε καὶ κατὰ τῶν παρεισδυομένων συγκλείσας ἐπαγίδευσε τοὺς ὑποτρέχειν λαχόντας εἰς ὄλεθρον, σφιγκτῷ θανάτῳ μετηλλαχότας τὸ ζῆν καὶ κειμένους οἰκτρὸν θέαμα, τῷ μὲν ἡμίσει τοῦ σώματος προκύπτοντας ἐπὶ τὰ ἐντός, τῷ δὲ λοιπῷ προφαινομένους τοῖς ἐκτός, ὥστε κλαίεσθαι. Ὁ δὲ καὶ εἰς τοσοῦτον ἦν ἀνδρεῖος διολέσαι τὴν ὅλην πόλιν, ὡς ἅμα τε τοῦ πύργου γενέσθαι, ὃς ὑπερανίσταται τῶν ἐκεῖσε πυλῶν, καὶ ἅμα διὰ σχοίνου καθεῖναι εἰς τοὺς ἐπιδραμόντας πολεμίους ἑαυτόν, ἐάσαντα τοὺς ἐπὶ τοῦ πύργου στρατιώτας κενὰ μελετᾶν ὑπὲρ τοῦ ἐρύματος καὶ τὴν τρίβον αὐτοῦ καὶ τὴν σχοῖνον ταύτην ἐπαράτους ἐξιχνιάζεσθαι καὶ περιᾴδεσθαι. Ἐνταῦθα παθαινόμενος προάγομαί τι λαλῆσαι πρὸς τὸν ἄνδρα καὶ πυθέσθαι αὐτοῦ· Τί δήποτε, ὧ βέλτιστε στρατηγέ, τὴν κάτω πόλιν κατακόπτεσθαι ἀφείς, ἐγένου τῆς ἄνω μοίρας καὶ σπεύδων ἐκρύβης ἐντός, εἰ οὕτω ταχὺ ἐχρῆν σε καὶ αὐτὴν ἀφεῖναι τοῖς ἐχθροῖς ὑποχείριον; Τί δὲ μὴ τὴν ἀγεννῆ φωνήν, τὴν τοῦ ἐλεηθῆναί σε, προέκρωξας, πρὶν ἢ καὶ καταπνῖξαι τοὺς ἐν τῇ πύλῃ σχεθέντας καὶ τοὺς λοιπούς; Πῶς οὐ γελοῖον εἰσδραμεῖν τὴν ἀκρόπολιν ὡς ἄμυναν καὶ ἀναπηδῆσαι εἰς πύργον ὡς ἐπ' ἀγαθῷ τῶν ἄνω ἑστώτων καὶ αὐτίκα δράξασθαι σχοίνου καὶ θᾶττον κάτω γενέσθαι ἤπερ καδδίον ἐν ἱμονιᾷ κατὰ φρέατος; Ὦ γέλωτος τούτου, ὅτι παρατεταγμένος ὁ λαμπρὸς ἡγεμὼν πρὸ τῶν ἑῴων πυλῶν ὡς ἐπὶ μάχῃ λαμπρᾷ, εἶτα ἰδὼν ἕνα τινὰ πολέμιον ἐλαφρισθέντα καὶ ὑπερφανέντα κατὰ τῶν ἐπάλξεων, ἀνῆκε τὸν ῥυτῆρα τῷ ἵππῳ θέειν προτρέχων τοῦ παντὸς ὁμίλου τῆς στρατιᾶς καὶ συμπατήσας τοὺς παρευρημένους καὶ εἰσδραμὼν ἄνω, εἶτα καὶ βλάψας πολλοὺς διὰ πύλης, ἣν προεξεθέμεθα, τοὺς μὲν ὑπ' αὐτῆς ἐκείνης κατενεχθείσης ἐκ μετεώρου, τοὺς δὲ καὶ οἷς ἔξω συνεκλείσθησαν, ταχὺ μὲν ἀνέβη πυργομαχήσων, τάχιον δὲ κατέβη δουλωσόμενος, τοῦτο καὶ μόνον ἀνδρισάμενος, ὅτι μὴ διὰ σαργάνης ἐχαλάσθη σχολαίτερον, ἀλλὰ μικροῦ κατεπετάσθη, ὡσεὶ καὶ βοσκηματῶδες πτηνὸν ἐπὶ νομήν· οὐ γὰρ δήπου ὡσεὶ καί τι ἀετῶδες ἐπὶ ἄγραν εὐγενῆ. Καὶ οὐκ ἐχρῆν μὲν ἄνδρα, πάλαι μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ' ἀλλὰ τὰς φρένας βλαβεὶς ἔφευγε 12 μὲν ὡς ἐπὶ φυλακῇ ἄνω, κατεφέρετο δ' εὐθὺς ἐκεῖθεν, ὡς ἂν εἴη τὸ ἀγεννὲς αὐτοῦ ἄτοπον καὶ μὴ δοξασθείη πρός τινων ὡς ἄρα ἑάλω μαχόμενος. Ἀνέβης εἰς ὕψος φροῦδος, ὦ οὗτος, τὸ τῆς ἀκροπόλεως· ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἣν καὶ ἐκεῖ τοῖς πολεμίοις προύδωκας. Ἀπεναντίας ταῦτα οἷς ψάλλει Δαυΐδ, οὗ τὴν κλῆσιν φέρων ἠχρείωσας. Καὶ μή μοι νεμεσάτω μηδεὶς ἐνταῦθα, γέροντι μικροψύχῳ, τοιαῦτα καταλέγοντι ἀνδρός, οὗπερ ἡδέως ἂν μέσον ἧπαρ ἔχοιμι ὀδὰξ ἐμφύς, κατὰ τὴν ὁμηρικὴν εἰπεῖν γραῖαν, ἀνθ' ὧν καὶ τηλικαύτης πόλεως κατέλυσε κάρηνα καὶ πολλῶν ἀνδρῶν γούνατ' ἔλυσε. Γένοιτο δὲ μὴ καὶ εἰσέτι λυθῆναι, ὦ θεὲ βασιλεῦ καὶ ὦ θεράπον αὐτοῦ, πολιοῦχε ἡμῶν, μὴ καὶ ἐπεκταθείη εἰς μήκιστον τὸ κακόν. Καὶ οἶδα μὲν συνιστῶν ἐγὼ τὸν ἄνδρα τοῦτον τὰ πρὸ τῆς μάχης καὶ εὐλογῶν ἐν εἰρήνης καιρῷ τὰ ἐκείνου, ὅτε οἱ μὲν κέρδους πρηκτῆρες πολῖται λαλαγοῦντες ἐπέκειντο κατ' αὐτοῦ ἅπερ ἤθελον, ἡμεῖς δὲ ἄλλως, ὡς ἔπρεπεν, ἡρμοττόμεθα. Καὶ αὐτὸς δὲ ἀντιστρέφων τὸ φίλιον ἔφαινεν ὑπὲρ ἡμῶν καὶ βλέμμα καὶ νεῦμα καὶ τὸ ἐν πρακτέοις βάδισμα. Νῦν δ' ἀλλὰ τί καὶ δράσομεν, εὑρηκότες τὸν ἐπαινετέον ἐκεῖνον μεταβαλλόμενον καὶ μηκέτι τόπους εἰς εὐφημίαν ὑποβαλλόμενον; ἢ πάντως ἐνθυμητέον ὡς καινὸν οὐδέν, καθὰ στέργων ἐκεῖνος τὰ πρῴην ἡμᾶς, εἶτα ἐν ὑστέροις οὐκ ἠγάπα ἐλέγχοντας, οἶα μηδὲ σοφὸς αὐτὸς κατὰ τὸν παροιμιαστήν, οὕτω καὶ ἡμᾶς τότε μὲν πρὸς ἐκείνοις εἶναι διὰ τὸ ὅσιον, ὅτι μηδὲ λίαν θρασὺς ἦν κατὰ τοὺς αὐθεκάστους τὰ κοινὰ σίνεσθαι, εἶτα δὴ ὄλεθρον ἐξ ἐκείνου προορωμένους μισεῖν ὡς αἴτιον, ἄρτι δὲ καὶ ὠλοθρευμένους ἐθέλειν καί τι μέγα κακὸν ἐκείνῳ προσβάξασθαι, ἀνδρί, ἄλλως μὲν ἀγαθῷ δόξαντι, οὐ γὰρ σκορακιστέον τὰ πρὸς ἀλήθειαν, οἶς δὲ στρεβλῷ κανόνι συνδιεγράφη, τῷ τοῦ δεσπόζοντος Ἀνδρονίκου, ἀλλ' ἐνταῦθα διεκπεσόντι ἐς ἄκραν φαυλότητα. Οὔτε γὰρ ἀγαπῶν ἦν ἐκεῖνον, ὡς ὑποκαταβαίνοντες παραστησόμεθα, οὔτε αὖ ἀγαπώμενος καὶ οὔτε εἰς γέρως ἔννοιάν τινα καθήκων, ἀλλὰ καὶ ποινὴν προορώμενος, ἅπερ ἡμῖν φανεῖται λυμηνάμενα. Τοῦτό τε οὖν οὕτω ῥητέον καὶ ὅτι οὐκ ἄν ποτε προστήσας τὸ φιλητὸν ἐγὼ κατόπιν θείην τὴν ἀλήθειαν, ἀλλὰ τὰ συμπεσόντα προβαλόμενος εἰς συγγραφήν, ἧς ἀρετὴ τὸ φιλάληθες, οὐκ ἂν τὸ ταύτης ἐπισκιάσας φῶς ἀχρειώσαιμι. Κατὰ γὰρ τὸν ὀρθῶς ἀποφηνάμενον φίλος μὲν ὁ ἀνήρ, φίλτερον δὲ τὸ ἀληθές. Ἔτι δὲ συνθεωρητέον καὶ ὡς ἐγκωμιάζουσι μὲν ἐπιλεκτέον ὅσα χρηστὰ καί που καὶ τὰ φαῦλα μεταχρωστέον δικηγορικώτερον, 14 συγγραφομένοις δὲ μὴ οὕτως, ἀλλὰ διαχειριστέον τοὺς λόγους, ὡς τὸ ὑπὲρ ἑκάστων ἀληθὲς ἀπαιτεῖ· ἔνθα οὐ καιρὸς ἐπιλέγεσθαι τὰ πρὸς εὐλογίαν ἐγκωμίου νόμῳ, ἀλλὰ σπεύδειν πολυωρεῖν εἰς μνήμην τῶν ἐπιόντων αὐτὸ ἕκαστον, ὧνπερ ὁ χρόνος τρέχων παρέρριψεν. Εἰ δὲ φθάσας ὁ ἡμέτερος οὗτος Δαυῒδ ἀγαθύνων ἦν τὸ τοῦ θεοῦ λάχος, ἀκουέσθω μὲν ἰδοὺ καὶ τοῦτο, συνακουέσθω δὲ καὶ ὅτι ἐξώλεσε, μικρὰ μὲν ἡδύνας, πικράνας δὲ μέγιστα, οἷς, περιποιησάμενός τι χρηματιδίου τούτοις ἢ ἐκείνοις, τέλος ἐζημίωσε τοὺς ἅπαντας μὲν εἰς πάντα τὰ αὐτοῖς ὄντα, μυρίους δὲ καὶ εἰς ζωήν. Καὶ μή τις ὑποφερέτω νῦν ἀναφρονεῖν με καὶ ὑστέρῳ χρόνῳ ἐπιμυθικῶς αἰσθέσθαι οἷος ὁ Δαυῒδ ἀπέβη, ἐπειδὰν δηλαδὴ ἐδικαιώθη πεμφθῆναι τῷ Σικελῷ σύν γε τῷ Μαυροζώμῃ πρωτόλειον καὶ τῆς ἡμῶν ἀπωλείας ἀκροθίνιον. Ὃν ὤφειλον Ἅρπυιαι φθάσασαι οὕτω πως διαθέσθαι πρὶν ἢ καὶ ἐξαπολέσαι ἡμᾶς. Οὐ γὰρ ἄρτι ἐς νοῦν ἐγὼ ἐστράφην, ἀλλὰ τὸν ὅλον τῆς ἐπὶ πολέμῳ στρατηγίας αὐτοῦ χρόνον ἡμᾶς μὲν ἔθλιβον οἱ ἐχθροί, ἐγὼ δὲ ἐκεῖνον ἐλέγχων, ἐξονειδίζων, ἐκφαίνων τὰ ὡς ἑκάστοτε σφάλματα, λαλῶν, εἰ καὶ εἰς ἀνήνυτον, ἅπερ ἤκουεν ἂν καὶ ἐξ ἄλλων, εἴπερ ἐπαρρησιάζοντο καὶ μὴ τὸ τῆς πόλεως κακοτυχὲς ἔκλειεν αὐτοῖς τὰ στόματα. Δέδεικταί μοι ἀρκούντως, οἶμαι, ὡς οὐδέν τι καινοπραγῶ κακολογῶν ἀλλοφρονήσαντα τὸν Δαυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν ἄλλοις ἐθαύμασα, φράσας ἐπιλέγδην ὅ τι τῶν κρειττόνων ἐκείνῳ ἐνέλαμπεν. Οὐ γάρ τι κατὰ τοὺς φαύλους τῶν σοφιστῶν ἀναγράφω ἀντίφωνα. Πρὸς δὲ συγγραφικὴν ταύτην ἱστορίαν οὐκ ἔχω κρύπτειν ὅσα τοῖς ἄρτι πρὸς εἱρμὸν συμβαίνουσιν, ὡς ἥ γε λοιπὴ ῥητορεία, ἡ πρὸς ψιλὸν ἔπαινον, δοκεῖ κατὰ τὴν σοφὴν καὶ αὐτὴ μέλισσαν οὐ μόνον ἐξ ἀνθέων γλυκέων καὶ λοιπῆς χρησιμότητος ἑαυτῇ συγκροτεῖν τὸ μυρέψημα τοῦ γλυκάσματος ἀλλά που καὶ ἐκ μὴ τοιούτων. Καὶ γάρ τοι καὶ ἐκ περιττωμάτων οὐκ εὐαποφόρων ἐκείνη τιθαιβώσσει, ἐκλεγομένη τὰ συντείνοντα, καθὰ παρατετηρηκότες οἱ δεξιοὶ σιμβλοποιεῖν οἴδασι· καί τι συναγείρει κἀκεῖθεν, εἰς ὅσον τὰ κηρία στύφεσθαι καὶ συνέχεσθαι· ὁποῖα δή τινα μελίτταις Ἑρμοῦ ὑποκείμενα καὶ ὁ Δαυῒδ εἰχέτην καὶ ὁ Ἀνδρόνικος, καὶ μάλιστα ὁ Ἀνδρόνικος, παντοδαπὸς ἐκεῖνος ἄνθρωπος καὶ παμποίκιλος, καὶ τοῦτο οὐ χαμαιλέοντος δίκην 16 εἴτε πολύποδος, Πρωτέως δὲ μᾶλλον, καὶ μάλιστα κατὰ Ἔμπουσαν, ἣ φρικτὰ ἐφάνταζεν. Ὁ δ' αὐτὸς καὶ κατὰ εὐρίπους πολύστροφος ἦν καὶ κατὰ τὴν ἀρχέγονον ἀνείδεον ὕλην ἅπασιν ὑποτέθειτο εἴδεσι πολυειδῶς, ὧν τὰ μὲν ἐπαινοῖτο, τὰ δ' οὐκ ἄν. Ἔστι δ' ἐπ' αὐτοῦ προσαρμόσαι καὶ τὸ εἶναι μέν τινα παρ' αὐτῷ οἶκτον, εἶναι δὲ καὶ θυμὸν μέγαν. Ἔστι δὲ συμβιβάσαι καὶ τὸ «ἦν ὁμοῦ ἐν αὐτῷ χρήματα πάντα», καὶ ὡς πολυμιγέων ἕνωσις ἦν τις καὶ παρ' αὐτῷ καὶ δίχα φρονεόντων συμφρόνασις, οὐ μὴν ὅθεν συγκροτεῖται ἁρμονίας ἀρετή, ἀλλὰ κακία συγχύσεως. Πολύτροπον γάρ τι χρῆμα ὁ ἀνὴρ καὶ πολυπόριστον τοῖς ἐφ' ἑκάτερα γράφειν δεινοῖς. Ἐναχθείη δ' ἄν τις καὶ σφαίρῳ αὐτὸν παρεικάσαι, οὐ τῷ μεταλαμβανομένῳ πρὸς γένεσιν κατὰ παλαιὰν τερατείαν, ἀλλὰ πρὸς ποικιλίαν ἠθῶν. Εἰ δὲ καὶ ἐν αὐτῷ δύο πίθους ἑστάναι τις φαίη, τὸν μὲν ἀγαθῶν πλήρη, κακῶν δὲ τὸν ἕτερον, ὧν ἀρυόμενος καὶ καταμιγνύων ἐκεῖνος ἐπεμέτρει τοῖς ὑπ' αὐτόν, τὰ πλείω δέ γε μόνου τοῦ τῶν κακῶν, αἰνίξαιτο ἂν προσφυέστατα· ἦν γὰρ σύμμικτος καὶ πρὸς ἀκραιφνῆ χάριν οὐκ ἄκρατος, οὐδὲ μὴν εὔκρατος. Ἀλλ' οὕτω μὲν ταῦτα παρεκβεβάσθω καιρίως, οἶμαι, καὶ οὐδὲ πάνυ τι ἀμεθόδως. Ἐγὼ δὲ βραχύ τι ἄνειμι πρὸς τὸν ἦν μὲν ὅτε, ὃ μακράν, τινὸς φιλίας Δαυΐδ, νῦν δὲ μίσους παγκοσμίου ἄξιον. Ταχὺ μὲν ἔστρεψας νῶτα, ὦ γενναιότατε φεύγειν, θᾶττον δὲ ἀντιμέτωπος οὐκ εἰς ἀντιπαράταξιν, ἀλλ' εἰς δούλωσιν ἔδραμες, εἰς τοσοῦτον τῇ φυγῇ προσμείνας, εἰς ὅσον ἄνανδρον τὴν στροφὴν ἐπιδείξασθαι, ἵνα μηδέν τι γενναιότητος ἴχνος ἐν σοὶ εὑρίσκηται, μήτ' ἐν τῇ πολιορκίᾳ, ἣν καὶ εὐχόμενός που ἦσθα συγκεφαλαιωθῆναι τάχιον, ὡς ἐν τοῖς ἐφεξῆς ὑποκρουσόμεθα, μήτε μετὰ τὴν ἅλωσιν, ἐν ᾗ ἐψεύσω καὶ τὸν ἀνδριζόμενον καὶ τὸν φεύγοντα, οἷς φεύγειν τραπεὶς ἐπιδέδωκας σεαυτὸν τοῖς μηδὲ διώκουσιν. Αὐτοῖς γὰρ ἄλλα ἐν φρεσὶ μεμέλητο, τὰ πρὸ ἔργου καὶ 18 ἀναγκαῖα σφίσι, σοῦ δὲ οὐκ ἄν, οἶμαι, οὐδὲ μνήμην ἔσχον, εἰ μὴ ἐνεφάνισας σεαυτόν. Οἴδασι γὰρ οἱ εὐγενῶς ἀνδρεῖοι ἐξαθερίζειν τὸν μὴ τοιοῦτον στρατηγόν, ὁποῖον δή τινα κατέγνων καὶ σέ, οἶς τῶν τῆς σῆς ἀβελτηρίας πεπείραντο. Ἀλλὰ τί δὴ παρενεχθεὶς ὑπὸ τοῦ πάθους καὶ τῶν ἄρτι καὶ ἐν ὀφθαλμοῖς γενόμενος ἀποπλανῶ τὸν χρόνῳ ποθ' ὕστερον ἀκουσόμενον τοῦ συγγραφικῶς εἰδέναι τὰ τῶν καθ' ἡμᾶς ἐξ ἀρχῆς ἄχρι καὶ πέρατος, ἵνα παρακολουθῶν εἰδείη ἐξ οἵων τῶν πάλαι οἷα τὰ νῦν, καὶ τὰ μὲν παθαίνοιτο, τὰ δὲ ἄλλως θαυμάζοι, τὰ δὲ καί, εἴπερ ἐθέλοι, μανθάνοι καθ' ἱστορίαν, ἐπιλεγομένην ὅσα τοῖς νῦν συγκυρήμασι χρήσιμα; Τί δὲ μὴ κεφαλήν τινα ἐφιστῶ, καθά τινι σώματι, τῇ συγγραφῇ ταύτῃ, δι' ἧς καταβαίνων τῷ λόγῳ προποδίσω εὐόδως ἔνθα τὸ ἔσχατον, ἔνθεν ἑλών; Μέλλον εἶναι φαίνεται, καθὰ θεῷ εὐηρέστητο, πεσόντι τῷ Κομνηνῷ βασιλεῖ Μανουὴλ συγκαταπεσεῖν καὶ εἴ τι ἐν Ῥωμαίοις ὄρθιον καὶ ὡς οἷα ἡλίου ἐκείνου ἐπιλιπόντος ἀμαυρὰν γενέσθαι πᾶσαν τὴν καθ' ἡμᾶς. Οὐκοῦν ἀπῆλθεν ἐκεῖνος ἔνθα ἐχρῆν, διαδοχὴν ἀφεὶς γένους οὐχ οἵαν ἐχρῆν. Παῖδα γὰρ μικρόν τι παρηλλαχότα τὸν παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόνι τὸν υἱὸν τῇ μητρί, ἐρώτων οὔσῃ ὡραίᾳ, εἰ καὶ κρύπτεσθαι αὐτοὺς ἐπηγγείλατο ἐκείνη, τὸν τοῦ κάλλους ἥλιον πνευματικῶς νεφώσασα κατὰ περιβολὴν μέλαιναν. Οἱ δὴ ἔρωτες ἐκεῖνοι πυρσεύσαντες, ὡς ἂν εἰδεῖεν αὐτοί, ἀνῆψαν κακὸν κοσμικόν. Καὶ ἦσαν μὲν καὶ ἄλλοι τοῦ ἐπιτροπεύειν, ἐν οἷς καὶ ὁ λαχὼν πατριαρχεῖν, ὁ καὶ τὰς ἀρετὰς καὶ τὸν λόγον περιττὸς Θεοδόσιος, ὃν ἡ τῶν Ἀντιοχέων τῇ Μεγαλοπόλει ἐχορήγησεν ἀγαθὸν πολυτίμητον, ἀλλ' ἡ γυνὴ προεῖχεν, οἷα καὶ γυνὴ καὶ μήτηρ, καὶ ἦν τοῦ λοιποῦ σκοπὸς αὐτὴ διὰ τὸ προφαίνεσθαι, καί τινες ἔρωτος νόμῳ ἐτοξάζοντο κατ' αὐτῆς λανθάνοντες, εἴ πως μεσιτεύσει τὰ τῆς βολῆς, ὡς ἐῴκει, πρὸς βασιλείας ἐπιτυχίαν. Ὑπερηκόντιζε δὲ τοὺς λοιποὺς Ἀλέξιος ὁ Κομνηνός, ἀδελφιδοῦς μὲν ὢν τῷ αὐτοκράτορι Μανουήλ, τὴν τοῦ πρωτοσεβαστοῦ δὲ ζώ 20 νην φέρων, καὶ προσείχετο τῇ δεσποίνῃ, τῇ τοῦ βασιλέως μητρί, πλέον τῶν ἄλλων. Ὑφέρπει οὖν ζῆλος ἐντεῦθεν καί, ὅ φασιν, ὀστρακίνδα κατὰ τοῦ ἀνδρὸς ὑποβλεψάμενος, οὐκ ἀνίει ἑλίττων στροφὰς ποικίλας, εἴ πως ἐκείνῳ μεθοδεύσει μετάστασιν. Καί πως οὕτω δόξαν τοῖς τηνικαῦτα προφέρουσι τῶν εὖ γεγονότων, συνθεσίας κατ' αὐτοῦ πέπλος ῥάπτεται, περιδύσων αὐτὸν καὶ συνέξων οὐ πρὸς ἡδονήν. Ὕφαναν δὲ τὸ τοιοῦτον πέπλωμα οὐκ ὀλίγοι τε ἕτεροι καὶ οἱ δύο παῖδες Ἀνδρονίκου, τοῦ ἐκ Κομνηνῶν, ὃς αὐτανέψιος μὲν ἦν τῷ βασιλεῖ Μανουήλ, καὶ ὡς ἂν ἡ πεδινὰ λαλοῦσα εἴποι γλῶσσα πρῶτος ἐξάδελφος, εἰς βασίλειον δὲ θρόνον ἑαυτὸν ἐκάθισεν ὕστερον οὐ πάνυ εὐτυχῶς οὔτ' αὐτῷ οὔτε τοῖς περὶ αὐτόν. Ὀνόματα δὲ τοῖν παίδοιν ἤστην, τῷ πρώτῳ μὲν κατὰ γέννησιν Μανουήλ, Ἰωάννης δὲ τῷ μετ' αὐτόν, ὃν καὶ αὐτὸν ἐγνώρισεν ἡ βασιλεία, καθὰ καὶ τὸν πατέρα μετ' οὐ πολύ. Καὶ οὗτοι μὲν δύο τότε συνωμοσάσθην, ἐν δὲ τοῖς καὶ Ἀλέξιος ἦν, πρωτοστράτωρ μὲν τὴν ἀξίαν, ἀνεψιαδοῦς δὲ γνήσιος καὶ ὑπερλίαν φιλητὸς τῷ βασιλεῖ Μανουήλ, πρὸς δὲ καὶ Ἰωάννης Δούκας, ὁ ἔπαρχος, ὃν καὶ ἐξ αὐτῆς θέας τεκμήραιτ' ἄν τις καλλιστεύειν ἐν ἀγαθοῖς (μεγάλη δ' ἐν τούτοις μοῖρα ζήλου), καὶ οἱ Καίσαρες, ἡ πορφυρογέννητος Μαρία, ἣν ὑπὸ τῷ βασιλεῖ Μανουὴλ ἡ ἐξ Ἀλαμανῶν Εἰρήνη, τὸ ἅγιον ἐκείνη γέννημα, ἐγείνατο, καὶ ὁ συζυγῶν αὐτῇ Ἰωάννης ὁ μαρκέσιος, νεανίας μὲν τὴν ἡλικίαν, τέλειος δὲ τὴν ἀνδρείαν. Ὁποῖα δὲ ἐν τοιούτοις ὡς τὰ πολλὰ ξυμπίπτει, ἔνθα ὁ λόχος οὐκ ἔχει κρύπτεσθαι εἰς τέλος, ἀλλ' ἐκφαίνεται, φωρῶνται πάντες οἱ τοιοῦτοι, ἑνός τινος τῶν λοχιτῶν καταμηνύσαντος, καὶ συγκροτεῖται δίκη. Καὶ προκάθηται μὲν ἡ ἐπίτροπος μήτηρ, κυρία πάντων ἤδη προβεβλημένη ψήφῳ κοινῇ, ὡς μὴ ὤφελεν, ὑποκάθηται δὲ ὁ υἱὸς καὶ βασιλεὺς Ἀλέξιος. Καὶ κατηγοροῦνται οἱ τὸν Πρωτοσεβαστὸν οὐ φαύλως μισοῦντες, καὶ μετὰ πολλὰ τὰ διὰ μέσων κατακρίνονται, βραβεύοντος εἰς τὸ πᾶν τῇ τοιαύτῃ εὐθυδικίᾳ τοῦ βαθυτάτου Θεοδώρου τοῦ Παντεχνῆ, τοῦ δικαιοδότου καὶ ἐπὶ τῶν οἰκειακῶν, καθ' οὗ θελήσας ἐνστῆναι ὁ μέγας ἐν πατριάρχαις ἔσχασε πᾶσαν ἐν κενοῖς μηχανήν. Ἦν γὰρ ὁ Παντεχνὴς ἀληθῶς παντεχνής. Καθείργνυνται οὖν ἐν τῷ μεγάλῳ παλατίῳ καὶ οἱ ἀδελφοί, ὁ Μα 22 νουὴλ καὶ ὁ Ἰωάννης, πρὸς δὲ καὶ ὁ πρωτοστράτωρ Ἀλέξιος, ἔτι δὲ καὶ ὁ ἔπαρχος· τῶν δὲ λοιπῶν οἱ μὲν ἀφείθησαν, ἀληθῶς μὲν εἰς ἕωλον δεῖπνον τοῖς βουλομένοις αὐτῶν θοινήσασθαι, φαινομένως δὲ κατὰ φιλίαν καὶ τὸ εἶναι ἀνύποπτοι, οἱ δέ τινες ἀπώλοντο ποικίλως καὶ ὡς οὐκ ἄν τις ἴδοιτο· πολλοὶ δὲ καὶ ὑπερορίᾳ ἑκόντες ἐδικαίωσαν ἑαυτούς, ὧν ἦν καὶ ὁ καλὸς Λαπαρδᾶς, ὁ πάνσοφος τὰ στρατηγικά, ὃν ἱέρακα διὰ τὸ τῆς φρονήσεως καὶ τὸ κατὰ πρᾶξιν ὀξυπετὲς ὁ τῶν Τούρκων σουλτὰν ὀνομάζειν ἐπέκρινεν, ὁ τότε μὲν εὐτυχῶς περισωθείς, μετὰ δέ γε ἀθλίως ταῖς τοῦ βασιλέως Ἀνδρονίκου καὶ αὐτὸς πάγαις περιτετυχηκὼς καὶ ἐξολωλώς. Ἦν δὴ ταῦτα τότε. Καὶ τέως μὲν περὶ μίαν ἡμέραν οἱ τέσσαρες ἠτιμωμένοι ἑάλωσαν δῆθεν ξυνωμοσίας, ὁ Μανουὴλ καὶ Ἰωάννης οἱ ἀδελφοί, ὁ πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ κατὰ τῆς Πορφυρογεννήτου καὶ τοῦ συμβιοῦντος Καίσαρος, οὐκ εἶχε δὲ καὶ ἐκζέσαι αὐτίκα, ὡς καὶ ἀπαφρίσαι καὶ γενέσθαι πρόοπτον τὸ κακόν, ἀλλ' ἐνδομυχοῦν καὶ ὑποτυφόμενον ἐπέσχεν εἰς τοσοῦτον, ὡς καὶ τὸν πατριάρχην δοκῆσαι πρὸς αὐτῶν εἶναι τοὺς κρίνοντας. Διὸ καὶ αὐτὸς μὲν ἁπλοϊκῶς ἐμηνύσατο πρὸς ἑσπέραν τὰ λῴονα, οἱ δὲ οὐχ ἁπλοῖ ἐμελέτων ἀνυποστόλως διακειμένων αἴφνης τὸ κακὸν καταράξαι καὶ συλλαβέσθαι καὶ αὐτούς, ὡς ἂν οὕτω τὸ ἑσπέρας αὐλισθήσεται ἀγαλλίασις παρ' αὐτοῖς καὶ τὸ πρωῒ κλαυθμὸς ἀπεναντίας τῷ ψάλλοντι. Καὶ οὕτω μὲν ἡ κακία ἐπικρύπτειν ἤθελεν ἑαυτήν. Ὡς δὲ ἡ σποδιὰ ὦζε θείου καὶ ἡ ὀδμὴ κατεμήνυε πῦρ κρύπτειν σκηπτοῦ ὀλεθρίου καὶ οὐκ ἦν λαθεῖν, μανθάνουσι τὴν ἐπιβουλὴν οἱ Καίσαρες καὶ ἀπέριττοι, ὡς εἶχον, φεύγουσιν εἰς τὸ τῆς μεγίστης τοῦ Θεοῦ Σοφίας εὐαγέστατον τέμενος, ἄσυλον αὐτὸ εἰδότες καὶ πᾶσι προσώποις ἀβέβηλον. Διαπετάννυσι τὰς ἀγκάλας αὐτοῖς ὁ ἐν ἀρχιερεῦσι πρωτεύων, περιποιεῖται, ὡς ἐξῆν, δίδωσιν ἀνάπαυσιν, λεαίνει λόγοις τε τοῖς πρὸς παραμυθίαν καὶ ἔργοις, ὡς εἶχεν ἰσχύος· εἶχε δέ, ὅσα καὶ πατὴρ ἅγιος, ὑπὲρ ἀληθείας φίλαθλος. Οὐ διῆλθε τῆς ἡμέρας πολὺ καὶ οἱ τῆς δεσποίνης ἔτρεχον εἰς τὴν ἁγιωτάτην Μεγάλην ἐκκλησίαν, ὡσεὶ καὶ κυνηγέται κατά τινος ἀξιολόγου ἄγρας, εἰπεῖν μετριώτερον. Καὶ εὑρηκότες, τὰ μὲν ᾐτιῶντο, εἰ κατὰ μηδὲν αἴτιον φόβου ἔφυγον, τὰ δὲ παρεκάλουν τοῦ σφετέρου πάλιν ἀδεῶς οἴκου γενέσθαι παραπλέκοντες τοῖς λόγοις 24 καὶ ὡς δύσνουν ὑπόνοιαν ἀποπέμπουσιν οἷς οὕτω δραπετεύουσι, ταῖς δὲ τοιαύταις ἐννοίαις καὶ ἐμφάσεις ὑποσκιάζοντες βουλῆς οὐκ ἀγαθῆς ἐπ' αὐτοῖς. Οὐκ ἔχει γὰρ τὸ πάνυ θυμούμενον σταθερῶς ἐπικρύπτειν ἑαυτό, ἀλλά που καὶ ἐκρήγνυσι τὸ ἐνδόμυχον, ὁποῖά τις Τυφὼς ταρτάριος βίαιος. Οἱ τοίνυν Καίσαρες, βεβαιώσαντες τὸ δέος ἐν ἑαυτοῖς, οὐκ εἶχον τὸν νοῦν πρὸς τοῖς λαλοῦσιν ὡς εἰς ἀγαθόν, ἀλλὰ τῷ παραμεμιγμένῳ πικράζοντι καὶ τὸ γλυκάζειν δοκοῦν ὑπεβλέποντο, ἐπιτυγχάνοντες αὐτοὶ τοῦτό γε. Ὡς οὖν ἀπέγνωστο ἡ τῶν Καισάρων πειθὼ καὶ ὡς οὐκ ἔσται αὐτῶν ἄγραν θέσθαι διὰ δόλου διέγνωστο, κατανοεῖται βία καὶ τὸ τοῦ στόματος ἁπαλὸν σκληρὰ χεὶρ διαδέχεται καὶ τὰς βολίδας γλώσσης συστείλαντες οἱ δεσποινικοὶ τὰς ἐκ σιδήρου μελετῶσι χειρίσασθαι. Καὶ πρῶτα κατὰ τοῦ ἱεράρχου τραχύνονται, ὅτι μή, τῆς ἐκκλησιαστικῆς προϊστάμενος, ὡς εἰπεῖν, ἀκροπόλεως, καταπροΐεται τοὺς πεπιστευμένους αὐτῇ, συνειλεγμένους εἰς πάνυ πυκνὸν στῖφος καὶ οὐδὲ ἀγεννές. Καὶ γίνεταί τις ἐνταῦθα συρραφή, ὁποίαν δαίμων ἂν τεχνάσαιτο. Ἦν ἑορτὴ μεγάλη, ἡ τοῦ σωτηρίου Πάσχα, καὶ ὤφειλον τῷ βασιλεῖ ἀσπασμὸν ἡ ἐκκλησιαστικὴ λογάς, ὅσοις τὸ τοιοῦτον ἀνέκαθεν ἐψήφισται φίλημα. Ὡς δὲ καὶ τὸν ἀρχιερέα ἔδει κορυφαῖον παρεῖναι καὶ κατάρξαι τῆς ὀφειλῆς (τῷ δὲ ἦν δῆλον ὡς τὸ τοιοῦτον φίλημα παραδώσει αὐτὸν κατά τι ὁμοίωμα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ Χριστοῦ), καὶ ἐδεδίει ἀνθρωπίνως ἐκεῖνος, εὐλαβούμενος ἀποβῆναι κατάσχετος, καὶ ὤκνησε τὴν εἰς τὰ βασίλεια ὁδόν, γίνεται ἀναβολὴ τοῦ καθήκοντος ἀσπασμοῦ καὶ ὑπερτίθεται εἰς ἑτέραν ὥραν, μαθητευθεῖσαν τῷ βασιλεῖ. Καὶ ἦν ἐκείνη Παρασκευή, καὶ ἀλλοία μέν τις φαύλη καὶ ἑβδομάδος δὲ τῆς μετὰ τὴν πασχάλιον Κυριακήν, καθ' ἣν συλλεγέντος τοῦ πλήθους, ὅσον εἴωθεν ἐν τοῖς τοιούτοις πληροῦν τὰ βασίλεια, τελεῖται μὲν καὶ τὸ ἀσπάσασθαι, τὸ ἐπιπολάζον τῆς μηχανῆς, συντελεῖται δὲ καὶ τὸ κρύφιον, ἡ ἐξ ἐρήμης τοῦ πατριάρχου καθαίρεσις, ὡς οὐκ ἂν εὐφήμως εἰπεῖν ἔχοι τις. Τῶν μὲν γὰρ ἀρχιερέων, εἰ χρὴ φάναι, κερδαλεότης, τῶν δὲ εὐλάβεια κατὰ πολὺν φόβον, τῶν δὲ καὶ μῖσος οὐκ εὐλόγιστον κατὰ τοῦ ἀρχιερατεύοντος οὕτω ῥᾳδίως ἤνυσαν τὴν ἐκείνου καταβολήν, ἐπιτιθεμένων καὶ τῶν τινων τῆς συγκλήτου βουλῆς καὶ κατακτυπούντων, ὡς οὐκ ἂν οὐδὲ ἱεριχούντια τείχη κατηχούμενα σάλπιγξιν ἐκείναις ἔπιπτον. Καὶ τὸ ἐκεῖθεν, βραχυλογικῶς καὶ αὐτὸ ἱστορῆσαι (τί γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆς δὴ τῆς

Intertext edge

Open linked passage

Note